- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:72.7-73.27
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
矜持ある人が関わる外的な善が最大善である名誉であることを論証し、矜持がすべての卓越性を前提とする「徳の装飾」であることを明かす。さらに、名誉や富・権勢・幸運に対する矜持ある人の適度な態度と、単なる幸運者との差異を論じる。
Περὶ μεγαλοψυχίας καὶ περὶ τίνα ὁ μεγαλόψυχος καὶ τίνα ἴδιά#1 Περὶ μεγαλοψυχίας καὶ περὶ τίνα ὁ μεγαλόψυχος καὶ τίνα ἴδιά ἐστιν αὐτοῦ. κεφ. εʹ. Ἐπεὶ δὲ περὶ τὰ ἔξω ἀγαθὰ ὁ μεγαλόψυχός ἐστιν, ὧν παρὰ τῶν ἄλλων ἀξιοῦται κατὰ τὸ προσῆκον αὐτῷ, εἴη ἂν πάντως ἢ περὶ χρήματα ἢ περὶ ἡδονὴν ἢ περὶ τιμήν· ἐπεὶ δὲ περὶ τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν ἐστιν (ἔστι γὰρ μεγαλόψυχος ὁ τῶν μεγίστων ἑαυτὸν ἀξιῶν ἄξιος ὤν), εἴη ἂν περὶ τὴν τιμήν, ἥτις δοκεῖ μέγιστον εἶναι τῶν ἀνθρωπίνων καὶ τῶν ἔξωθεν ἀγαθῶν· καὶ διὰ τοῦτο τῷ θείῳ ταύτην μάλιστα ἀπονέμομεν. ὥστε περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστιν, ὡς δεῖ· καὶ χωρὶς δὲ τούτων ἀπὸ τῆς ἐπαγωγῆς φανερόν ἐστι. ὁρῶμεν γὰρ πάντας τοὺς μεγαλοψύχους τιμῆς μάλιστα ἐφιεμένους τῆς ἀξίας ἑαυτῶν· ὁ δὲ μικρόψυχος ἐλλείπει καὶ πρὸς ἑαυτόν (ἐλάττω γὰρ τῆς ἀξίας φρονεῖ τῆς ἑαυτοῦ)· ἐλλείπει καὶ πρὸς τὸ τοῦ μεγαλοψύχου ἀξίωμα. ὁ δὲ χαῦνος πρὸς ἑαυτὸν μὲν ὑπερβάλλει (μείζω γὰρ φρονεῖ τῆς ἀξίας τῆς ἑαυτοῦ), τὸν δὲ μεγαλόψυχον οὐχ ὑπερβάλλει τῷ φρονήματι. ὁ γὰρ μεγαλόψυχος τῶν μεγίστων ἑαυτὸν ἀξιοῖ, τῶν μεγίστων ἄξιος ὤν· ὥστε ἀνάγκη τὸν μεγαλόψυχον ἄριστον εἶναι καὶ σφόδρα ἀγαθὸν τοὺς τρόπους, καὶ ἀνδρεῖον καὶ δίκαιον καὶ τὴν ἄλλην ἀρετὴν ἄκρον. ὁ γὰρ μικρὰ ἡγούμενος πάντα καὶ οὐδαμῶς ἄξια ἑαυτοῦ καὶ οὐ ψευδόμενος, ἀλλὰ ἀληθεύων ἐν τῇ τοιαύτῃ ψήφῳ, τίνος ἕνεκα αἰσχρόν τι ποιήσει καὶ ἄτιμον; ἢ πῶς δυνατόν; ἐναντίον γάρ ἐστι τῷ λόγῳ τοῦ μεγαλοψύχου τὸ τοιοῦτον. πῶς γὰρ ἂν εἴη τιμῆς ἄξιος ὁ φαῦλος; εἰ δὲ τιμῆς ἑαυτὸν ἀξιοῖ φαῦλος ὢν καὶ τοῖς αἰσχροῖς ἁλισκόμενος, γελοῖος ἂν δόξειεν εἶναι· ἡ γὰρ τιμὴ τῆς ἀρετῆς ἐστιν ἆθλον καὶ τοῖς ἀγαθοῖς ἀπονέμεται μόνοις δικαίως. ὥστε ὁ μεγαλόψυχος πάσας συλλαβὼν ἔχει τὰς ἀρετὰς καὶ ἔστιν ἡ μεγαλοψυχία οἷον κόσμος τις τῶν ἀρετῶν. καὶ οὐ γίνεται μὲν ἄνευ ἐκείνων, μείζους δὲ καὶ καλλίους αὐτὰς ποιεῖ· κρίνει γὰρ αὐτὰς ἀξίας εἶναι ὧν εἰσιν ἄξιαι. διὰ τοῦτο σφόδρα χαλεπὸν μεγαλόψυχόν τινα γενέσθαι· οὐ γὰρ δυνατὸν μεγαλόψυχον εἶναι ἄνευ πασῶν τῶν ἀρετῶν· τὸ δὲ πάσας κτήσασθαι καὶ ταύτας εἰς ἄκρον σφόδρα χαλεπόν. ἔστι μὲν οὖν ὁ μεγαλόψυχος περὶ τιμὰς καὶ ἀτιμίας, καθὼς εἴρηται. καὶ ἐπὶ μὲν ταῖς μεγάλαις καὶ ὑπὸ μεγάλων ἥδεται, ὡς τῶν οἰκείων τυγχάνων καὶ ὧν ἄξιος ἢ καὶ ἐλαττόνων τῆς ἀξίας· τῆς γὰρ τελείας ἀρετῆς οὐκ ἄν ποτε γένοιτο παρὰ τῶν ἀνθρώπων ἀξία τιμή. οὐ μὴν ἀλλ’ εἰ καὶ ἥδεται, διὰ τοῦτο ἥδεται, ὅτι τὴν δυνατὴν προσάγουσιν αὐτῷ τιμὴν καὶ ἧς οὐκ ἔχουσι μείζω. τῆς δὲ παρὰ τῶν τυχόντων τιμῆς καθάπαξ ὀλιγωρήσει· καὶ μάλιστα ὅταν ἐπὶ μικροῖς αὐτὸν τιμῶσιν, οἷον, εἴ τις ἐτίμα τὸν Ἀχιλλέα ὅτι καλῶς ᾔδει καθαρίζειν·1 ὁμοίως δὲ καὶ περὶ τὰς ἀτιμίας κατὰ τὸ προσῆκον αὐτῷ. ἔστι τοίνυν ὁ μεγαλόψυχος μάλιστα μὲν περὶ τιμὰς καὶ ἀτιμίας, καθὼς εἴρηται, ἔστι δὲ ἑπομένως καὶ περὶ πλοῦτον καὶ δυναστείαν καὶ πᾶσαν εὐτυχίαν καὶ ἀτυχίαν· καὶ περὶ ταύτας γὰρ μετρίως ἕξει καὶ ὡς προσῆκε· καὶ οὐδὲν αἰσχρὸν πείσεται πρὸς τὴν ἐν τούτοις μεταβολήν· καὶ οὔτε εὐτυχῶν περιχαρὴς ἔσται οὔτε ἀτυχῶν περίλυπος· οὐ γὰρ μέγιστον ἡγήσεται τὴν τιμὴν καὶ οὕτω περὶ αὐτὴν ἕξει ὡς μέγιστον ὄν.2 οὕτω δὲ ἔχων περὶ τὴν τιμὴν πολλῷ μᾶλλον περὶ τὸν πλοῦτον ὀλιγώρως ἕξει καὶ τὰς δυναστείας· αἱρετώτερον γὰρ ἡ τιμὴ δυναστείας καὶ πλούτου· διὰ γὰρ 〈τὴν〉 τιμὴν ἀγαπητά εἰσιν ὁ πλοῦτος καὶ ἡ δυναστεία· καὶ γὰρ οἱ ἔχοντες αὐτὰ τιμᾶσθαι δι’ αὐτῶν βούλονται. ὁ δὲ τὴν τιμὴν μικρὸν ἡγούμενος πολλῷ μᾶλλον τὰ ἄλλα. διὰ τοῦτο καὶ οἱ μεγαλόψυχοι ὑπερόπται δοκοῦσιν εἶναι, ὅτι οὐδὲν τῶν ἀνθρωπίνων σφόδρα τιμῶσιν. ἐπεὶ δὲ καὶ τὰ εὐτυχήματα τιμῆς ἄξια δοκοῦσιν εἶναι,3 καὶ ταῦτα συντελοῖεν ἂν πρὸς τὴν μεγαλοψυχίαν. τὸ γὰρ ὑπερέχον ἐν ἀγαθοῖς ἐντιμότερον· ὑπερέχει δὲ ἐν ἀγαθοῖς ὁ εὐτυχής· διὸ καὶ τὰ τοιαῦτα τὴν μεγαλοψυχίαν συνίστησιν. ὁ γὰρ εὐτυχὴς ἄξιον ἑαυτὸν μεγάλης τιμῆς ἡγεῖται διὰ τὴν ἀγαθὴν τύχην· τιμᾶται γὰρ παρ’ ἐνίων· κατ’ ἀλήθειαν δὲ μόνος ὁ ἀγαθὸς τοὺς τρόπους ἄξιός ἐστι τιμῆς. ᾧ δὲ ἄμφω πρόσεστι καὶ ἡ ἀρετὴ καὶ τὰ ἔξωθεν ἀγαθά, μᾶλλον ἀξιοῦται τιμῆς τοῦ τὴν ἀρετὴν μόνον ἔχοντος· ὃς δὲ μόνον εὐτυχής ἐστι καὶ τοῖς ἔξωθεν ἀγαθοῖς εὐθηνεῖ, πρὸς δὲ 〈τὴν〉 ἀρετὴν οὐδὲν κοινὸν ἔχει, ὁ τοιοῦτος οὔτε δικαίως τιμᾶται οὔτε αὐτὸς δικαίως ἑαυτὸν μεγάλης ἀξιοῖ [τῆς] τιμῆς οὔτε κατὰ τὸν ὀρθὸν λόγον μεγαλόψυχος λέγεται.
Περὶ μεγαλοψυχίας καὶ περὶ τίνα ὁ μεγαλόψυχος καὶ τίνα ἴδιά#1 矜持について、また矜持ある人は何に関わり、何が彼に固有のものであるかについて。第5章。 矜持ある人は外的な善、すなわち他者から自分にふさわしいものとして認められる外的な善に関わるのであるから、必ず金銭か、快楽か、名誉のいずれかに関わるはずである。だが、人間の間にある最大の善に関わるのであるから(なぜなら矜持ある人とは最大のことに値する者であって、かつ自分自身を最大のことに値するとみなす者であるから)、名誉に関わるはずである。名誉こそは人間の善および外的な善の中で最大のものであると思われるからである。そしてこの理由ゆえに、われわれは神的なものに対して何よりもこれを割り当てるのである。したがって矜持ある人は、ふさわしい仕方で、名誉と不名誉に関わるのである。そしてこれら[の論理的推論]を離れても、帰納によってこのことは明白である。実のところ、われわれは矜持あるすべての者たちが、何よりも自分自身の価値に見合った名誉を求めているのを目にするからである。これに対して小心の人は、自分自身に対しても不足しており(なぜなら自己の価値よりも小さく考えているからである)、矜持ある人の尊厳に対しても不足している。他方、虚栄の人は、自分自身に対しては超過しているが(なぜなら自己の価値よりも大きく考えているからである)、その気位において矜持ある人を超過してはいない。というのも、矜持ある人は最大のことに値する者であって、最大のことに自分自身を値するとみなしているからである。それゆえ、矜持ある人は最善であり、人柄において極めて善良で、勇敢かつ正義であり、その他の徳においても極点にあることが必然である。なぜなら、すべてのものを小さなこととみなし、決して自分自身に値しないと見なして、しかもそのような判断において偽ることなく真実を語っている人が、いったい何のために醜く不名誉なことを行うだろうか。あるいはどうしてそれが可能であろうか。そのようなことは矜持ある人の理のあり方に反しているからである。実のところ、粗悪な者がどうして名誉に値するだろうか。もし粗悪な者であり醜悪な事柄に囚われていながら、名誉に値すると自分自身をみなすとすれば、滑稽であると思われるであろう。名誉とは徳の報償であり、善き人々に対してのみ正当に割り当てられるものだからである。したがって矜持ある人は、すべての徳を併せ持っているのであり、矜持とは徳のある種の装飾である。そして[矜持は]それらの徳なしには生じないが、徳をいっそう大きく、いっそう美しいものにする。なぜなら[矜持は]徳が値するだけの価値あるものとしてそれらを判断するからである。この理由ゆえに、ある人が矜持ある人となるのは極めて困難である。すべての徳なしに矜持ある人であることは不可能であり、すべてを獲得し、しかもこれらを極点に至らしめることは極めて困難だからである。さて、矜持ある人は、言われたように名誉と不名誉に関わる人である。そして、偉大な名誉や、偉大な人々によって[与えられる名誉]に対しては、ふさわしいもの、また自分自身に値するもの、あるいは価値より劣るものを得ているかのように喜ぶ。完璧な徳に対して、人間たちから見合った名誉がなされることなど決してありえないからである。とはいえ、たとえ喜ぶとしても、それは人々が可能な名誉、それ以上の名誉を持ち得ないような名誉を自分に捧げているという理由ゆえに喜ぶのである。しかし、行きずりの人々からの名誉はまったく意に介さないであろう。とりわけ小さな事柄において自分を称えるときはそうであり、たとえば、ある人がアキレウスを竪琴を巧みに奏でることを知っていたゆえに称えるようなものである。同様に、不名誉についても自分自身にふさわしい仕方で[態度を取る]。したがって矜持ある人は、言われたように何よりも名誉と不名誉に関わるのであるが、それに伴って富、権勢、すべての幸運や不運にも関わる。というのも、これらに関しても適度に、ふさわしい仕方で[態度を]保つであろうし、これらにおける変化に対していかなる醜い経験も被ることがないからである。そして幸運にあっても過度に喜ぶことはなく、不運にあっても過度に悲しむことはないであろう。名誉をも最大のものとは見なさず、それが最大のものであるかのように名誉に対して[態度を]保つこともないからである。名誉に対してこのようにある以上、富や権勢に対してははるかに意に介さない態度を保つであろう。名誉は権勢や富よりも望ましいものであるからである。なぜなら富や権勢は名誉ゆえに愛好されるものであり、実際、これらを持つ者たちはこれらを通じて名誉を受けることを欲しているからである。しかし名誉を小さなものとみなす人は、他のものをはるかに小さなものとみなすのである。この理由ゆえに、矜持ある人々は傲慢であると思われることもある。人間的な事柄のいかなるものも大いに重んじることはないからである。しかし幸運もまた名誉に値するものと思われるので、これらもまた矜持へと資するであろう。善きことにおいて優越するものが、より尊いからである。そして幸運な者は善きことにおいて優越している。ゆえにそうしたこともまた矜持を成り立たせるのである。実際、幸運な者は良き運ゆえに自分自身を大きな名誉に値すると考える。一部の人々から名誉を受けるからである。しかし真実においては、人柄において善き者のみが名誉に値するのである。そして徳と外的な善の双方が備わっている者は、徳のみを持つ者よりもいっそう名誉に値するとみなされる。しかし、ただ幸運であるのみで外的な善に恵まれているが徳には何ら関わりを持たない者、そのような者は、正当に名誉を受けることもなく、自ら正当に自分を大きな名誉に値するとみなすこともなく、正しいロゴスに従って矜持ある人と呼ばれることもないのである。
- 4.οἷον, εἴ τις ἐτίμα τὸν Ἀχιλλέα ὅτι καλῶς ᾔδει καθαρίζειν
伝承写本の καθαρίζειν(清める、浄化する)は、文脈およびアキレウスの神話的属性(『イーリアス』第9巻186行等)から κιθαρίζειν(竪琴を弾く)の写本転写ミスと見なされる。構文としては接続詞 ὅτι が理由節を導き、接続法ではなく直説法過去(ᾔδει)を従えている。
- 4.οὐ γὰρ μέγιστον ἡγήσεται τὴν τιμὴν καὶ οὕτω περὶ αὐτὴν ἕξει ὡς μέγιστον ὄν
否定辞 οὐ が後続の二つの動詞(ἡγήσεται と ἕξει)の双方に及ぶ構文として解釈した(「名誉を最大のものと見なすこともなければ、それが最大のものであるかのように振る舞うこともない」)。先行文の「名誉こそ最大の善である」という規定と矛盾するように見えるが、矜持ある人にとっては徳こそが至高であり、名誉さえも自己目的化された最大善として絶対視はしないという論理展開を示す。
- 4.ἐπεὶ δὲ καὶ τὰ εὐτυχήματα τιμῆς ἄξια δοκοῦσιν εἶναι
主語である中性複数名詞 τὰ εὐτυχήματα に対し、動詞が三人称複数の δοκοῦσιν となっている(中性複数主語に対する複数動詞の呼応)。主語が個々の具体的な幸運の事例・要素として意識されていることによる構文的現象である。
