← プルサのヘリオドロス

アリストテレス『ニコマコス倫理学』パラフレーズ

§86.30-88.9

不正な人の求める善と徳全体としての正義

不正な人が求める善が無条件の善でありながら自らを善くしない外面的な富等であることを明らかにし、法が徳全般を命じることから、他者との関係において行使される法的な正義が部分ではなく徳全体(完全な徳)であることを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.0#2

ἀγαθὸν δὲ ζητεῖ οὐ τὸ αὑτῷ ἀγαθὸν καὶ ὅπερ ἂν αὐτὸν ἀμείνω ποιήσειεν·1 οὐ γὰρ ζητεῖ τῶν ἄλλων σωφρονέστερος εἶναι οὐδὲ τῶν ἰατρῶν ἰατρικώτερος οὐδὲ τῶν ἐλευθερίων ἐλευθεριώτερος οὐδὲ ἄλλο οὐδὲν τῶν ἀγαθῶν, ὅσα αὐτά τε ἁπλῶς καὶ καθ’ ἑαυτά εἰσιν ἀγαθὰ καὶ αὐτὸν ἀγαθὸν ποιεῖ· ἀλλὰ περὶ ἐκεῖνα τῶν ἀγαθῶν ζητεῖ τοὺς ἄλλους ὑπερνικᾶν, ὅσα ἁπλῶς καὶ καθ’ αὑτά εἰσιν ἀγαθά, αὐτὸν δὲ οὐ ποιεῖ ἑαυτοῦ βελτίονα ἀλλὰ καὶ χείρω πολλάκις, οἷον χρήματα καὶ δυναστείαν καὶ σώματος εὐεξίαν· ταῦτα γὰρ ὕλη κακίας τῷ φαύλῳ γίνεται χείρονος· καὶ τὰ ἄλλα, ὅσα περὶ εὐτυχίαν ἢ ἀτυχίαν ἐστίν, ἅπερ οἱ πλεῖστοι τῶν ἀνθρώπων ἑαυτοῖς εὔχονται καὶ διώκουσι. δεῖ δὲ οὐχ οὕτω ποιεῖν,2 ἀλλ’ εὔχεσθαι μὲν ταῦτα τὰ ἁπλῶς ἀγαθὰ καὶ αὐτοὺς ἀγαθῦναι καὶ ὠφελῆσαι καὶ μὴ χείρους ποιῆσαι, αἱρέσεως δὲ προκειμένης, προκρίνειν οὐ τὰ ἁπλῶς ἀγαθὰ ἀλλὰ τὰ αὑτοῖς ἀγαθὰ καὶ ὅσα αὐτοὺς δυνήσεται βελτίους ποιεῖν. ὁ δὲ ἄδικος εὔχεται μὲν αὑτῷ τὰ περὶ εὐτυχίαν ἀγαθὰ καὶ ἐν τούτοις ἀεὶ ζητεῖ τὸ πλέον ἔχειν, αἱρεῖται δὲ καὶ τὰ ἐλάττονα τῶν περὶ δυστυχίαν κακῶν· νομίζει γὰρ τὸ ἔλαττον κακὸν ἀγαθὸν εἶναι. καὶ διότι ὁ πλεονέκτης ἀεὶ καὶ ἡ πλεονεξία περὶ τὸ ἀγαθόν ἐστι, διὰ τοῦτο δοκεῖ πλεονέκτης εἶναι. ἔστι δὲ ὁ ἄδικος ἄνισος· τοῦτο γὰρ περιεκτικὸν ὄνομα καὶ κοινόν ἐστι πᾶσι τοῖς εἴδεσι τῆς ἀδικίας, ἡ ἀνισότης· καὶ γὰρ καὶ ὁ παράνομος ἄνισός τίς ἐστι καὶ πλεονέκτης. ἐπεὶ δὲ ὁ παράνομος ἄδικός τίς ἐστι καὶ ὁ νόμιμος δίκαιος, φανερὸν ὅτι πάντα τὰ νόμιμα δίκαιά πώς ἐστι· τὰ γὰρ ὡρισμένα ὑπὸ τῆς νομοθετικῆς νόμιμά τέ ἐστι καὶ δίκαια λέγονται· ἕκαστον γὰρ τῶν νομίμων καὶ δίκαιον εἶναί φαμεν· ὥστε περὶ ὅσα εἰσὶν οἱ νόμοι, περὶ ταῦτα καὶ τὴν δικαιοσύνην εἶναι συμβαίνει. ἀλλ’ οἱ νόμοι περὶ ἁπάντων ἀγορεύουσι, στοχαζόμενοι τοῦ συμφέροντος ταῖς πολιτείαις ἁπάσαις, εἴτε δημοκρατίαν εἴτε ἀριστοκρατίαν εἴτε ἄλλην τινὰ τάττουσι πολιτείαν, προστάττοντες δὲ πάντα τὰ κατὰ πᾶσαν ἀρετὴν ἔργα, οἷον σώφρονα καὶ δίκαια καὶ ἀνδρεῖα. προστάττουσι γὰρ μὴ λείπειν τὴν τάξιν μηδὲ φεύγειν, ὅπερ ἐστὶ τοῦ ἀνδρείου, καὶ μὴ μοιχεύειν μηδὲ ὑβρίζειν, ὅπερ ἐστὶ τοῦ σώφρονος ἔργον, καὶ μὴ τύπτειν μηδὲ κακουργεῖν, ὃ πραότητός ἐστιν·3 ὁμοίως δὲ καὶ τὰ τῶν ἄλλων ἀρετῶν καὶ κακιῶν τὰ μὲν κελεύει, τὰ δὲ ἀπαγορεύει. καὶ ὁ μὲν ἀκριβὴς νόμος καὶ ὀρθὸς κατὰ τὸν ὀρθὸν καὶ ἀκριβῆ λόγον, ὁ δὲ αὐτοσχεδίως καὶ ἀβασανίστως τιθεὶς οὐ πάνυ ἀκριβῶς καὶ ὡς προσῆκεν ἀλλὰ χεῖρον καὶ κελεύει καὶ ἀποτρέπει· κελεύει δ’ οὖν ὅμως καὶ ἀποτρέπει τὰ ἀγαθὰ καὶ τὰ φαῦλα· παντὸς γὰρ νόμου τόδε σκοπός ἐστιν. εἰ τοίνυν ὅσα νόμιμα, τοσαῦτα καὶ δίκαια, καὶ περὶ ἃ ὁ νόμος, περὶ ταῦτα καὶ τὴν δικαιοσύνην εἶναι συμβαίνει, πᾶσαν ἀρετὴν ἡ δικαιοσύνη περιέχει, καὶ ἔστι τις ἀρετὴ τελεία διὰ τὸ πάσας τὰς ἀρετὰς περιέχειν, καὶ αὐτὴν εἶναι τὴν ὅλην ἀρετήν. τούτῳ γὰρ μόνῳ τῆς καθόλου ἀρετῆς ἡ δικαιοσύνη διαφέρει, ὅτι ἡ μὲν ἕξις ἐστὶ καθ’ ἑαυτὴν μόνον, ἡ δὲ δικαιοσύνη τελεία ἐστὶν ἕξις, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς ἕτερον ἀναφερομένη· τὸ γὰρ χρῆσθαι πάσαις ἀρεταῖς πρὸς τὸ συμφέρον τῶν πέλας, τοῦτό ἐστιν ἡ δικαιοσύνη. καὶ διὰ τοῦτο κρατίστη δοκεῖ πασῶν ἀρετῶν, καὶ οὔθ’ ἕσπερος οὔθ’ ἑῷος ἀστὴρ οὕτω λαμπρός ἐστι καὶ θαυμαστὸς ὥσπερ ἡ δικαιοσύνη· καὶ παροιμιαζόμενοί φαμεν ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ’ ἀρετὴ ἔνι καὶ τελεία μάλιστα ἀρετή, ὅτι τῆς τελείας ἀρετῆς χρῆσίς ἐστιν. ὁ γὰρ ἔχων αὐτὴν καὶ πρὸς ἕτερον δύναται τῇ ἀρετῇ χρῆσθαι, ἀλλ’ οὐ μόνον καθ’ αὑτόν. πολλοὶ γὰρ ἑαυτοὺς μὲν ταῖς ἀρεταῖς ὠφελοῦσιν, ἄλλοις δὲ δι’ αὑτῶν οὐ δύνανται βοηθεῖν· καὶ διὰ τοῦτο καλῶς ὁ τοῦ Βίαντος ἔχει λόγος ‘ἀρχὰ δείξει ἄνδρα’· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἀρχὴ ἢ ἡ πρὸς ἄλλους τῶν ἀρετῶν κοινωνία. καὶ διὰ τοῦτο καὶ ἀλλότριον ἀγαθὸν εἶναι δοκεῖ ἡ δικαιοσύνη μόνη τῶν ἄλλων ἀρετῶν, ὅτι οὐχ ἑαυτῷ τὸ συμφέρον ἀλλὰ τοῖς ἄλλοις ζητεῖ, ἢ τῷ κοινῷ ἢ τῷ ἄρχοντι. ὁ μὲν οὖν ἑαυτόν τε βλάπτων τῇ μοχθηρίᾳ καὶ τοὺς φίλους κάκιστος, ὁ δὲ ταῖς ἀρεταῖς οὐ πρὸς τὸ οἰκεῖον κεχρημένος συμφέρον ἀλλὰ πρὸς τοὺς ἄλλους ἄριστός ἐστι· τοῦτο γὰρ ἔργον χαλεπόν. αὕτη μὲν οὖν ἡ δικαιοσύνη οὐ μέρος ἀρετῆς ἀλλ’ ὅλη ἐστὶν ἡ ἀρετή· καὶ ἡ ἀδικία ὁμοίως οὐ μέρος ἐστὶ κακίας ἀλλ’ ὅλη κακία. τίνι δὲ διαφέρει ἡ καθόλου ἀρετὴ τῆς δικαιοσύνης ταύτης, εἴρηται.

彼が求めている善とは、彼自身にとっての善でも、彼をより優れた者にするであろう善でもない。というのも、彼は他の者たちよりも節制ある者となることを求めてはおらず、医者たちよりも医術に長けた者となることも、気前の良い者たちよりも気前の良い者となることも、それら自体として無条件かつ自ずから善であり彼自身を善い者にするような善い事柄のどれ一つをも求めてはいないからである。むしろ、無条件かつ自ずから善ではあるが、彼自身を従前よりも善い者にはせず、しばしばかえって悪い者にするような、富や権力や身体の健康といった善き事柄において、他者を圧倒することを求めるのである。これらは悪しき者にとってはより悪い邪悪の素材となるからである。そして、大半の人間が自分自身のために祈り求め、追求するような、幸運や不運に関わる他のすべての事柄においても同様である。しかし、そのようにすべきではなく、むしろこれらの無条件の善が自分たちをも善くし、益し、より悪くしないように祈り求めつつも、選択が目の前にあるときには、無条件の善ではなく、自分たち自身にとっての善であり、自分たちをより善くすることができるような事柄を選択すべきである。他方、不正な人は自分自身のために幸運に関わる善き事柄を祈り求め、それらの事柄において常に余分に持つことを追求する一方で、不運に関わる悪しき事柄についてはより少ないものを選択する。より少ない悪は善であると考えているからである。そして、貪欲な人は常に善き事柄に関わり、貪欲も善き事柄に関するものであるゆえに、このことによって彼は貪欲であると思われるのである。ところで、不正な人は不均等な人である。というのも、不均等性というこの名称は、不正のすべての種を包括する共通のものであるからである。実際、法を破る者も一種の不均等な者であり貪欲な者である。他方、法を破る者が一種の不正な人であり、法に適った者が正しい人である以上、法に適った事柄はすべて何らかの仕方で正しい事柄であることは明白である。立法術によって定められた事柄は法に適ったものであり、また正しいと言われるからである。法に適った事柄の各々を、我々は正しいものでもあると主張するからである。それゆえ、法が関わるすべての事柄について、正義もまた関わることになる。しかし法は、民主政、貴族政、あるいは他のいかなる国制を定めるにしても、すべての国制にとって有益なものを目指しつつ、すべての事柄について命じ、節制ある行為、正しい行為、勇敢な行為といった、あらゆる徳に即したすべての行為を命じている。というのも、隊列を離脱しないことや逃走しないこと(これは勇敢な人の務めである)、密通しないことや侮蔑暴行を加えないこと(これは節制ある人の務めである)、殴打しないことや危害を加えないこと(これは温和さに属する)を命じるからである。同様に、他の徳や悪徳に属する事柄についても、一方を命じ、他方を禁止する。そして、厳密で正しい法は正しく厳密な理拠に従って[命じ禁止する]が、粗雑で吟味なしに制定された法は、それほど厳密でなく適切でもない仕方で、より劣ったあり方で命じたり思いとどまらせたりする。とはいえ、ともかくも法は善き事柄を命じ、悪しき事柄を思いとどまらせる。あらゆる法の目的はこれだからである。それゆえ、もし法に適ったすべての事柄が同等に正しい事柄でもあり、法が関わる事柄に正義もまた関わることになるのだとすれば、正義はあらゆる徳を包括しており、すべての徳を包括していることによって、ある種の完全な徳であり、それ自身が徳全体である。正義が普遍的な徳と異なるのは唯一次の点においてである。すなわち、普遍的な徳は自ずからそれ自体のみに関わる性向であるのに対して、正義は無条件にあるのではなく、他者へと関係づけられる完全な性向である。というのも、隣人の利益のためにあらゆる徳を行使すること、これこそが正義だからである。そしてこのゆえに、正義はあらゆる徳の中で最も優れたものと思われ、宵の明星も明けの明星も正義ほど輝かしく驚嘆すべきものではない。また我々が諺めかして「正義の中にすべての徳は総括されている」と言うのもこのゆえである。そして正義がとりわけ完全な徳であるのは、それが完全な徳の行使であるからである。実際、正義を有する者は、自分自身においてだけでなく、他者に対しても徳を行使することができる。というのも、多くの者は徳によって自分自身を益しはするが、自分を通じて他者を助けることはできないからである。このゆえに、「支配は人を示す」というビアスの言葉は見事である。支配とは、他者との間における徳の共有にほかならないからである。そしてこのゆえに、他の徳の中で正義のみが他人のための善であると思われる。自分自身のための利益ではなく、他人のための利益、すなわち公共のため、あるいは支配者のための利益を追求するからである。それゆえ、自らの邪悪さによって自分自身をも友をも損なう者は最悪の者であるが、自らの諸徳を自己自身の利益のためではなく、他者に対して行使する者は最善の者である。これこそ困難な働きだからである。したがって、この正義は徳の一部ではなく、徳の全体である。同様に、不正もまた悪徳の一部ではなく、悪徳の全体である。普遍的な徳がこの正義とどのように異なるかについては、すでに述べられた。

構文注3 件
  1. 5.0ἀγαθὸν δὲ ζητεῖ οὐ τὸ αὑτῷ ἀγαθὸν καὶ ὅπερ ἂν αὐτὸν ἀμείνω ποιήσειεν

    οὐ は τὸ αὑτῷ ἀγαθόν および接続詞 καί で結ばれた関係節 ὅπερ ἂν αὐτὸν ἀμείνω ποιήσειεν(潜在・可能を表す ἄν+希求法)の双方を否定している。後続の οὐ γὰρ ζητεῖ τῶν ἄλλων σωφρονέστερος εἶναι... がこの二重の否定内容を具体的に例示している。

  2. 5.0δεῖ δὲ οὐχ οὕτω ποιεῖν, ἀλλ’ εὔχεσθαι μὲν ταῦτα τὰ ἁπλῶς ἀγαθὰ καὶ αὐτοὺς ἀγαθῦναι καὶ ὠφελῆσαι καὶ μὴ χείρους ποιῆσαι, αἱρέσεως δὲ προκειμένης, προκρίνειν οὐ τὰ ἁπλῶς ἀγαθὰ ἀλλὰ τὰ αὑτοῖς ἀγαθὰ καὶ ὅσα αὐτοὺς δυνήσεται βελτίους ποιεῖν.

    非人称動詞 δεῖ に二つの不定詞節 εὔχεσθαι μὲν ... と προκρίνειν δὲ ... が並列して従属する。εὔχεσθαι の目的語は ταῦτα τὰ ἁπλῶς ἀγαθά を意味上の主語とする対格不定詞構文(καὶ αὐτοὺς ἀγαθῦναι... で αὐτούς は人間を指す目的語)であり、後半の αἱρέσεως δὲ προκειμένης は絶対属格構文である。

  3. 5.0καὶ παροιμιαζόμενοί φαμεν ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ’ ἀρετὴ ἔνι καὶ τελεία μάλιστα ἀρετή, ὅτι τῆς τελείας ἀρετῆς χρῆσίς ἐστιν.

    引用される詩行(テオグニス 147)ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ’ ἀρετὴ ἔνι の後に続く καὶ τελεία μάλιστα ἀρετή は引用文の外にある注解者の補足であり、主語 ἡ δικαιοσύνη と繋辞 ἐστί を補って「正義はとりわけ完全な徳である」と解釈される。直後の ὅτι 節がその根拠(完全な徳の行使であること)を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:86.30-88.9