- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:95.35-97.17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ヘリオドロスは交換的正義における比例的報復を説明し、対角線的結合による交換モデルと、通約性の尺度としての「必要」および貨幣(通貨)の導入と反比例の論理を敷衍する。
Ὅτι τὸ ἀντιπεπονθὸς οὐκ ἔστιν εἶδος δικαιοσύνης, εἰ μὴ κατὰ 20#2 ἐνδέχεται γὰρ τὸ ἑτέρου ἔργον τιμιώτερον εἶναι θατέρου· οὐ γὰρ ἀντὶ οἰκίας ὑποδήματα δώσει ὁ σκυτοτόμος τῷ οἰκοδόμῳ, ἀλλὰ τοσοῦτον δεῖ εἰσενεγκεῖν τὸν σκυτοτόμον εἰς τὴν ἀντίδοσιν, ὅσον ἐκεῖνος εἰς τὴν οἰκίαν ἐζημιώθη· εἰ δὲ μή, ἄνισα ἔσται τὰ ἀλλάγματα καὶ αἱ χάριτες ἀνώμαλοι. δεῖ τοίνυν ἐν ταῖς χάρισι τηρεῖν τὴν ἰσότητα· πλὴν κατὰ τὴν ἀναλογίαν, ἣν ποιεῖ ἡ κατὰ διάμετρον σύζευξις·1 διάμετρος μὲν γάρ ἐστιν ἡ ἀπὸ τῆς γωνίας τοῦ παραλληλογράμμου ἐπὶ τὴν ἀπεναντίον γωνίαν ἐπιζευγνυμένη εὐθεῖα. ἔστω δὲ ὥσπερ τετράγωνον οἱ τέσσαρες ὅροι· ὁ οἰκοδόμος ὁ σκυτοτόμος τὸ ὑπόδημα ἡ οἰκία· ὁ οἰκοδόμος μέν, ἐφ’ οὗ τὸ α, σκυτοτόμος δέ, ἐφ’ οὗ τὸ γ, οἰκία, ἐφ’ οὗ τὸ β, ὑπόδημα, ἐφ’ οὗ τὸ δ· ἐπεὶ τοίνυν ὑπὸ τὸν σκυτοτόμον τὸ ὑπόδημα τίθεται, ὥσπερ τὸ δ ὑπὸ τὸ γ, καὶ ὑπὸ τὸν οἰκοδόμον ἡ οἰκία, ὥσπερ τὸ β ὑπὸ τὸ α, ἐν ταῖς πρὸς ἀλλήλους κοινωνίαις συναφθήσεται μὲν ὁ οἰκοδόμος τοῖς ὑποδήμασιν, ὥσπερ συνάπτεται τὸ α τῷ δ, ὁ δὲ σκυτοτόμος τῇ οἰκίᾳ, ὥσπερ τὸ γ τῷ β· καὶ οὕτως ἔσονται αἱ κοινωνίαι κατὰ διάμετρον, οὐ κατὰ τὰ αὐτὰ ἀλλὰ κατὰ τὰ ἀνάλογα. διὰ τοῦτο δεῖ τὰ ἀλλασσόμενα λόγον ἔχειν καὶ συμμετρίαν πρὸς ἄλληλα· εἰσὶ γὰρ ἔνια, ἃ οὐδὲ δύναται σχεδὸν ἀλλαγῆναι διὰ τὸ ἀσύμμετρα εἶναι, οἷον τὸ τοῦ αὐλητοῦ ἔργον καὶ τὸ τοῦ οἰκοδόμου. διὰ τοῦτο παρελήφθη τὰ νομίσματα, ἅτινα πρὸς πᾶν ἔργον δύνανται ἀλλαγῆναι καὶ παντὸς ἔργου τὴν ἀξίαν μετροῦσιν· ἀπὸ τούτων γὰρ γινώσκομεν πόσων ὑποδημάτων ἡ οἰκία ἀξία ἐστὶν ἢ πόσης τροφῆς ἢ ἄλλων ἔργων· εἰ γὰρ μὴ ἡ ἀξία ἑκάστου γινώσκοιτο, οὐ δύναται συστῆναι ἡ ἀλλαγὴ καὶ ἡ κοινωνία· τὸ γὰρ μὴ διδόναι καὶ λαμβάνειν ἀξίως οὐκ ἔστιν ἀλλαγὴ οὐδὲ κοινωνία. διὰ τοῦτο ἀνάγκη εἶναί τι ἓν μέτρον κοινὸν ἁπάντων, ᾧ πάντα δυνάμεθα μετρεῖν καὶ δι’ οὗ τὴν ἀξίαν ἑκάστου γινώσκομεν. ἔστι δὲ φύσει μὲν καὶ ἀληθείᾳ ἡ χρεία μέτρον ἁπάντων· καθόσον γάρ τις δεῖταί τινος, κατὰ τοσοῦτον βούλεται αὐτῷ κοινωνεῖν· εἰ γὰρ μὴ δέοιτο τῶν ἑτέρου ἢ μὴ ὥσπερ ἄλλος τῶν ἐκείνου ἀλλὰ ἔλαττον, οὐκ ἔσται ποτὲ ἀλλαγή· δεόμενος δὲ τὰ ἑαυτοῦ δίδωσι καὶ λαμβάνει τὰ τῶν ἄλλων. ἡ μὲν οὖν χρεία φύσει καὶ ἀληθείᾳ μέτρον ἐστὶ τῶν πραγμάτων· αὕτη γὰρ πάντας εἰς ἓν συνάγει· νόμῳ δὲ καὶ κατὰ συνθήκην τὸ νόμισμα· καὶ διὰ τοῦτο καὶ νόμισμα καλεῖται, ὅτι οὐκ ἔστι φύσει, ἀλλὰ παρ’ ἡμῶν ἐτέθη, καὶ ἐφ’ ἡμῖν ἔστι μεταβαλεῖν αὐτὸ καὶ ποιῆσαι ἄχρηστον. ἔστι τοίνυν καὶ τὸ νόμισμα μέτρον, ὡς εἴρηται, τῆς τῶν πραγμάτων ἀξίας, καὶ αὐτοῦ μὲν οὐκ ἔστι χρεία δι’ ἑαυτό, ἔστι δὲ ὥσπερ ὑπάλλαγμα τῆς χρείας· διὰ τούτων τοίνυν τῶν μέτρων γνωσθείσης ἑκάστου τῆς ἀξίας τῶν ἔργων, ἡ ἀλλαγὴ ἰσόρροπος ἔσται κατὰ τὸ ἀνάλογον. ἡ δὲ ἀναλογία ἔσται ἀντιπεπονθότως· οὕτω γὰρ δυνατὸν ἰσασθῆναι τὴν ἀλλαγήν. ἀντιπεπονθότα δὲ λέγονται παρὰ τοῖς μαθηματικοῖς,2 ὅταν ᾖ ὡς τὸ α πρὸς τὸ β, τὸ γ πρὸς τὸ δ· καὶ ὡς τὸ α πρὸς τὸ γ, τὸ δ πρὸς τὸ β· εἰ τοῦτον τοίνυν τὸν τρόπον ἀνάλογον ἔσται τὰ ἀλλασσόμενα καὶ οἱ ἀλλάσσοντες, δικαία ἔσται ἡ ἀλλαγή. ἔστω γεωργός σκυτοτόμος α γ β δ σῖτος ὑπόδημα γὰρ σκυτοτόμος, ἐφ’ οὗ γ, γεωργός, ἐφ’ οὗ α, ὑποδήματα, ἐφ’ οὗ δ, σῖτος, ἐφ’ οὗ β· κείσθω δὴ τὸν γεωργὸν πρὸς τὸν σκυτέα διπλάσιον λόγον ἔχειν, ἔσται δὲ καὶ ὁ σῖτος διπλάσιος τῇ ἀξίᾳ τῶν ὑποδημάτων· εἰ τοίνυν ἔσται ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτέα τὰ ὑποδήματα πρὸς τὴν τροφὴν ἢ τὸν σῖτον, διπλασίονα ἔσται τὰ ὑποδήματα τοῦ σίτου καὶ οὕτως ἔσονται ἄξια τοῦ σίτου· εἰ δὲ μὴ οὕτως ἡ ἀλλαγὴ γένοιτο, οὐ δεῖ εἰς σχῆμα ἀναλογίας ἄγειν αὐτά,3 οὐ γὰρ δυνατὸν ἰσασθῆναι.
Ὅτι τὸ ἀντιπεπονθὸς οὐκ ἔστιν εἶδος δικαιοσύνης, εἰ μὴ κατὰ 20#2というのも、一方の人の働きが他方の人のそれよりも価値が高いということがありうるからである。靴職人は建築家に家屋の代わりに靴[一足]を与えるのではなく、建築家が家屋のために費やしたのと同等の分量を靴職人は返報のために拠出しなければならない。そうでなければ、交換される事物は不等となり、諸々の恩恵は不均等になるであろう。それゆえ恩恵においては均等性を保たねばならない。ただし、対角線による結合が作り出す比例に従ってである。対角線とは、平行四辺形の角からその向かいの角へと結び合わされる直線である。そして四つの項が正方形のようであるとせよ。建築家、靴職人、靴、家屋である。建築家はαが置かれるもの、靴職人はγが置かれるもの、家屋はβが置かれるもの、靴はδが置かれるものである。そこで、δがγの下に置かれるように靴が靴職人の下に置かれ、βがαの下に置かれるように家屋が建築家の下に置かれる以上、互いに対する共同関係において、αがδに結び合わされるように建築家は靴に結び合わされ、γがβに結び合わされるように靴職人は家屋に結び合わされるであろう。そしてこのようにして諸々の共同関係は対角線に従って、同一のものに従ってではなく、比例的なものに従って成り立つであろう。このゆえに、交換される事物は互いに対して比と通約性を持たねばならない。なぜなら、通約不可能であることによって、ほとんど交換されえないものも幾つか存在するからであり、例えば笛吹きの働きと建築家の働きがそうである。このゆえに、あらゆる働きに対して交換されえ、あらゆる働きの価値を測定する貨幣が導入されたのである。貨幣から我々は、家屋がどれだけの靴に値するのか、あるいはどれだけの食糧に値するのか、あるいは他の働きに値するのかを知るからである。なぜなら、もし各々の価値が知られないならば、交換と共同関係は成り立ちえないからである。価値にふさわしく与え受け取らないことは、交換でも共同関係でもないからである。このゆえに、我々がすべてを測定することができ、それによって各々の価値を知るところの、あらゆるものに共通する何らかの一つの度量が存在することが不可欠なのである。そして本性上かつ真理においては、必要が万物の度量である。というのも、人は誰かを必要とする度合いに応じて、その人と共同関係を結ぶことを望むからである。もし他方の人のものを必要としないか、あるいは相手が自分のものを必要とするようには必要とせず、より少なくしか必要としないならば、決して交換は成り立たないであろう。しかし必要としているがゆえに、自らのものを与えて他人のものを受け取るのである。したがって、必要は本性上かつ真理において事物の度量である。これが万人を一つへと結び合わせるからである。しかし、法と取り決めによって貨幣が[度量である]。そしてまさにこのゆえに貨幣とも呼ばれるのである。それは本性によるものではなく我々によって制定されたものであり、それを変更して無用なものとすることも我々の手中にあるからである。それゆえ、言われたように貨幣もまた事物の価値の度量であり、それ自体のためにそれ自体の必要が存在するのではなく、必要のいわば代用品なのである。それゆえ、これらの度量を通じて諸々の働きの各々の価値が知られることで、交換は比例に従って均衡したものとなるであろう。そしてその比例は、反比例に従って成り立つであろう。このようにして初めて、交換が均等にされることが可能となるからである。数学者たちの間では、αのβに対する比がγのδに対する比のようであり、またαのγに対する比がδのβに対する比のようであるときに、反比例していると言われる。それゆえ、交換される事物と交換する者たちとがこの仕方で比例的であるならば、交換は正当なものとなるであろう。農民、靴職人、α、γ、β、δ、穀物、靴とせよ。靴職人はγが置かれるもの、農民はαが置かれるもの、靴はδが置かれるもの、穀物はβが置かれるものである。そこで、農民が靴職人に対して二倍の比を持つとし、穀物もまた価値において靴の二倍となるであろう。それゆえ、農民の靴職人に対する比が、靴の食糧あるいは穀物に対する比のようであるとすれば、靴は穀物の二倍となるであろうし、このようにして穀物に値するものとなるであろう。しかし、もし交換がこのようになされないならば、それらを比例の形式へと導くべきではない。均等にされることが不可能だからである。
- 5.ἡ κατὰ διάμετρον σύζευξις
κατὰ διάμετρον は「対角線に従った」を意味する幾何学的表現。4つの項(生産者A・Bと生産物C・D)を長方形または平行四辺形の頂点に配し、対角線方向に向かい合う項(生産者Aと他者の生産物D、生産者Bと他者の生産物C)を結び合せる(σύζευξις)論理的構成を指す。
- 5.ἀντιπεπονθότα δὲ λέγονται παρὰ τοῖς μαθηματικοῖς
ἀντιπεπονθότως(反比例して)の幾何学的定義の説明。幾何学比において一方の比が他方の逆比となる関係(本文では α:β = γ:δ かつ α:γ = δ:β と並置されている)を指しており、ここでは「能力(価値)の高い生産者がより多量の生産物を受け取り、能力の劣る生産者がより少量の生産物を受け取る」という相互関係の定式化として用いられている。
- 5.οὐ δεῖ εἰς σχῆμα ἀναλογίας ἄγειν αὐτά
αὐτά の指示対象は交換される品目および当事者たち。文意は「もし交換が前述の比例に従ってなされないならば、交換の当事者・品目たちを比例の図式(σχῆμα ἀναλογίας)に当てはめるべきではない」。直後の οὐ γὰρ δυνατὸν ἰσασθῆναι(均等にされることが不可能だからである)がその禁止の理由を述べている。
