← エフェソスのミカエル

アリストテレス『動物の諸部分について』注解

§85.6-86.12

知性と手の関係および道具としての手の構造

ミカエルは、人間が知性を持つがゆえに手を持つというアリストテレスの説をアナクサゴラス説に対比して擁護し、人間の身体が無防備であるという批判に対して、分割と統合が可能な手の多様性と道具としての卓越性、ならびに母指(親指)の構造的必然性を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.15#1

Τὸν δὲ Ἀναξαγόραν ἱστορεῖ λέγειν τὸν ἄνθρωπον φρονιμώτατον εἶναι διὰ τὸ χεῖρας ἔχειν· ὁ δὲ Ἀριστοτέλης λέγει ὅτι μᾶλλον διότι φρόνιμός ἐστιν ἔχει χεῖρας, οὐ μὴν διότι χεῖρας ἔχει, ἐστὶ φρόνιμος. ὥσπερ γὰρ ὁ φρόνιμος ἄνθρωπος τὰ ὄργανα δίδωσιν οἷον κορύνην, σπάθην, τόξον τῷ δυναμένῳ τούτοις χρῆσθαι, ὁμοίως πρίονα τῷ δυναμένῳ πρίζειν, οὕτω καὶ ἡ φύσις δέδωκε χεῖρας τῷ δυναμένῳ χρῆσθαι αὐταῖς. εὔλογον γὰρ καὶ ἀναγκαῖον τῷ μείζονι καὶ κυριωτάτῳ, λέγω δὴ τῇ λογικῇ ψυχῇ, δοῦναι τὸ ἔλαττον ἤτοι τὰς χεῖρας, ἀλλ’ οὐ τῷ ἐλάττονι ταῖς χερσὶ δοῦναι τὸ μεῖζον τὴν λογικὴν ψυχήν. εἰ οὖν οὕτω βέλτιον δίδοσθαι τὰ ἐλάττονα τοῖς μείζοσι, καὶ οὐ τὰ μείζονα τοῖς ἐλάττοσιν, οὐχ ὡς Ἀναξαγόρας λέγει, ἔχει τὰς χεῖρας ὁ ἄνθρωπος, ἀλλ’ ὡς ὁ Ἀριστοτέλης. ἡ δὲ χείρ, φησίν, οὐκ ἔστιν ἓν ὄργανον, ἀλλὰ πολλά· ἐπειδὴ γὰρ τὰ ὄργανα οὐ δύναται τὰς οἰκείας ἐνεργεῖν ἐνεργείας χωρὶς τῆς χειρός, ὅσοις ἄρα ὀργάνοις χρῆται ἡ χείρ, τοσαῦτά ἐστιν ἡ χεὶρ ὄργανα· ἔστι γὰρ αὕτη πρότερον ὄργανον, καὶ μετ’ αὐτὴν τὰ οἷς χρῆται. ταῦτα μὲν πρὸς τὸν Ἀναξαγόραν. λέγει δὲ μὴ καλῶς λέγειν τοὺς λέγοντας οὐ καλῶς ἔχειν τὴν τοῦ ἀνθρώπου σύστασιν, διά τε τὸ ἀνυπόδετον εἶναι καὶ γυμνὸν καὶ μὴ ἔχειν μηδὲν ὅπλον πρὸς ἀλκήν, ὥσπερ οἱ κάπροι μὲν τοὺς χαυλιόδοντας, ἵπποι τὰς ὁπλάς, μέλισσαι τὰ κέντρα, καὶ ἄλλα τῶν ζῴων ἕτερα. εἰπὼν δὲ μὴ καλῶς αὐτοὺς λέγειν ταῦτα περὶ τοῦ ἀνθρώπου ἐπαινεῖ αὐτὸς τὴν τοῦ ἀνθρώπου κατασκευὴν ἅμα τε καὶ δείκνυσιν ὅτι καλῶς ἔχει, καί φησι τὰ μὲν γὰρ ἄλλα μίαν ἔχει βοήθειαν, οἷον κάπρος τοὺς χαυλιόδοντας μόνους καὶ μέλιττα τὸ κέντρον, καὶ ἁπλῶς ἅπαντα οὕτω, καὶ οὐ μόνον ἓν ἕκαστον τούτων ἔχει τὸ ὅπλον, ἀλλ’ οὐδὲ μεταλαβεῖν ὁ μὲν κάπρος ἀντὶ τῶν χαυλιοδόντων ἄλλο δύναται καὶ ἡ μέλιττα ἀντὶ τοῦ κέντρου ἕτερον· ἀλλ’ ἀναγκαῖον ἀεὶ καθεύδειν ὥσπερ εἰ νοήσομεν ἄνθρωπον ἀεὶ καθεύδοντα ὑποδεδεμένον ἢ ὡπλισμένον καὶ μηδέποτε δυνάμενον τὰ ὅπλα καταθέσθαι. ὁ δὲ ἄνθρωπος πολλὰς ἔχει τὰς βοηθείας καὶ δύναται τοῦτο μὲν καταλιπεῖν τὸ ὅπλον, λαβεῖν δ’ ἕτερον, καὶ διότι δύναται πλείονα ὄργανα λαμβάνειν, ἐμηχανήσατο ἡ φύσις καὶ τὸ τῆς χειρὸς εἶδος τοιοῦτον. διαιρετὴν γὰρ αὐτὴν κατὰ τοὺς δακτύλους πεποίηκε καὶ πολυσχιδῆ, καὶ διαιρετὴν ποιήσασα αὐτὴν τρόπον τινὰ διὰ τῆς διαιρέσεως ἐποίησεν αὐτὴν καὶ σύνθετον καὶ ἡνωμένην. ἔνεστι γὰρ ἐν τῷ διαιρετῷ τὸ σύνθετον καὶ ἡνωμένον· ἐπειδὰν γὰρ οἱ δάκτυλοι ἅψωνται ἀλλήλων, ὡσπερεὶ ἕν τι καὶ συνεχὲς γίνεται ἡ χείρ, ὥστε ἐστὶν ἐν τῷ διαιρετῷ τὸ σύνθετον καὶ ἁπτόμενον· ἐν δὲ τῷ συνθέτῳ καὶ συνεχεῖ τὸ διαιρετὸν οὐκ ἔνεστι. καὶ ἔστι χρῆσθαι τῇ χειρὶ καὶ ἑνὶ καὶ δυοῖν καὶ πολλαχῶς, τουτέστι καὶ ἔστι χρῆσθαι τῇ χειρὶ καὶ πρὸς μίαν πρᾶξιν καὶ δύο καὶ πολλάς. σαφῆ δὲ τὰ περὶ τῶν δακτύλων λεγόμενα. ἐκ πλαγίου δὲ βραχὺν καὶ παχὺν δάκτυλον λέγει τὸν καλούμενον μέγαν, ὅστις μέγας δάκτυλος ἄνωθεν κάτω πιέζει καὶ συνωθεῖ ὅπερ οἱ ἕτεροι κάτωθεν ἄνω·1 ἐκείνων γὰρ κάτωθεν ἄνω πιεζόντων καὶ τούτου ἄνωθεν κάτω, ἑδραίως συνέχεται τὸ πιεζόμενον. τὸ δὲ δεῖ δὲ τοῦτο συμβαίνειν, εἰ μέλλει ἰσχυρῶς ὥσπερ σύναμμα ἰσχυρὸν συνδεῖν ἴσον ἐστὶ τῷ ‘δεῖ δὲ τοῦτο τὸ βραχὺ καὶ παχὺ συμβαίνειν τῷ μεγάλῳ δακτύλῳ, ἵνα εἷς ὢν ἰσάζῃ τοῖς πολλοῖς’. τὸ γὰρ βραχὺ καὶ παχὺ ἐπὶ τῶν ὁμοειδῶν ἴσην ἔχει δύναμιν πλειόνων μακρῶν καὶ λεπτῶν.2

彼は、アナクサゴラスが「人間は手を持つがゆえに最も思慮深い」と述べていることを報告している。しかしアリストテレスは、むしろ思慮深いからこそ手を持っているのであり、手を持つから思慮深いのではない、と述べている。なぜなら、思慮ある人間が、棍棒、刀剣、弓のような道具をそれらを用いることのできる者に与え、同様に鋸を鋸引きのできる者に与えるように、自然もまた手を用いることのできる者に手を与えたからである。より大いなるもの、最も権威あるもの、すなわち理性的な魂に対して、より小さきもの、すなわち手を与えることが理にかなっており必然的であって、より小さきものである手に対して、より大いなるものである理性的な魂を与えるのではないからである。それゆえ、より小さきものがより大いなるものたちに与えられ、より大いなるものがより小さきものたちに与えられるのではない方がより善いとすれば、人間が手を持っているのは、アナクサゴラスが言うようになされているのではなく、アリストテレスが言うようになされているのである。また手は単一の道具ではなく、多くの道具である、と彼は言う。なぜなら、道具は手の助けなしには固有の活動を行うことができないので、したがって手が用いる道具がどれほどあろうとも、手はそれだけの数の道具であるからである。実に手は第一の道具であり、手が用いるものはその後に続くからである。これらはアナクサゴラスに対する議論である。また彼は、人間が裸足で裸であり、防衛のための武器を何一つ持たないがゆえに、人間の構成が善くないと述べる者たちが正しく述べていない、と述べる。猪は牙を、馬は蹄を、蜂は針を、その他の動物はそれぞれ他のものを持っているのに対してである。彼らが人間についてこれらのことを正しく述べていないと言った後、彼自身は人間の構造を称賛すると同時に、それが善く整っていることを論証し、次のように言う。すなわち、他の動物は単一の防御手段しか持たず、たとえば猪は牙のみを、蜂は針のみを持ち、端的に言ってすべての動物がそうであり、これらは各々単一の武器を持つだけでなく、猪が牙の代わりに別のものを、蜂が針の代わりに別のものを取ることもできない。むしろ、あたかも常に靴を履いたまま、あるいは武装したままで眠り、決して武器を置くことのできない人間を私たちが思い描くかのように、常にそのままで眠ることが必然的である。これに対して人間は多くの防御手段を持ち、この武器を捨てて別の武器を取ることができ、またより多くの道具を取ることができるがゆえに、自然は手の形相をもこのようなものとして工夫した。実に自然は、手を指によって分割可能なもの、多様に分岐するものとして造り、手を分割可能に造ったことによって、ある意味でその分割を通じて手を結合したもの、統一されたものとしても造ったのである。なぜなら、分割可能なものの内には結合されたもの、統一されたものが存するからである。指が互いに触れ合うとき、手はいわば単一で連続的なものとなるのであり、したがって分割可能なものの内に結合され接触するものが存するのである。これに対して、結合され連続的なものの内には分割可能なものは存しない。そして手は「一つにも、二つにも、多様にも用いる」ことができる、すなわち手は一つの行為のためにも、二つのためにも、多くの行為のためにも用いることができるのである。指に関する記述は明白である。また「横から出る短く太い指」とは、いわゆる母指[親指]を指して言っているのであり、この母指は、他の指が下から上へと押し上げるまさにそのものを、上から下へと圧迫し押しつける。他の指が下から上へと圧迫し、この指が上から下へと圧迫することによって、圧迫されるものは堅固に保持されるのである。そして「もし強力な結び目であるかのように強く締め結ぼうとするならば、このことが起きなければならない」というのは、「一本でありながら多数のものと等しくなるために、この短く太いという性質が母指に備わらなければならない」ということと同じである。なぜなら、同種のものの間では、短く太いものは、多数の長く細いものと等しい力を持つからである。

構文注2 件
  1. 4.15ὅπερ οἱ ἕτεροι κάτωθεν ἄνω

    関係詞節内では、先行する動詞句「ἄνωθεν κάτω πιέζει καὶ συνωθεῖ」に対応する動詞(κάτωθεν ἄνω πιέζουσι καὶ συνωθοῦσι)が省略されている。対比関係(ἄνωθεν κάτω に対する κάτωθεν ἄνω)により、動作の内容が一意に補完される。

  2. 4.15ἴσην ἔχει δύναμιν πλειόνων μακρῶν καὶ λεπτῶν

    属格「πλειόνων μακρῶν καὶ λεπτῶν」は比較の属格(あるいは価値・相当を表す属格)として「ἴσην δύναμιν」に係り、「多数の長く細いものと同等の力を有する」の意味をなす。ἴσος に通常付く与格の代わりに属格が用いられ、数量・能力の対比を表している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:85.6-86.12