- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:8.29-9.28
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ミカエルは目的論的な仮説的必然性と本性に基づく自然本性的必然性の区別を論じ、アリストテレスが後者の例として引いたプラトンの呼吸論(温められた空気の希薄化と濃縮による循環)を解説する。また、アリストテレスのテキストにおける文節の区切り方(読点の位置)を指示し、呼吸の機序を整理する。
ἐπὶ δὲ τῆς ἀνάγκης, φησίν, ὅταν λέγῃ τις ὅτι τοῦτο γίνεται διὰ τάδε ἐξ ἀνάγκης, ὁτὲ μὲν τοῦτο λέγει ὡς εἰ μέλλει ἔσεσθαι ἐκεῖνο τὸ οὗ ἕνεκα, ἀνάγκη ταῦτα ἔχειν τὰ μόρια (εἰ γὰρ ἔσται ἀναπνοή, δεῖ πνεύμονος, τραχείας ἀρτηρίας † πνοῆς ἧς ἕνεκα ἀναπνοῆς ταῦτα γέγονεν), ὁτὲ δὲ οὐ τοῦτο σημαίνει διὰ τοῦ ἐξ ἀνάγκης, ἀλλ’ ὅτι ἔστι τόδε, ὅτι οὕτω πέφυκεν· ἔστι γὰρ ἐξ ἀνάγκης τῷ πυρὶ τὸ ἄνω φέρεσθαι οὐχ ὅτι ἕνεκα τῆς ἄνω φορᾶς γέγονέ τινα, ἀλλ’ ὅτι οὕτω πέφυκεν. ὥστε εἴ τις εἴπῃ ‘ἀνάγκη τὸ πῦρ ἄνω φέρεσθαι’, τοῦτό φησι ‘πέφυκε τὸ πῦρ ἄνω φέρεσθαι’. ἀσαφῶς δὲ τῆς ἀνάγκης τῆς δευτέρας τέθεικε τὸ παράδειγμα εἰπὼν τὸ θερμὸν γὰρ ἀναγκαῖον ἐξιέναι καὶ πάλιν εἰσιέναι ἀντικροῦον. ῥητέον δὲ πρὸς σαφήνειαν αὐτοῦ ταῦτα· ὁ Πλάτων πῶς ποτε τὸ ἀναπνεῖν γίνεται λέγων, εἴρηκεν ὅτι ὁ εἰσερχόμενος ἐν τῷ πνεύμονι ἀὴρ διὰ τῶν μυκτήρων ἢ τοῦ στόματος, θερμαινόμενος ἐν τῷ πνεύμονι καὶ διὰ τοῦτο λεπτυνόμενος φέρεται ἄνω καὶ ἐξέρχεται διὰ τῶν μυκτήρων, ἐξερχόμενος δὲ καὶ προσεγγίζων τῷ ἐκτὸς ἀέρι τῷ εὐθὺς ἁπτομένῳ τῶν μυκτήρων ψυχρῷ ὄντι πυκνοῦται καὶ συστέλλεται ἐντὸς εἰς ἐλάττονα κατὰ πολὺ τόπον τοῦ ὃν κατεῖχε πρὸ τοῦ πυκνωθῆναι. ἐπεὶ δὲ οὐκ ἔστι κενόν, διὰ τὴν τοιαύτην ἀνάγκην συνέπεται τῷ πυκνωθέντι ἀέρι ἐκτὸς ἄλλος ἀὴρ ἀναπληρώσων τὸν τόπον ὃν ἀπέλιπεν ὁ πυκνωθείς. οὕτως οὖν ὁ Πλάτων ἐφυσιολόγει τὸ ἀναπνεῖν. λαμβάνει δὲ ταύτην Ἀριστοτέλης τὴν δόξαν εἰς παράδειγμα οὐχ ὡς ἀρεσκόμενος ταύτῃ, ἀλλὰ σαφηνίσαι δι’ αὐτῆς βουληθείς, πῶς τὸ ἀναγκαῖόν ποτε σημαίνει τὸ οὕτω πέφυκε. τὸ θερμὸν γάρ, φησίν, ἀναγκαῖον ἐξιέναι, λέγων θερμὸν τὸν ἐν τῷ πνεύμονι ἀέρα· ἀναγκαῖον οὖν, τουτέστι πέφυκε τὸ θερμὸν ἄνω φέρεσθαι ἐξέρχεσθαί τε ᾗ ἂν εὑρήσει δίοδον, καὶ ἐξερχόμενον ἀντικροῦσαν τῷ ἐκτὸς ἀέρι καὶ πυκνωθὲν πέφυκε συστέλλεσθαι καὶ εἰσιέναι ἐντὸς ὥσπερ τις κοχλίας ἢ χελώνη ἐν τῷ οἰκείῳ ὀστράκῳ, τούτου δὲ συστελλομένου εἰσρεῖν τὸν ἐκτὸς ἀέρα εἴσω διὰ τῶν μυκτήρων. τοῦτο δὲ ἀναγκαῖον, ἤτοι τοῦτο δὲ οὕτω πέφυκε γίνεσθαι. τίθησι δὲ καὶ παράδειγμα τοῦ αὐτοῦ λέγων τοῦ ἐντὸς δὲ θερμοῦ ἀντικόπτοντος ἐν τῇ ψύξει τοῦ θύραθεν ἀέρος ἡ εἴσοδος. ὑποστικτέον δὲ εἰς τὸ ἀντικόπτοντος,1 εἶτα ἐπακτέον τὸ ἐν τῇ ψύξει τοῦ θύραθεν ἀέρος. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν ‘τοῦ ἐντὸς δὲ θερμοῦ ἀντικοπτομένου καὶ οἱονεὶ ἀναχαιτιζομένου καὶ εἰς τοὐπίσω παλινοστοῦντος, ἐν τῇ ψύξει ἤτοι διὰ τῆς ψύξεως2 γίνεται τοῦ θύραθεν ἀέρος ἡ εἴσοδος· τούτου δὲ εἰσελθόντος καὶ θερμανθέντος καὶ φερομένου ἄνω, ὡς πέφυκε φέρεσθαι, γίνεται ἡ ἔξοδος.
そして彼が言うには、必然性に関しては、誰かが「これは必然性によってこれこれの[条件]を通じて生じる」と言うとき、ある時は、もしかの目的[であるもの]が存在するはずであるなら、これらの部分をもつことが必然である、という意味でこれを言い(なぜなら、もし呼吸が存在するなら、肺と気管が必要であり、[…]呼吸のためにこれらが生成したのであるから)、またある時は、「必然性によって」を通じてこれを意味するのではなく、これがこのように生まれついているゆえに存在する、ということを意味する。なぜなら、火にとって上方へと運ばれることは、何らかのものが上方への運動のために生成したからではなく、このように生まれついているから必然性によって存するからである。したがって、もし誰かが「火が上方へと運ばれることは必然である」と言うならば、これは「火は上方へと運ばれる本性をもつ」ということを言っているのである。しかし彼は「なぜなら熱きものが外へ出ること、そして跳ね返って再び内へ入ることが必然である」と述べて、第二の必然性の例証を判然としない仕方で提示した。そしてこれの明確化のために、次のことを述べるべきである。プラトンは、呼吸がいったいどのように生じるかを論じる中で、鼻腔または口を通じて肺の中に入ってくる空気が、肺の中で温められ、そのために希薄化して上方へと運ばれて鼻腔を通じて外へ出ていくが、外に出て鼻腔に直に接している冷たい外気へと近づくと、濃縮され、濃縮される前に占めていた場所よりもはるかに小さな場所へと内側に収縮する、と述べた。そして空虚が存在しない以上、このような必然性によって、濃縮された空気が残した場所を満たすべく、濃縮された空気に外の別の空気が後続する。このようにしてプラトンは呼吸を自然学的に説明したのである。そしてアリストテレスはこの見解を例証として採用しているが、それは彼がこれに賛同しているからではなく、これを通じて、「必然的なもの」がいかにある時には「このように生まれついている」を意味するかを明確にすることを望んだからである。なぜなら彼は肺の中の空気を「熱きもの」と呼んで、「熱きものが外に出ることが必然である」と言うからである。したがって必然的である、すなわち熱きものは上方へと運ばれ、通路を見出しうるところを通じて外へ出ていく本性をもち、外へ出て外気に衝突して濃縮されると、カタツムリやカメが自らの殻の内に入るかのように、収縮して内へ入っていく本性をもち、そしてこれが収縮すると、外気が鼻腔を通じて内へと流入する。そしてこれが必然的である、すなわちこれがこのように生じる本性をもつということである。そして彼は、「そして内部の熱きものが押し戻されるとき、冷却の中で外の空気の侵入[が生じる]」と述べて、同じことの例証をも提示している。そして「押し戻されるとき」のところで休止符を置き、次いで「冷却の中で外の空気の」[以下]を続けるべきである。そして語られていることの趣旨は次のようなものである。「そして内部の熱きものが押し戻され、いわば押しとどめられて後方へと引き返すとき、冷却の中で、すなわち冷却を通じて、外の空気の侵入が生じる。そしてこれが侵入して温められ、運ばれる本性をもつ通りに上方へと運ばれるとき、流出が生じるのである。」
- 1.7ὑποστικτέον δὲ εἰς τὸ ἀντικόπτοντος
アリストテレスの原文に対する句読点(下点・読点)の指示である。ミカエルは独立属格句「τοῦ ἐντὸς δὲ θερμοῦ ἀντικόπτοντος」の直後に読点を置いて主節と区切り、後続の前置詞句「ἐν τῇ ψύξει」を主節の主語・述語「τοῦ θύραθεν ἀέρος ἡ εἴσοδος [γίνεται]」に係るものとして結合させるべき構文境界を示している。
- 1.7ἐν τῇ ψύξει ἤτοι διὰ τῆς ψύξεως
前置詞句「ἐν τῇ ψύξει」の機能解釈。ミカエルは「ἐν+与格」を単なる時間的・状況的な表現(冷却の最中に)にとどめず、「διὰ τῆς ψύξεως」(冷却を通じて)と言い換えることで、外気が流入する手段・原因(道具格・原因的解釈)として捉えるべきことを明示している。
