← エフェソスのミカエル

アリストテレス『自然学小論集』注解

§148.19-149.16

鰓による冷却の機序と医術との関係

ミカエルは水棲動物における鰓の開閉と熱の冷却の仕組みをアリストテレスに従って解説し、『呼吸について』の末尾における自然学と医術の関係に言及した上で、アリストテレス自然学小論集注解の全体の結びとして自らの注解著作の目録を総括する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.52

" Αἰρομένου γὰρ τοῦ θερμοῦ τοῦ ἐν τῷ αἵματι διὰ τῶν μορίων, αἴρονται καὶ τὰ βράγχια." Ὅτι μὲν τὰ βράγχια πλήρη αἵματός εἰσι, πάντες ἴσμεν. ταῦτα δὲ τὰ βράγχια αἰρόμενα1 ὑπὸ τοῦ θερμοῦ τοῦ ἐν τῷ αἵματι ὄντος ὁμοίως τῷ πνεύμονι, εἰσέρχεται τὸ ὕδωρ καὶ ψύχει τὸ θερμόν. ὅπερ θερμὸν συστελλόμενον τῇ καταψύξει καὶ ὑποστρέφον εἰς τὴν καρδίαν, συμπίπτουσι τὰ βράγχια. ὧν συμπιπτόντων ἐκπέμπεται θύραζε τὸ ὕδωρ, ὥσπερ ὑπὸ τοῦ πνεύμονος τὸ πνεῦμα. οὐκ ἀπέρχεται δὲ τὸ ὕδωρ πρὸς τὴν καρδίαν καὶ ψύχει αὐτήν, ἀλλὰ τὸ ἐν τῷ αἵματι θερμὸν τὸ ὑπὸ τοῦ ὕδατος ψυχθέν.2 τὸ δὲ θερμὸν ἀνάγκη πάντως κατιέναι μετὰ τοῦ ὑποκειμένου αὐτῷ αἵματος. ταῦτα εἰπών, εἶτα φήσας, ὅτι περὶ ὑγείας καὶ νόσου οἰκεῖόν ἐστιν εἰπεῖν τῷ φυσικῷ μέχρι του, καὶ ὅτι οὐ δεῖ λανθάνειν ᾗ διαφέρουσιν ἰατρική τε καὶ φυσική, καὶ πῶς διαφέρουσι ταῦτα τὴν ὑγείαν καὶ νόσον θεωροῦσαι, καὶ ὅτι σύνορός ἐστιν ἡ φυσικὴ τῇ ἰατρικῇ, τούτου μὲν πέπαυται τοῦ βιβλίου·3 τὰ δ’ ἑξῆς ἔδει μὲν ἔχειν τὸν περὶ γάλακτος λόγον· πάλαι γὰρ ἐσύστερον ἐρεῖν ὑπερέθετο. ἐν ᾧ καὶ περὶ πέψεως καὶ ἀπεψίας εἰπεῖν ἁρμόττει. τούτοις δ’ οἰκεῖος καὶ ὁ περὶ ὑγείας καὶ νόσου. τῆς γὰρ τροφῆς κρατουμένης μὲν εἰκὸς ὑγείαν, ἀπέπτου δὲ γενομένης τὰς νόσους γεννᾶσθαι. ταῦτα δὲ καὶ τὰ τούτοις ἑξῆς, ὄντα δὲ περὶ φυτῶν καὶ χυλῶν, Ἀριστοτέλους μὲν οὐχ εὑρίσκομεν διὰ τὸ τὰς συντάξεις ἀπολωλέναι, ἐκ δὲ τῶν Θεοφράστου δεῖ λαμβάνειν, μέχρις ἂν εὑρεθῇ τὰ ὑπ’ Ἀριστοτέλους γραφέντα. τὰ μὲν οὖν Περὶ ζῴων μορίων καὶ πορείας, ἔτι τὰ Περὶ μνήμης καὶ ἀναμνήσεως, Περὶ ζῴων τε κινήσεως, καὶ Περὶ ζῴων γενέσεως, τά τε Περὶ μακροβιότητος καὶ βραχυβιότητος, καὶ σὺν τούτοις τὰ περὶ γήρως καὶ νεότητος, οὕτως ἐμοὶ σεσαφήνισται κατὰ δύναμιν. παραιτοῦμαι δὲ τοὺς ἐντυγχάνοντας, εἰ μὲν εὑρίσκοιέν τινα ἐκ τούτων ὠφέλειαν, πολλὴν ἔχειν χάριν· εἰ δ’ οὔ, ἀλλά γε οὐδὲ βλάβη τις αὐτοῖς ἐκ τούτων γενήσεται. γέγραπται δέ μοι καὶ εἰς τὰ Μετὰ τὰ φυσικὰ ἐξ αὐτοῦ τοῦ ζῆτα ἕως τοῦ νῦ. λοιπὸν δ’ ἐστὶ τὸ Περὶ χρωμάτων. ὅπερ ἢν δώῃ θεός, ἀπ’ ἄλλης ἀρχῆς σαφηνίσομεν.

「実に血液中の熱が部分を通って持ち上げられるとき、鰓もまた持ち上げられるからである。」 鰓が血液で満ちていることは、誰もが知っている。そして肺と同様に血液中にある熱によってこれらの鰓が持ち上げられると、水が入り込んで熱を冷却する。この熱が冷却によって収縮し心臓へと戻ると、鰓は萎む。それらが萎むと、肺によって気息が[吐き出される]ように、水が外へと送り出される。水が心臓へと赴いてそれを冷却するのではなく、水によって冷却された血液中の熱が[心臓を冷却する]のである。そして熱は、その基底にある血液を伴って完全に下降することが必然である。これらのことを語り、次いで、健康と病気についてある限度までは語ることが自然学者にとって固有の務めであること、また医術と自然学がどのような点で異なっているか、健康と病気を考察する両者がどのように異なっているか、そして自然学が医術と隣接していることを見逃してはならないと述べて、[アリストテレスは]この書を終えている。そして続く部分は乳についての議論を含むはずであった。実に彼は以前に、後で述べるとして延期していたからである。その中で消化と不消化について語ることも相応しい。これらにとって健康と病気についての議論も固有のものである。実に、栄養が支配されるときには健康が、消化されずに残るときには病気が生じるのが自然だからである。これらやこれらに続くもの、すなわち植物や樹液に関するものは、著作が失われてしまったためにアリストテレスのものは見出されず、アリストテレスによって書かれたものが見出されるまでは、テオプラストスのものから取らねばならない。さて、『動物部分論』と『動物進行論』、さらに『記憶と想起について』、『動物運動論』、『動物発生論』、『長命と短命について』、そしてこれらとともに『老年と青年について』は、このように私によって力量に応じて解明された。私は読者に対し、もしこれらから何らかの有益さを見出すなら、大いに感謝してほしいと願う。もしそうでないとしても、少なくとも彼らにこれらから何らかの害毒が生じることは決してないであろう。また私には『形而上学』のまさにゼータからニューに至る注解も書かれている。残るは『色彩について』である。神が与え給うならば、別の新たな初めからこれを解明することにしよう。

構文注3 件
  1. 6.52ταῦτα δὲ τὰ βράγχια αἰρόμενα

    主格の名詞句と分詞(ταῦτα δὲ τὰ βράγχια αἰρόμενα)で文が開始しているが、後続する主節の主動詞 εἰσέρχεται の主語は τὸ ὕδωρ に切り替わっており、破格構文(懸垂分詞)となっている。機能的には属格絶対構文(τούτων δὲ τῶν βραγχίων αἰρομένων)と同等であり、「これらの鰓が持ち上げられると」という副詞的状況を表す。すぐ後の ὅπερ θερμὸν συστελλόμενον ... συμπίπτουσι τὰ βράγχια においても同様の主格の懸垂分詞構文が用いられている。

  2. 6.52οὐκ ἀπέρχεται δὲ τὸ ὕδωρ πρὸς τὴν καρδίαν καὶ ψύχει αὐτήν, ἀλλὰ τὸ ἐν τῷ αἵματι θερμὸν τὸ ὑπὸ τοῦ ὕδατος ψυχθέν

    対比の接続詞 ἀλλά の後に主動詞句(ἀπέρχεται πρὸς τὴν καρδίαν καὶ ψύχει αὐτήν)が省略されており、主格句 τὸ ἐν τῷ αἵματι θερμὸν τὸ ὑπὸ τοῦ ὕδατος ψυχθέν がその意味上の主語となっている。前節の否定「水が心臓へと赴いてそれを冷却するのではなく」に対応して、「水によって冷やされた血液中の熱が[心臓へと赴いてそれを冷却する]」と補って読解する。

  3. 6.52ταῦτα εἰπών, εἶτα φήσας ... τούτου μὲν πέπαυται τοῦ βιβλίου

    主格分詞 ταῦτα εἰπών および φήσας の意味上の主語は、文脈上明らかなアリストテレスである。分詞 φήσας に導かれる4つの従属節(ὅτι..., καὶ ὅτι..., καὶ πῶς..., καὶ ὅτι...)を挟んで、主動詞 πέπαυται(中動相完了形、「…を終える」+離脱の属格 τούτου τοῦ βιβλίου)に結びつく長大な文構造を持つ。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:148.19-149.16