← エフェソスのミカエル

アリストテレス『動物の運動について』注解

§119.14-120.20

思考に伴う熱と冷えによる器官の変質と運動

ミカエルは、魂の表象・思考に伴う熱と冷えが身体各部を動かす論理を補正しつつ説明し(701b34)、腱や筋肉などの器官の原理が情動によって変質し運動を生じる仕組み(702a7)、ならびに能動者と受動者の定義的必然性に基づく運動の連鎖(702a10)を註解する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.15

" Ἐξ ἀνάγκης δὲ ἀκολουθεῖ τῇ νοήσει καὶ τῇ φαντασίᾳ αὐτῶν θερμότης καὶ ψῦξις." Τὸ τῆς λέξεως συνεχὲς τοιοῦτον ‘ἐξ ἀνάγκης δὲ ἀκολουθεῖ τῇ νοήσει καὶ τῇ φαντασίᾳ αὐτῶν θερμότης καὶ ψῦξις· ἔστι δὲ τὰ λυπηρὰ καὶ ἡδέα αὐτῶν σχεδὸν πάντα μετὰ ψύξεως καὶ θερμότητος’. τὰ δὲ ἄλλα μεταξύ. ἦν δ’ ἂν κατάλληλος ἡ λέξις, εἰ εἶχεν ἀντὶ τοῦ δέ συνδέσμου τὸν γάρ, ἵν’ ἦν οὕτως ‘ἔστι γὰρ τὰ λυπηρὰ καὶ ἡδέα αὐτῶν’. λανθάνει δὲ ὅτι μετὰ θερμότητος καὶ ψύξεως γίνονται περὶ τὰ μικρὰ λυπηρὰ καὶ ἡδέα, περὶ δὲ τὰ μεγάλα πάμπαν εἰσὶ καταφανῆ. ὧν θερμοτήτων περὶ ἡμᾶς γινομένων καὶ ψύξεων1 ὁρῶμεν ποτὲ μὲν μόριά τινα κινούμενα ἐν ἡμῖν, ὡς ἐν τοῖς ὀνειρωγμοῖς τὸ αἰδοῖον, τὰ σκέλη, ποτὲ δὲ ὅλον τὸ σῶμα, ὅτε κατὰ τόπον μεταβάλλομεν. ἐν δὲ τῇ λέξει τῇ οἷον εἰδώλοις χρώμεναι τοῖς τοιούτοις περὶ τῶν ἀπὸ τῶν ἡδέων καὶ τῶν λυπηρῶν ἐγγινομένων ἡμῖν περὶ τὸ πρῶτον αἰσθητήριον τύπων καὶ ἀναζωγραφημάτων εἴρηται.

「そして必然的に、それらの思考と思象には熱と冷えが伴う。」 語句の連続は次のようになっている。「そして必然的に、それらの思考と思象には熱と冷えが伴う。そしてそれらの苦痛なものや快いものは、ほぼすべて冷えと熱を伴っている。」そして他の[文句]は中間にある。もし接続詞「そして」(δέ)の代わりに「なぜなら」(γάρ)を持っていたならば、その語句は整合していたであろう。すなわち「なぜなら、それらの苦痛なものや快いものは[冷えと熱を伴っている]」のようになるために。しかし、小さな苦痛や快に関しては、それらが熱や冷えを伴って生じることは気づかれないが、大きなものに関しては完全に明白である。我々のまわりにこれらの熱や冷えが生じるとき、ある時には我々のうちの特定の部分が動かされるのを我々は目にする。例えば夢精における陰茎や両脚のように。またある時には、我々が場所的に変化するとき、身体全体が動かされるのを[目にする]。そして「それらをあたかも似像のように用いて」という語句においては、快いものや苦痛なものから第一の感覚器官のまわりに我々に生じる刻印や描かれた形象について語られている。

§1.16

"Ὥστ’ εὐλόγως ἤδη δημιουργεῖται τὰ ἐντὸς καὶ τὰ περὶ τὰς ἀρχὰς τῶν ὀργανικῶν μορίων." Ἀρχὰς ὀργανικῶν μορίων λέγει τὰ νεῦρα, τοὺς μῦς, ὀργανικὰ δὲ μόρια χεῖρας καὶ πόδας. γίνονται δὲ τὰ νεῦρα πεπηγότα καὶ οἱονεὶ ξηρὰ καὶ ὡς αὐτὸς λέγει σκληρὰ ἐν τοῖς φόβοις, ὑγρὰ δὲ καὶ μαλακὰ καὶ ἀπολελυμένα ἐν ταῖς ἡδοναῖς. γινομένων γὰρ ὑπὸ ψύξεως καὶ θερμότητος τῶν τοιούτων περὶ τὰς ἀρχὰς τῶν ὀργανικῶν μορίων πρὸς τὰς ἐνεργείας αὐτὰς καὶ τὰς ὑπηρεσίας ἄγεται τῇ ὁρμητικῇ δυνάμει, ἀφ’ ἧς καὶ τὴν ἀρχὴν ἐγγίνεται·2 πᾶσαι γὰρ αἱ τοιαῦται πράξεις ἐνεργοῦνται διὰ τῆς τῶν σωματικῶν μορίων ἐνεργείας.

「それゆえ当然ながら、今や内臓や器官的部分の原理のまわりの部分が形づくられる。」 器官的部分の原理と彼が言っているのは腱や筋肉のことであり、器官的部分とは手や足のことである。恐怖においては腱は凝固し、あたかも乾いたようになり、彼自身が言うように硬くなるが、快楽においては湿って柔らかく弛緩したものとなる。というのも、冷えや熱によって器官的部分の原理のまわりにこのようなことが生じるとき、それら[器官的部分]は衝動的能力のためにまさにその活動や奉仕へと導かれ、この能力からそもそも〔このようなこと〕も[部分に]生じるからである。なぜなら、そのようになされるすべての行為は身体的部分の活動を通じて実現されるからである。

§1.17

"Τούτων δὲ συμβαινόντων τοῦτον τὸν τρόπον." Τουτέστι τούτων δὲ μεταβαλλόντων ἐξ ὑγρῶν εἰς ξηρὰ καὶ τὰ λοιπὰ ἅπερ εἴρηκε πασχόντων, καὶ ἐπὶ τοῦ παθητικοῦ καὶ ποιητικοῦ τοιαύτην ἐχόντων φύσιν, ἵνα τὸ μὲν ποιῇ τὸ δὲ πάσχῃ, ἐπειδὴ ἀπὸ τῆς τοιαύτης ὀρέξεως τὰ τοιάδε γίνεται πάθη, ἀνάγκη ἅμα τῷ τὴν ὄρεξιν κινῆσαι γίνεσθαι τοῦ πνεύματος καὶ διὰ τούτου τῶν νεύρων κίνησιν, καὶ διὰ τούτων τοῦ ζῴου.3 ἡ μὲν οὖν διάνοια αὕτη. τὸ δὲ τῆς λέξεως τῆς καὶ μηδὲν ἀπολείπει αὐτῶν ἑκάτερον τῶν ἐν τῷ λόγῳ τοιοῦτόν ἐστι ‘καὶ μηδὲν ἀπολείπει τῶν εἰς τὸ τί ἦν εἶναι καὶ τὸ εἶδος ἑκάστου τούτων συντεινόντων’. ὥσπερ γὰρ ἂν λείπῃ τι τῶν εἰς τὸν ὁρισμὸν τοῦ ἀνθρώπου ὑπαρχόντων, οὐκέτ’ ἐστὶν ἄνθρωπος, οὕτως ἂν λείπῃ τι τῶν εἰς τὸν ὁρισμὸν τοῦ ποιητικοῦ ᾗ ποιητικὸν λαμβανομένων, οὐκ ἔσται τὸ ποιητικὸν τοῦθ’ ὅπερ λέγεται· ὁμοίως οὐδὲ τὸ παθητικὸν παθητικόν.

「そしてこれらがこのように生じるとき。」 すなわち、これらが湿ったものから乾いたものへと変化し、彼が述べてきた他の諸々の状態を被り、受動的なものと能動的なものに関しても、一方が作用し他方が作用を受けるような性質を持つとき、そのような欲求からこのような状態が生じる以上、欲求が動かすと同時にプネウマの運動が生じ、これを通じて腱の[運動が生じ]、これらを通じて動物の[運動が生じる]ことが必然である。意図としてはこのようである。そして「そしてそれらの各々は言明の中にあるもののうち何一つ欠いていない」という語句[の意味]は次のようである。「そしてこれら各々の本質(何であったかということ)と形相に寄与するもののうち何一つ欠いていない。」なぜなら、人間の定義に属するもののうち何かが欠けているならばもはや人間ではないのと同様に、能動的なものとしての能動的なものの定義に取り入れられるもののうち何かが欠けているならば、能動的なものはそれが言われるところのもの[能動的なもの]ではないであろうし、同様に受動的なものも受動的なものではないであろう。

構文注3 件
  1. 1.15ὧν θερμοτήτων περὶ ἡμᾶς γινομένων καὶ ψύξεων

    関係代名詞 ὧν が θερμοτήτων ... καὶ ψύξεων を修飾し、全体として独立属格構文(ὧν ... γινομένων)を形成している。主節は ὁρῶμεν であり、二重対格(ποτὲ μὲν μόριά τινα κινούμενα ... ποτὲ δὲ ὅλον τὸ σῶμα [κινούμενον])を従える構造である。

  2. 1.16πρὸς τὰς ἐνεργείας αὐτὰς καὶ τὰς ὑπηρεσίας ἄγεται τῇ ὁρμητικῇ δυνάμει, ἀφ’ ἧς καὶ τὴν ἀρχὴν ἐγγίνεται

    主語は中性複数主語(τὰ ὀργανικὰ μόρια)が含意されており、動詞 ἄγεται は単数受動態である。与格 τῇ ὁρμητικῇ δυνάμει は手段・原因の与格、あるいは「衝動的能力のために」という関与の与格として機能している。続く関係節の τὴν ἀρχήν は副詞的対格(「そもそも」「初めから」)であり、動詞 ἐγγίνεται の主語には前出の τὰ τοιαῦτα(中性複数)が含意されている。

  3. 1.17Τουτέστι τούτων δὲ μεταβαλλόντων ἐξ ὑγρῶν εἰς ξηρὰ καὶ τὰ λοιπὰ ἅπερ εἴρηκε πασχόντων, καὶ ἐπὶ τοῦ παθητικοῦ καὶ ποιητικοῦ τοιαύτην ἐχόντων φύσιν, ἵνα τὸ μὲν ποιῇ τὸ δὲ πάσχῃ, ἐπειδὴ ἀπὸ τῆς τοιαύτης ὀρέξεως τὰ τοιάδε γίνεται πάθη, ἀνάγκη ἅμα τῷ τὴν ὄρεξιν κινῆσαι γίνεσθαι τοῦ πνεύματος καὶ διὰ τούτου τῶν νεύρων κίνησιν, καὶ διὰ τούτων τοῦ ζῴου.

    長大な構文の骨格は、独立属格構文(τούτων δὲ μεταβαλλόντων ... καὶ ... πασχόντων, καὶ ... ἐχόντων φύσιν ...)に理由節(ἐπειδὴ ... γίνεται πάθη)が挟まれ、非人称動詞句 ἀνάγκη ... γίνεσθαι(「〜が生じることが必然である」)が主節を成している。ἅμα τῷ τὴν ὄρεξιν κινῆσαι は「欲求が動かすと同時に」という動名詞的構文であり、主辞 κίνησιν に属格 τοῦ πνεύματος, τῶν νεύρων, τοῦ ζῴου が連鎖的に係る。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:119.14-120.20