← エフェソスのミカエル

アリストテレス『動物の諸部分について』注解

§44.25-46.4

頭部における感覚器官の配置と脳の位置

ミカエルは残る三つの感覚(嗅覚・視覚・聴覚)とそれぞれの器官が頭部に位置する理由を、脳が始原だからではなく物質的適合性や心臓からの能力伝達によって説明し、さらに血液と肉の感覚性および脳が前側に位置する必然性を解き明かす。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.39#2

τῶν δὲ λοιπῶν τριῶν πρῶτον μὲν φανερὸν ὅτι ἡ ὄσφρησις μέση ἐστὶ καὶ μεταξὺ τῶν ὀμμάτων κεῖται, κἂν οἱ μυκτῆρες κατωτέρω τούτων τὴν θέσιν ἔχωσιν· ἡ δὲ ἀκοὴ καὶ ἡ ὄψις μάλιστά εἰσιν ἐν τῇ κεφαλῇ, ἐπειδὴ καὶ τὰ αἰσθητήρια τούτων, τά τε ὦτα καὶ οἱ ὀφθαλμοὶ ἐν αὐτῇ κεῖνται· ἀλλ’ οὐχ ὅτι ταῦτα ἐν ταύτῃ, ἀρχὴ τούτων ὁ ἐγκέφαλος1 ἐκ τούτου τε ἔχουσι τὴν τοῦ ὁρᾶν καὶ ἀκούειν δύναμιν. καὶ τοῦτο δῆλον ἐπὶ τῶν ἰχθύων· ἀκούουσί τε γὰρ καὶ ὀσφραίνονται, αἰσθητήριον δὲ τούτων οὐδὲν ἔχουσι φανερὸν ἐν τῇ κεφαλῇ, ὡς ἐκ τῶν ἀνατομῶν ἔγνωμεν. εἰ δ’ ἦν ὁ ἐγκέφαλος τούτων ἀρχή, ἦν ἂν ἐν αὐτῇ καὶ αἰσθητήρια. ἀλλ’ ὅτι μὲν ὁ ἐγκέφαλος οὐκ ἔστι τούτων τῶν αἰσθήσεων ἀρχή, δέδεικται· δι’ ἣν δ’ αἰτίαν ἐν τῇ κεφαλῇ τυγχάνουσι τὰ τούτων αἰσθητήρια καίπερ οὐκ ὄντος τοῦ ἐγκεφάλου ἀρχῆς, δῆλον ἐντεῦθεν· ἐπεὶ γάρ ἐστι τὸ τῆς ὄψεως αἰσθητήριον τὸ κρυσταλλοειδές, τοῦτο δ’ ἐστὶν ὑγρὸν καὶ ψυχρόν, ἔστι δὲ καὶ ὁ ἐγκέφαλος ὑγρὸς καὶ ψυχρός, ἔθηκεν ἡ φύσις τοὺς ὀφθαλμοὺς ἐν τῇ κεφαλῇ, ἵν’ αὐτοῖς χορηγῆται τὸ κρυσταλλοειδὲς ἐκ τοῦ ἐγκεφάλου. καὶ τὰ μὲν φλεβία, δι’ ὧν αὐτοῖς δίδοται τὸ κρυσταλλοειδές, ἄρχονται μὲν ἀπὸ τῆς κόρης, ῥιζοῦνται δὲ πρὸς τὸν ἐγκέφαλον· ἐκ δὲ τῆς καρδίας ἄγουσιν ἕτερα φλέβια καὶ συμφύονται τοῖς περὶ τὸν ἐγκέφαλον φλεβίοις, ἀφ’ ὧν φλεβίων τῶν ἀπὸ τῆς καρδίας ἀνερχομένων ἀναδίδοται ἡ ὀπτικὴ δύναμις εἰς τὰ ὑπὸ τῆς κόρης πρὸς τὴν κεφαλὴν τείνοντα φλέβια, καὶ διὰ τούτων εἰς τὴν τῶν ὀφθαλμῶν κόρην. ἐπεὶ δὲ ἔδει τοὺς χιτῶνας τῶν ὀφθαλμῶν λεπτοτάτους εἶναι,2 ἵνα ταχέως τὰς αὐγὰς δέχωνται (παχύτατοι γὰρ ὄντες ἐνεποδίζοντο ἂν πρὸς τοῦτο ὑπὸ τοῦ πάχους) ἐπεὶ οὖν οὕτως ἔδει τούτους εἶναι, πεποίηκεν ἡ φύσις ἐξ ὑγροῦ τὸ αἰσθητήριον, καὶ οὐκ ἀπὸ ἀέρος· ἐξ ἀέρος γὰρ ὂν διὰ τὴν λεπτότητα διέπνει ἂν καὶ ἐξήρχετο· δυσκράτητος γὰρ καὶ δυσφύλακτος ὁ ἀήρ, τὸ δ’ ὕδωρ εὐφύλακτον. ἔτι ἐπεὶ αἱ ἀκριβέστεραι τῶν αἰσθήσεων ἀκριβέστεραι γίνονται διὰ τῶν καθαρώτερον ἐχόντων τὸ αἷμα μορίων, καθαρώτερον δὲ τὸ ἐνυπάρχον τοῖς ἐν τῇ κεφαλῇ οὖσι φλεβίοις, καὶ διὰ τοῦτο ἂν εἶεν ἐν τῇ κεφαλῇ ταυτὶ τὰ αἰσθητήρια. σαφῆ δὲ τὰ ἑξῆς. Τὰ δὲ ὦτα κεῖνται ἐν τῇ κεφαλῇ, ὅτι τῆς ἀκοῆς αἰσθητήριον ὁ ἀὴρ ἐστιν, ὡς ἐν τοῖς Περὶ αἰσθήσεως δέδεικται· εἰ δ’ ἦσαν τὰ ὦτα ἐν ἄλλῳ τόπῳ, οὐκ ἂν ῥᾳδίως ἐδέχοντο τὸν ἀέρα. ταῦτα μὲν οὕτως. τῶν δὲ ἐναίμων ζῴων οὐδέν ἐστιν ἄναιμον μόριον αἰσθητικόν, οὔτε μὴν τὸ αἷμα, ἀλλ’ ὄχημα μὲν τὸ αἷμα τῆς αἰσθητικῆς δυνάμεως, ὡς καὶ πρότερον εἴπομεν, ἐστίν, αἰσθητικὸν δὲ οὐκ ἔστιν, ἀλλὰ τὸ ἐξ αἱμάτων, ἤτοι ἡ σάρξ. ἀλλὰ πῶς, εἴπερ ἡ σὰρξ ἐξ αἵματος, τὸ δ’ αἷμα ἀναίσθητον, τὸ ἐξ ἀναισθήτου ὂν ἔσται αἰσθητικόν; ἢ ἐπειδὴ τὸ αἰσθησόμενον μόριον λαβὸν τὸ αἷμα3 καὶ συμπέψαν καὶ ὅμοιον ἑαυτῷ ποιῆσαν οὕτω τρέφεται, δῆλον ὅτι καὶ τὴν αἰσθητικὴν δύναμιν, ἥτις ἐν τῷ αἵματι ἐποχεῖται, συνανακεραννύει καὶ ἀναζυμοῖ ἑαυτῷ· εἰ δὲ τοῦτο, δῆλον ὅτι ἡ σὰρξ οἷον κρᾶμά ἐστιν αἰσθήσεως καὶ αἵματος, καὶ εἰ τοῦτο, εὐλόγως, μᾶλλον δ’ ἀνάγκη αὐτὴν μὲν εἶναι αἰσθητικήν, τὸ δ’ αἷμα ἀναίσθητον. Μετὰ ταῦτα λέγει, τίνος ἕνεκεν ὁ ἐγκέφαλος ἔμπροσθέν ἐστι, καί φησιν ὅτι ἐπεὶ διὰ τὸ τὴν καρδίαν περιψύχειν γέγονεν, αὕτη δ’ ἔμπροσθέν ἐστιν, ἀνάγκη καὶ τοῦτον ἔμπροσθεν εἶναι. δι’ ἣν δ’ αἰτίαν ἡ καρδία ἔμπροσθεν κεῖται, ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ὅτε περὶ σπλάγχνων λέγει. ἔτι ἐπεὶ τὸ αἰσθάνεσθαι διὰ τῶν ἐναίμων γίνεται μορίων, τὰ δ’ ἔναιμα μόρια, δι’ ὧν ἡ αἴσθησις πρὸς τὰ αἰσθητήρια ἄνεισιν, ἔμπροσθέν εἰσιν (ἐκ τῆς καρδίας γὰρ ταῦτα), τῶν δὲ τοιούτων αἰσθητηρίων αἱ φλέβες, ὡς εἴρηται, πρὸς τὸν ἐγκέφαλόν εἰσι καὶ διὰ τοῦτο ἂν εἴη ὁ ἐγκέφαλος ἔμπροσθεν.

残る三つの感覚のうち、まず第一に、たとえ鼻孔が両目より下方に位置を占めているとしても、嗅覚は中間にあり両目の間に位置していることは明らかである。他方で聴覚と視覚は頭部に最も[密接に]存在している。なぜならこれらの感覚器官、すなわち耳と目も頭部の中に位置しているからである。しかし、これらが頭部にあるからといって、脳がこれらの始原であり、[器官が]脳から見ることや聞くことの能力を有しているということにはならない。そしてこのことは魚類において明らかである。なぜなら彼らは聞くことも嗅ぐこともするが、これらの感覚器官を頭部に何ら明白な形で有してはいないことが、解剖からわれわれに判明しているからである。しかし、もし脳がこれらの感覚の始原であったなら、頭部の中に感覚器官も存在していたであろう。とはいえ、脳がこれらの感覚の始原ではないということは示された。それでは脳が始原ではないにもかかわらず、これらの感覚器官が頭部に位置しているのはどのような原因によるのかということは、次のことから明らかである。すなわち、視覚の感覚器官は水晶体様のものであり、これは湿かつ冷であり、また脳も湿かつ冷であるゆえに、脳から目に水晶体様のものが供給されるよう、自然は目を頭部に置いたのである。そしてそれらを通じて目に水晶体様のものが与えられるところの小静脈は、瞳孔から始まり脳へと根を下ろしている。他方で心臓からは他の小静脈が通じていて、脳の周りの小静脈と合着しており、心臓から上ってくるこれらの小静脈から、瞳孔の下から頭部へと伸びる小静脈へと視覚能力が伝達され、これらを通じて両目の瞳孔へと伝達されるのである。しかし、素早く光線を受け入れるために両目の被膜はきわめて薄くなければならず(なぜならきわめて厚ければ、厚みによってこのことに対して妨げられるであろうから)、それゆえこれらがこのようであるべきであったので、自然は感覚器官を空気からではなく液体から造ったのである。なぜなら空気から成っていれば、その薄さゆえに吹き散らされて逃げ去っていただろうからである。実際、空気は保持しがたく留めがたいが、水は留めやすいのである。さらに、より精密な感覚は、より純粋な血液を有する部分を通じてより精密になるのであり、頭部にある小静脈に内在する血液はより純粋であるゆえに、このことによってもこれらの感覚器官は頭部にあるのであろう。それに続く文言は明白である。耳が頭部に位置しているのは、聴覚の感覚器官は空気であるからであり、そのことは『感覚について』で示された通りである。もし耳が他の場所にあったなら、容易に空気を受け入れることはできなかったであろう。これらについては以上の通りである。他方、有血動物においては、無血の部分はどれも感覚的ではなく、血液自体もそうではない。むしろ血液は、われわれが以前にも述べたように、感覚能力の乗り物ではあるが、感覚的なものではなく、血液から生じるもの、すなわち肉こそが感覚的なのである。しかし、もし肉が血液から生じ、血液が無感覚であるとするならば、無感覚なものから生じるものがどうして感覚的でありえようか。それとも、感覚することになる部分が血液を受け取り、完全に消化して自らに似たものとすることによってこのように養われるのであるから、血液の中を運ばれる感覚能力をも自らとともに混和し、発酵させることは明らかであろうか。もしそうであるならば、肉とは感覚と血液のいわば混合物であることは明らかであり、もしそうであるならば、肉自体が感覚的であり、血液が無感覚であることは合理的であり、むしろ必然である。これらの後に彼は、何のために脳が前側にあるのかを語り、脳は心臓を冷却するために生じたのであり、心臓は前側にあるゆえに、脳もまた前側にあることが必然である、と述べている。心臓がなぜ前側に位置しているのかという原因については、続く巻において内臓について語る際に彼が述べるであろう。さらに、感覚することは有血の部分を通じてなされるのであり、感覚が感覚器官へと上っていくところの有血の部分は前側にあるゆえに(なぜならこれらは心臓から生じているからである)、そしてそのような感覚器官の静脈は、述べられたように脳へと向かっているゆえに、このことによっても脳は前側にあるのであろう。

構文注3 件
  1. 2.39ἀλλ’ οὐχ ὅτι ταῦτα ἐν ταύτῃ, ἀρχὴ τούτων ὁ ἐγκέφαλος

    οὐχ ὅτι は文脈上「…だからといって…というわけではない」という推論の否定を導く構文である。原因節 ὅτι ταῦτα ἐν ταύτῃ [ἐστίν] と主節 ἀρχὴ τούτων ὁ ἐγκέφαλος [ἐστίν] の双方で繋辞が省略されており、οὐχ が因果推論全体を否定して、「これらの感覚器官が頭部にあるからといって、脳がこれらの始原であるということにはならない」と解釈される。

  2. 2.39ἐπεὶ δὲ ἔδει τοὺς χιτῶνας τῶν ὀφθαλμῶν λεπτοτάτους εἶναι... ἐπεὶ οὖν οὕτως ἔδει τούτους εἶναι

    理由を表す従属節 ἐπεὶ δὲ ἔδει... の後に括弧付きの理由説明(παχύτατοι γὰρ ὄντες...)が挟まれたため、接続詞 ἐπεὶ οὖν によって条件の骨格が再開(resumptio)され、後続の主動詞 πεποίηκεν ἡ φύσις へと接続している。

  3. 2.39ἢ ἐπειδὴ τὸ αἰσθησόμενον μόριον λαβὸν τὸ αἷμα

    直前の疑問文(πῶς... ἔσται αἰσθητικόν;)に対する自問自答の回答を導く接続詞 ἢ(「それとも…であろうか」)である。続く ἐπειδή 節を承ける主節の δῆλον ὅτι とともに、全体の骨格は「血液を消化・同化するのであるから、感覚能力をも自身と混和させることは明らかである(のか)」という説明をなしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:44.25-46.4