- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:116.1-117.22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ミカエルはアリストテレスの議論に沿って、魂を火・球状原子と同一視し呼吸をそれらの外への流出防止と補充と見なすデモクリトスの呼吸説を整理し、難解な文言を解説する。続いて、外気が外部では凝縮させつつ吸入時には身体を拡張させるというデモクリトス説の不整合と、寒冷時よりも暖気の中で呼吸がより必要とされる事実からの反駁を展開する。
" Δημόκριτος δ’ ὅτι μὲν ἐκ τῆς ἀναπνοῆς συμβαίνει τι τοῖς ἀναπνέουσι λέγει, φάσκων κωλύειν ἐκθλίβεσθαι." Δημόκριτος, ὡς ἐν τῷ πρώτῳ τῶν Περὶ ψυχῆς εἴρηται, πῦρ τὴν ψυχὴν ἡγούμενος, τὸ δὲ πῦρ ἐκ τῶν σφαιρικῶν ἀτόμων ποιῶν, καὶ ταύτην ἐκ τῶν σφαιρικῶν ἀτόμων κατεσκεύαζεν. ἡγούμενος οὖν τὴν ψυχὴν τοιαύτην, ἔλεγεν ὅτι ψυχρὸν ὂν τὸ περιέχον καὶ διὰ τοῦτο πυκνοῦν τὰ σώματα, ἀνάγκη τῇ πυκνώσει ἐκπυρηνίζεσθαι τὰς σφαιρικὰς ἀτόμους διὰ τὸ εὐκίνητον (εὐκινητότατον γὰρ τῶν σωμάτων ἡ σφαῖρα). ἐξ ὧν σφαιρίων τῷ ζῴῳ καὶ ἡ ψυχὴ καὶ τὸ ζῆν ὑπάρχει. ἐπεὶ οὖν ἐκπυρηνιζομένων τῶν σφαιρικῶν ἀτόμων κινδυνεύει φθαρῆναι τὸ ζῷον, βοήθειά τις γέγονε τῷ ζῴῳ ἡ εἰσπνοή· εἰσπνέον γὰρ εἰσάγει ἄλλας ἔξωθεν ἀτόμους σφαιρικὰς ἀντὶ τῶν ἐκπυρηνισθεισῶν. διὸ μέχρι τούτου ζῶμεν, ἄχρις ἂν ἀναπνέωμεν, τῆς δ’ ἀναπνοῆς παυσάμενοι καὶ τοῦ ζῆν παυόμεθα. οὐ μόνον δ’ ἔλεγε Δημόκριτος, τῷ εἰσκρίνεσθαι διὰ τῆς ἀναπνοῆς τὰς σφαιρικὰς ἀτόμους καὶ προσκρίνεσθαι ἡμῖν ἀντὶ τῶν ἐξελθουσῶν συμβαίνειν ἡμᾶς ζῆν, ἀλλὰ καὶ τῷ τὰς εἰσιούσας διὰ τῆς ἀναπνοῆς κωλύειν τῇ πλείονι ῥύμῃ τὰς μελλούσας ἐξέρχεσθαι, καὶ οὕτω πλείους γινομένας καὶ τῷ εὐκινήτῳ θερμαινούσας τὸ τῶν ζῴων σῶμα ἐκκρούειν τὴν ἔξωθεν ψύξιν·1 ἥτις αἰτία γίνεται τοῦ ἐκπυρηνίζεσθαι αὐτάς. ἡ μὲν οὖν διάνοια αὕτη, κατὰ δὲ τὴν λέξιν τὴν καὶ τὸ θερμὸν ταὐτὸν τὰ πρῶτα σχήματα τῶν σφαιροειδῶν ταὐτόν ἐστι τῷ ‘καὶ θερμὸν ταὐτόν, τὰ σφαιροειδῆ τὰ πρῶτα τῶν σχημάτων’· πρῶτα γὰρ τῶν στερεῶν σχημάτων τὰ σφαιροειδῆ. ἀλλὰ καὶ τὸ κατὰ φύσιν μὲν γῆρας, βίᾳ δὲ παρὰ φύσιν ἴσον ἐστὶ τῷ ‘τὸ μὲν γῆρας κατὰ φύσιν ἐστίν, ἡ δὲ βία παρὰ φύσιν’, λέγων βίαν τὸν ἐν νεότητι θάνατον. ἐχρῆν οὖν, φησίν, αὐτὸν εἰπεῖν, διὰ τί ὁτὲ μὲν γίνεται ἐν τῷ γήρᾳ ὁ θάνατος, ὁτὲ δ’ οὔ. θύραθεν δὲ νοῦν λέγει τὰς ἐν τῷ ἀέρι, ὡς ὁ Δημόκριτος ἐνόμιζε, σφαιρικὰς ἀτόμους.2 οὐ γὰρ δή, φησίν, ἐκεῖναι αἴτιαί εἰσι τοῦ ἀναπνεῖν ἡμᾶς, ἀλλ’ ἔσωθεν ἐστὶν ἡ ἀρχὴ τῆς ἀναπνοῆς. διὰ γὰρ σωτηρίαν γίνεται τοῦ ἐν ἡμῖν θερμοῦ.
「しかしデモクリトスは、呼吸することから呼吸するものたちに何かが生じると述べており、[魂が]押し出されるのを防ぐのだと主張している。」 デモクリトスは、『魂について』の第一巻で言われているように、魂を火と考え、火を球状の原子から成るものとしていたので、魂をも球状の原子から構成していた。それゆえ彼は、魂がこのようなものであると考え、取り囲む外気が冷たいものであってそれゆえ身体を凝縮させる以上、その凝縮によって、球状の原子はその動きやすさゆえに(物体の中で球が最も動きやすいからである)外へ押し出されることが必然である、と語っていた。これらの小球体から、動物にとって魂も生きていることも存立しているのである。したがって、球状の原子が外へ押し出されることで動物が滅びる危機に瀕するため、動物にとってある種の救済として吸気が生じたのである。なぜなら吸気することによって、押し出されたものの代わりに、外から別の球状の原子を取り入れるからである。このゆえに我々は呼吸している限りにおいて生きているのであり、呼吸を止めたときには生きることも止めるのである。しかしデモクリトスは、呼吸を通じて球状の原子が内部へ入り込み、外へ出て行ったものの代わりに我々に付加されることによって我々が生きるという結果になる、と語っただけではない。呼吸を通じて入ってくる[原子]が、より強い勢いによって、外へ出ようとする[原子]を阻止し、このようにしてより多くなり、その動きやすさによって動物の身体を温めることによって、それらを外へ押し出す原因となる外部からの冷えを追い払うことによっても[我々が生きるという結果になる]、と語っていたのである。意図としては以上の通りであるが、文言に関して言えば、「そして熱は同じもの、球状のものの最初の形」というのは、「そして熱は同じもの、形の第一のものたる球状のもの」と同じことである。立体的な形の中で球状のものが第一であるからである。さらに「自然に従う老年と、強迫による反自然的なもの」は、「老年は自然に従うものであり、強迫は自然に反する」と等しく、強迫とは若さのなかでの死を言っている。したがって彼[デモクリトス]は、なぜある時には老年において死が生じ、ある時にはそうではないのかを語るべきであった、と彼[アリストテレス]は言う。「外からの知性」と彼が呼んでいるのは、デモクリトスが考えていたような、空気中の球状の原子のことである。というのも、それらが我々の呼吸の原因なのではなく、呼吸の原理は内側にあるからだ、と彼は言う。我々の内にある熱の保持のために[呼吸が]生じるからである。
"Ἄτοπον δὲ καὶ τὸ ἅμα τὸ περιέχον συνθλίβειν καὶ εἰσιὸν διαστέλλειν.3" Εἰ γὰρ αἱ σφαιρικαὶ ἄτομοι πῦρ οὖσαι μετὰ τοῦ περιέχοντος ἡμᾶς ἀέρος εἰσίν, ἄτοπον τὸ ἐκτὸς μὲν οὔσας μετὰ τοῦ ἀέρος καταψύχειν καὶ συστέλλειν τὰ σώματα, εἰσιούσας δὲ μετὰ τοῦ ἀέρος (ἀνάγκη γὰρ μετ’ αὐτοῦ εἰσέρχεσθαι) θερμαίνειν καὶ διαστέλλειν. εἰ γὰρ ἐκτὸς μετὰ τοῦ ἀέρος οὖσαι συνέστελλον τὰ σώματα, ἀνάγκη καὶ ἐντὸς οὔσας τὸ αὐτὸ ποιεῖν. σαφῆ δὲ τὰ ἑξῆς.
「取り囲むものが同時に一方では圧迫し、入ってくるときには拡張させるというのも不条理である。」 というのも、もし球状の原子が火でありながら我々を取り囲む空気と共にあるのだとすれば、それらが外側にあるときには空気と共に身体を冷却して収縮させ、空気と共に入ってくるときには(空気と共に入り込むことが必然だからである)身体を温めて拡張させる、というのは不条理だからである。なぜなら、外側で空気と共にあるときに身体を収縮させていたのであれば、内側にあるときにも同一のことを行うのが必然だからである。続く文言は明白である。
"Ἐν γὰρ ταῖς ἀλέαις θερμαινόμενοι μᾶλλον καὶ τῆς ἀναπνοῆς μᾶλλον δεόμεθα." Ἐκ τῶν ἡμῖν συμβαινόντων καὶ τοῦτο τὸ ἐπιχείρημα ἐπῆκται πρὸς ἔλεγχον τῆς Δημοκρίτου δόξης. ἔστι δὲ τὸ λεγόμενον· εἰ γὰρ διὰ τὸ ἐν ψύχει πυκνοῦσθαι τὰ σώματα ἡμῶν αἱ σφαιρικαὶ ἄτομοι ἐκπυρηνίζονται καὶ δεόμεθα τῆς εἰσπνοῆς, ἔδει ἐν ταῖς ἀλέαις μὴ ἀναπνεῖν· οὐ γὰρ πυκνοῦνται τότε τὰ σώματα ἡμῶν, μὴ πυκνούμενα δὲ δῆλον ὡς οὐδὲ ἐξέρχονται αἱ σφαῖραι, τούτων δὲ μὴ ἐξερχομένων οὐ χρεία τῆς εἰσπνοῆς. νῦν δὲ μᾶλλον δεόμεθα ἐν ταῖς ἀλέαις τῆς ἀναπνοῆς, ἐν δὲ τῷ ψύχει ἧττον. γίνεται δὲ καὶ πᾶν τοὐναντίον ὧν Δημόκριτός φησιν. αὐτὸς μὲν γάρ φησιν ὅτι διὰ τὴν τῶν σφαιρῶν ἐκπυρήνισιν, ὅπερ ταὐτόν ἐστι τῷ ‘διὰ θερμοῦ ἔνδειαν’, γίνεται ἡ εἰσπνοή· ὁρῶμεν δὲ μᾶλλον γινομένην διὰ πλῆθος θερμοῦ, ἀλλ’ οὐ διὰ στέρησιν· ὅταν γὰρ πολὺ ἀθροισθῇ τὸ θερμὸν μὴ ἐκπνέοντες, τότε δεόμεθα τῆς εἰσπνοῆς.4 ἀλλὰ καὶ ἀλεάζοντες, τουτέστι θερμαινόμενοι, πολλάκις ἀναπνέομεν τῷ δεῖσθαι ἐμψύξεως διὰ τὴν πολλὴν θερμότητα. ὅταν γὰρ τὸ τῆς παροιμίας, φησί, πῦρ ἐπὶ πῦρ γένηται, τοῦτο δὲ ἴσον ἐστὶ τῷ ‘ὅταν θερμότης ἐπὶ τῇ ἐνούσῃ ἡμῖν θερμότητι γένηται’, τότε δεόμεθα τῆς εἰσπνοῆς.
「というのも、暖気の中で我々はより温められ、呼吸をより必要とするからである。」 我々に生じる事象から、デモクリトスの見解を反駁するためにこの議論も導かれている。言われていることは次の通りである。というのも、もし寒冷の中で我々の身体が凝縮するために球状の原子が外へ押し出され、我々が吸気を必要とするのだとすれば、暖気の中では呼吸すべきではないはずである。そのとき我々の身体は凝縮しないからであり、凝縮しないならば球体が出ていくこともないのは明白であり、これらが出ていかないならば吸気の必要もないからである。しかし実際には、暖気の中で我々は呼吸をより必要とし、寒冷の中ではより少なく必要とする。そしてデモクリトスが言うこととまったく正反対のことが生じている。なぜなら、彼自身は球体の押し出しによって、すなわち「熱の欠乏によって」吸気が生じると言っているが、我々が見るところでは、それは欠如によってではなく、むしろ熱の多量さによって生じるからである。なぜなら、呼気を行わないことで熱が多く集積するとき、そのとき我々は吸気を必要とするからである。さらに暖まること、すなわち温められることによっても、多くの熱のゆえに冷却を必要とすることによって我々はしばしば呼吸する。諺にあるように「火の上に火が加わるとき」、すなわち「我々の内にある熱の上に熱が加わるとき」、そのとき我々は吸気を必要とする、と彼[アリストテレス]は言うからである。
- 6.20οὐ μόνον δ’ ἔλεγε Δημόκριτος, τῷ εἰσκρίνεσθαι διὰ τῆς ἀναπνοῆς τὰς σφαιρικὰς ἀτόμους καὶ προσκρίνεσθαι ἡμῖν ἀντὶ τῶν ἐξελθουσῶν συμβαίνειν ἡμᾶς ζῆν, ἀλλὰ καὶ τῷ τὰς εἰσιούσας διὰ τῆς ἀναπνοῆς κωλύειν τῇ πλείονι ῥύμῃ τὰς μελλούσας ἐξέρχεσθαι, καὶ οὕτω πλείους γινομένας καὶ τῷ εὐκινήτῳ θερμαινούσας τὸ τῶν ζῴων σῶμα ἐκκρούειν τὴν ἔξωθεν ψύξιν·
長大な文であるが、骨格は οὐ μόνον δ’ ἔλεγε ... συμβαίνειν ἡμᾶς ζῆν τῷ εἰσκρίνεσθαι ... ἀλλὰ καὶ τῷ ... κωλύειν ... καὶ ... ἐκκρούειν である。二つの原因・手段を表す与格動名詞句(τῷ εἰσκρίνεσθαι... と τῷ ... κωλύειν... ἐκκρούειν)が οὐ μόνον ... ἀλλὰ καί で並置され、いずれも συμβαίνειν ἡμᾶς ζῆν(我々が生きるという結果になること)の根拠として ἔλεγε に係っている。
- 6.20θύραθεν δὲ νοῦν λέγει τὰς ἐν τῷ ἀέρι, ὡς ὁ Δημόκριτος ἐνόμιζε, σφαιρικὰς ἀτόμους.
二重対格構文。θύραθεν νοῦν がアリストテレスの文言の引用(呼称対象)であり、τὰς ... σφαιρικὰς ἀτόμους がその指示対象(内容)として目的語に取られている。「『外からの知性』と彼が呼んでいるのは、空気中の球状の原子のことである」と解する。
- 6.21Ἄτοπον δὲ καὶ τὸ ἅμα τὸ περιέχον συνθλίβειν καὶ εἰσιὸν διαστέλλειν.
レンマの構文において、主語となる名詞化不定詞句 τὸ ... συνθλίβειν καὶ ... διαστέλλειν の意味上の主語は対格の τὸ περιέχον である。分詞 εἰσιόν は中性単数主格/対格形であり、意味上の主語である τὸ περιέχον に一致して時・状況(入ってくるときに)を表している。
- 6.22ὅταν γὰρ πολὺ ἀθροισθῇ τὸ θερμὸν μὴ ἐκπνέοντες, τότε δεόμεθα τῆς εἰσπνοῆς.
従属節 ὅταν ... ἀθροισθῇ において、分詞 μὴ ἐκπνέοντες は主節の主語(我々)に一致する男性複数主格で置かれ、条件・手段(呼気を行わないことによって)を表している。ὅταν 節の主語は τὸ θερμόν であるが、分詞は主節の潜在的主語(ἡμεῖς)に呼応する構文的ねじれ(変則的一致)を示している。
