← エフェソスのミカエル

アリストテレス『自然学小論集』注解

§84.1-85.20

凡人の予見の理由と知人に関する夢の的中

ミカエルはアリストテレスに従い、知者ではなく凡人や脱我状態にある者が未来を予見する理由(雑念や思索の運動がないこと)を解釈し、続いて知人間で的中する夢が生じやすい理由を自らの夢の体験を交えて考察する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.9

" Οὕτω δὲ εἰκὸς τοὺς τυχόντας προορᾶν· ἡ γὰρ διάνοια τῶν τοιούτων οὐ φροντιστική." Καὶ ἄλλην αἰτίαν ἐπάγει τοῦ τίνος ἕνεκα οἱ τυχόντες τὰ μέλλοντα προορῶσιν, ἀλλ’ οὐχ οἱ σοφοί, καί φησιν, ὅτι ἡ διάνοια τῶν τοιούτων κενὴ οὖσα τῶν ἐκ φιλοσοφίας καλλίστων θεωρημάτων καὶ ἔρημος ἄλλων φροντίδων ῥᾳδίως ὑπὸ τῶν προσπιπτόντων ἄγεται, ἡ δὲ τῶν φρονίμων διάνοια περὶ πολλὰ καταγινομένη καὶ ὑπὸ τούτων κινουμένη οὐχ ὁρᾷ τὰ προσπίπτοντα. ὥσπερ γὰρ καὶ ἐγρηγορότες, ἂν σφόδρα διανοώμεθά τι, οὐχ ὁρῶμεν τὸν παριόντα (ἐκκρούει γὰρ ἡ μείζων κίνησις τὴν ἐλάττονα), οὕτω καὶ ἐν τοῖς ὕπνοις κινουμένη ἡ διάνοια ὑπὸ τῶν ἐνόντων κινημάτων ἢ τύπων οὐχ ὁρᾷ τὰ προσπίπτοντα. [εὖ σοι, δαιμόνιε, τῆς ἀγχινοίας.1 ὡς πολλῶν καὶ καλλίστων ἡμῖν αἴτιος καὶ τῆς ἀληθείας μυσταγωγὸς καθ’ ἑκάστην γίνῃ].

「このように、ありふれた者たちが予見することはもっともである。というのも、そのような者たちの思考は思いわずらうものではないからである」そして彼は、ありふれた者たちが未来の事柄を予見するのに知者たちがそうではないのは何ゆえかという別の原因を付け加え、次のように言う。すなわち、そのような者たちの思考は哲学に由来する極めて美しい観照を欠いて空虚であり、他の配慮からも解放されているため、外から飛び込んでくるものによって容易に導かれるが、思慮ある者たちの思考は多くの事柄にかかりきりになっており、それらによって動かされているため、飛び込んでくるものを見ないからである。実際、私たちが目覚めている時でも、何事かを激しく思いめぐらしているならば通り過ぎていく人を見ないのと同様に(より大きな運動がより小さな運動を退けるからである)、そのように睡眠中においても、内にある運動や刻印によって思考が動かされているときは、外から飛び込んでくるものを見ないのである。[驚嘆すべき方よ、あなたの鋭敏さに幸いあれ。あなたは私たちにとってなんと多くの極めて美しいものの原因となり、日ごとに真理の伝授者となってくださることよ]。

§4.10

"Καὶ τοῦ ἐνίους τῶν ἐκστατικῶν προορᾶν αἴτιον, ὅτι αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσι." Τὸ αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσιν ἴσον ἐστὶ τῷ μὴ ἔχειν οἰκείας κινήσεις. οἱ γὰρ ἐκστατικοί (λέγει δὲ ἐκστατικοὺς οὐ τοὺς τέλεον μαινομένους, ἀλλὰ τοὺς ὄντας μεταξύ, φέρε γὰρ οὕτως εἰπεῖν, τῶν τε φρονίμων καὶ τῶν τέλεον μαινομένων), οἱ δὴ ἐκστατικοὶ καὶ μηδὲν ὅλως φροντίζοντες ἤ τι ἀναλογιζόμενοι, ἀλλά, κἂν ἐπίῃ αὐτοῖς ἀναλογίσασθαι, ἀπορρίπτοντες καὶ οὐδὲν ὅλως προσίεμενοι πῶς ἂν ἔχοιεν κινήσεις τινάς;2 καὶ οἱ μὲν σοφοὶ οὐ προορῶσι διὰ τὸ ἐνοχλεῖσθαι καὶ οἱονεὶ θυροκοπεῖσθαι τὴν διάνοιαν αὐτῶν ὑπὸ τῶν ἐνόντων αὐτοῖς εἰδώλων καὶ τύπων, οἱ δ’ ἐκστατικοὶ κενὴν ἔχοντες τὴν διάνοιαν καὶ διὰ τοῦτο ἀνενόχλητον εἰκότως αἰσθάνονται τῶν προσπιπτόντων ἔξωθεν. τίνα δὲ τὰ προσπίπτοντα καὶ πῶς, εἴρηται τῷ Ἀφροδισιεῖ ἐν τῷ Περὶ δαιμόνων· ταῦτα γὰρ εἶπε ξενικὰς κινήσεις. μήποτε δὲ ξενικὰς κινήσεις λέγει τὰ μέλλοντα οὐχ ὑφ’ ἡμῶν, ἀλλ’ ὑπ’ ἄλλων πραχθήσεσθαι.

「また、我を忘れた者のうちの幾人かが予見する原因は、固有の運動が邪魔をしないことにある」「固有の運動が邪魔をしない」というのは、固有の運動をもたないことと同じである。というのも、我を忘れた者たち(なお、我を忘れた者たちと彼が言うのは、完全に狂気にある者たちのことではなく、いわば思慮ある者たちと完全に狂気にある者たちとの中間にいる者たちのことである)、まさにその我を忘れた者たちは、まったく何事も思いわずらわず、何事も推論せず、むしろ彼らに推論することが思い浮かんだとしても投げ捨てて何一つ受け入れないのに、どうして何らかの運動をもちえようか。そして知者たちは、内に存する像や刻印によって思考が邪魔され、いわば戸口を叩かれているがゆえに予見しないが、我を忘れた者たちは思考を空虚に保ち、それゆえに邪魔されないために、外から飛び込んでくるものを感知するのももっともである。どのようなものが飛び込んでくるのか、またどのようにしてなのかは、アフロディシアスのアレクサンドロスによって『精霊論』において論じられている。かの者はこれらを外来の運動と呼んだからである。あるいは、外来の運動とは、私たちによってではなく他者によって行われようとしている事柄のことを言っているのかもしれない。

§4.11

"Τὸ δέ τινας εὐθυονείρους εἶναι καὶ τοὺς γνωρίμους περὶ τῶν γνωρίμων μάλιστα προορᾶν." Ἐπειδὴ μάλιστα τοὺς γνωρίμους ἐν τοῖς ὕπνοις ὁρῶμεν (καὶ γὰρ κἂν ἄλλο τι ἡμῖν3 φαίνηται, οὗπερ οὐ φροντίζομεν· ὥσπερ ἐμοὶ ἰδόντι τὸν ἐμὸν ἑταῖρον, οὐχὶ τὸν κλεινόν μοι τουτονί, ὅστις ἔτι μοι ζῶν συμπονεῖ περὶ τοὺς λόγους, ἀλλ’ ἄλλον ὀλίγους ἐν φιλοσοφίᾳ πόνους καταβεβληκότα διὰ τὴν τοῦ θανάτου σύντομον προσέλευσιν, ἐγὼ γοῦν ἐκεῖνον πάλαι θανόντα εἶδον καθ’ ὕπνον διαλεγόμενόν μοι, περὶ ὧν ἐγὼ κατ’ ἐκεῖνον ὅλον τὸν μῆνα καὶ ἔτι τὸν πρὸ ἐκείνου οὐκ ἐφρόντισα, πρότερον πολλὰ φροντίσας· ἦσαν γὰρ περὶ ψυχῆς αἱ ἐμαί τε πρὸς ἐκεῖνον ἐρωτήσεις κἀκείνου πρός με αἱ ἀποκρίσεις), ἐπειδὴ οὖν μάλιστα τοὺς γνωρίμους ὁρῶμεν διαλεγομένους ἡμῖν καὶ περὶ ὧν φροντίζομεν καὶ περὶ ὧν οὐ φροντίζομεν, ὀλιγάκις δὲ ἀγνώστους τινὰς καὶ ἀσυνήθεις, τὴν αἰτίαν τούτου διὰ τούτων ἐπάγων φησί· συμβαίνει δὲ τοῦτο διὰ τὸ μάλιστα τοὺς γνωρίμους ὑπὲρ ἀλλήλων φροντίζειν. ἔστι δὲ τὸ δέ τινας εὐθυονείρους εἶναι καὶ τοὺς γνωρίμους περὶ τῶν γνωρίμων μάλιστα προορᾶν ἴσον τῷ ‘τὸ δέ τινας μάλιστα εὐθυονειρεῖν περὶ τῶν γνωρίμων’· εὐθυονειροῦμεν γὰρ καὶ περὶ ἄλλων τινῶν ἀγνώστων καὶ ἀσυνήθων, ἀλλὰ μάλιστα περὶ τῶν γνωρίμων. ὅτι δὲ καὶ πόρρω ὄντων τῶν φίλων τάχιστα γνωρίζομεν καὶ μᾶλλον αὐτούς, δῆλον ἐκ τῆς πείρας.

「また、ある人々がまっすぐな夢を見る者であり、知人たちが知人たちについて最もよく予見するということ」私たちは睡眠中に知人たちを最もよく見るのであり(実際、私たちが思いわずらってもいない他の何かが現れるとしてもそうである。例えば、私には私の仲間が見えたが、それは今なお生きて私とともに学問に励んでいるこの高名な友ではなく、死の突然の到来ゆえに哲学においてわずかな苦労しか注ぎえなかった別の友であった。少なくとも私は、疾うに亡くなったその友が夢の中で私と対話しているのを見たのであるが、その対話の内容については、それ以前には多く思いわずらっていたものの、その月全体およびさらにその前の月には思いわずらっていなかった。実際、私の彼への問いも彼の私への答えも魂についてのものであったからである)、このように私たちは知人たちが私たちと対話している姿を、思いわずらっている事柄についても思いわずらっていない事柄についても最もよく見、見知らぬ無縁の人々を見ることは稀であるため、彼[アリストテレス]はこのことの原因をこれらの言葉を通じて付け加えて次のように言う。すなわち、このことが生じるのは、知人たちこそが互いのために最もよく思いわずらうからである。「ある人々がまっすぐな夢を見る者であり、知人たちが知人たちについて最もよく予見するということ」は、「ある人々が知人たちについて最もよくまっすぐな夢を見るということ」と同じである。私たちは見知らぬ無縁の他の人々についてもまっすぐな夢を見るが、とりわけ知人たちについて見るからである。また、友人が遠くにいる場合でも私たちが彼らを最も速く、よりよく認識するということは、経験からも明らかである。

構文注3 件
  1. 4.9εὖ σοι, δαιμόνιε, τῆς ἀγχινοίας

    感嘆文において、与格(σοι)で対象の人を示し、属格(τῆς ἀγχινοίας)で感嘆・賞賛の原因・理由を示す典型的な構文。直後の文は感嘆の副詞 ὡς(「なんと…であることよ」)によって導かれている。

  2. 4.10οἱ δὴ ἐκστατικοὶ ... πῶς ἂν ἔχοιεν κινήσεις τινάς;

    文頭の主格 οἱ δὴ ἐκστατικοί が分詞句(μηδὲν ὅλως φροντίζοντες ... ἀπορρίπτοντες ...)を従えたまま前置され、後続する修辞的疑問文の主語として引き継がれる構文。挿入句や分詞の連鎖によって文構造が伸びているが、文全体の骨格は「狂迷者たちが……であるのに、どうして何らかの運動をもちえようか」という否定的な反語文である。

  3. 4.11Ἐπειδὴ μάλιστα τοὺς γνωρίμους ἐν τοῖς ὕπνοις ὁρῶμεν ... ἐπειδὴ οὖν μάλιστα τοὺς γνωρίμους ὁρῶμεν διαλεγομένους ἡμῖν

    長大な挿入的記述(友人の夢に関する自伝的エピソード)を挟んだ後の再開構文(resumptive period)。冒頭の Ἐπειδὴ μάλιστα τοὺς γνωρίμους ... を、括弧的記述の後に接続詞 οὖν を伴う ἐπειδὴ οὖν μάλιστα ... によって受け直して主節(τὴν αἰτίαν τούτου διὰ τούτων ἐπάγων φησί)へつなげている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:84.1-85.20