- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:183.25-184.21
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
有用さに基づく友愛における「法的」なものと「倫理的」なものの差異を論じ、市場的な即時交換と信義による猶予、期待の不一致が生む不平、そして意に反して受けた恩恵の清算方法を説く。
〈Περὶ τῶν ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἐγκλημάτων. κεφ. ιζʹ.〉#2 νομικὸν μὲν χρήσιμον, ὅταν τίς τινι διδῷ, ἐφ’ ᾧ λάβοι τι ῥητὸν καὶ ὡρισμένον,1 ἠθικὸν δέ, ὅταν τίς τινι ὡς φίλῳ δωρῆται, κομίζεσθαι δὲ ἀξιοῖ τὸ ἴσον ἢ πλέον, οὐ ῥητὸν οὐδὲ ὡρισμένον· κατ’ ἄμφω δὲ τὰ χρήσιμα ταῖς φιλίαις ἐγκλήματα καὶ μέμψεις ἀκολουθοῦσι, μάλιστα δὲ ὅταν τῶν φίλων ὁ μὲν τὸ νόμιμον χρήσιμον εἰσάγῃ, ὁ δὲ τὸ ἠθικόν· οἱ τοιοῦτοι γὰρ ταχέως διαλύονται. εἰ γὰρ ὁ μὲν εἰς χρήματα ὠφελεῖ καὶ ἀξιοῖ ὁμοίως ὠφελεῖσθαι καὶ τοσαῦτα λαβεῖν ὅσα δέδωκεν, ὁ δὲ ἄλλην τινὰ ὠφέλειαν ὠφελεῖ, οὐ δύνανται ἐν τῇ φιλίᾳ μένειν. ἔστι δὲ καὶ τοῦ νομίμου χρησίμου τὸ μὲν πάντῃ ἀγοραῖον, τὸ δὲ ἐλευθεριώτερον· τὸ μὲν γὰρ μὴ δοῦναι εἰ μὴ αὐτίκα εἴη λαβεῖν, ἐκ χειρὸς εἰς χεῖρα, πάντῃ ἀγοραῖον, τὸ δὲ δόντα ἀναβαλέσθαι τὴν λῆψιν, ἐλευθεριώτερον. καὶ τοῦτο δὲ καθ’ ὁμολογίαν γίνεται, τί ἀντὶ τίνος ὀφείλει (ὡρισμένον γὰρ τὸ ὀφείλημα καὶ οὐκ ἀμφίλογον), ἡ δὲ ἀναβολὴ τῆς κομιδῆς ἐλευθεριώτερόν πως καὶ φιλικώτερον ποιεῖ τὸ συνάλλαγμα· διὸ παρ’ ἐνίοις τούτων οὔκ εἰσι δίκαι οὐδὲ δικάζονται ἀλλήλοις περὶ τῶν χρεῶν ἀλλ’ οἴονται δεῖν στέργειν τοὺς κατὰ πίστιν συναλλάξαντας. ὁ δὲ κατὰ τὸ ἠθικὸν χρήσιμον ὠφελῶν οὐκ ἐπὶ ῥητοῖς ἀλλ’ ὡς φίλῳ δωρεῖταί τι ἢ ἄλλην τινὰ ὠφέλειαν ὠφελεῖ, κομίζεσθαι δὲ ἀξιοῖ τὸ ἴσον ἢ πλέον, ὡς οὐ δεδωκὼς ἀλλὰ χρήσας· μὴ λαβὼν δὲ οὐχ ὥσπερ χρήσας οὕτως ἐγκαλεῖ τῷ μὴ δόντι ἀλλ’ ὡς φίλῳ. τοῦτο δὲ συμβαίνει διὰ τὸ βούλεσθαι μὲν πάντας ἢ τοὺς πλείστους τὰ καλά, προαιρεῖσθαι δὲ τὰ ὠφέλιμα. τὸ δὲ εὖ ποιεῖν, μὴ ἵνα ἀντιπάθῃ, καλόν, ὠφέλιμον δὲ τὸ εὐεργετεῖσθαι· διὰ τοῦτο τὸ μὲν ὠφέλιμον ζητοῦσι, μὴ τυχόντες δὲ βούλονται καλοὶ δοκεῖν. τοὺς δὲ τοιούτους φίλους καὶ ἵνα εὖ πάθωσιν εὖ ποιοῦντας πάσῃ σπουδῇ εὖ ποιητέον τοὺς δυναμένους, καὶ τὴν ἀξίαν εὐεργεσίαν ἀποδοτέον. οὐ γὰρ ἕλκειν δεῖ βίᾳ πρὸς τὴν ἀληθῆ φιλίαν μὴ βουλομένους, ἀλλὰ δυσχεραίνειν, ὅτι ἔλαθον εὖ παθόντες ὑφ’ οὗ οὐκ ἔδει,2 οὐ γὰρ ὑπὸ φίλου, καὶ ζητεῖν ὅπως ἑκόντες ἀποτρίψωνται τὰς αἰσχρὰς εὐεργεσίας, ἃς ἄκοντες ἐδέξαντο τῷ ἀγνοεῖν τὸν εὐεργετοῦντα. ἀποτρίψονται δέ, εἰ μὲν δύνανται, καὶ αὐτοὶ ἀποδόντες καὶ καθάπερ ἐπὶ ῥητοῖς εὐθὺς διαλυθέντες, εἰ δὲ μὴ δύνανται τηνικαῦτα, ὁμολογήσαντες δυνηθέντες ἦ μὴν εὐθὺς ἀποδώσειν,3 εἰ δὲ πάντως ἀδυνάτως ἔχουσιν ἀμείψασθαι, οὐδὲ οἱ δόντες ἀπαιτήσουσιν οὐδὲν παρ’ αὐτῶν· ὥστε εἰ δύνανται, ἀποδοτέον εὐθύς· πρὶν δὲ εὐεργετηθῆναι, σκεπτέον ἕκαστον, ὑπὸ τίνος εὐεργετεῖται καὶ ἐπὶ τίνι, ὡς ἂν εἰδείη, εἰ δεῖ δέξασθαι ἢ μή.
〈Περὶ τῶν ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἐγκλημάτων. κεφ. ιζʹ.〉#2法的な有用さとは、誰かがある人に、明示され限定された何かを受け取るという条件で与える場合であり、倫理的な[有用さ]とは、ある人が誰かに友に対するかのように贈与するものの、明示され限定されたものではなく、等しいかそれ以上のものを取り戻すことを求める場合である。そして有用さに基づく友愛の双方において不平や非難が伴うが、とりわけ友人たちの一方が法的な有用さを持ち込み、他方が倫理的なものを持ち込むときにそうである。このような者たちはたちまち関係を解消するからである。実際、一方が金銭面で助け、同様に助けられ、与えただけのものを受け取ることを求めるのに対し、他方が別の何らかの有益さを与える場合、彼らは友愛にとどまることができない。また法的な有用さの中にも、完全に市場的なものと、より自由人にふさわしいものとがある。すぐに受け取ることができない限り与えないという、手から手への[取引]は完全に市場的であり、他方、与えた上で受け取るのを猶予することは、より自由人にふさわしいからである。そしてこれもまた、何と引き換えに何を負っているのかという合意に基づいて生じる(負債は限定されており曖昧ではないからである)。しかし受け取りの猶予は、取引をある意味でより自由人にふさわしく、またより友愛に適うものにする。それゆえある人びとの間では、これらについての訴訟はなく、負債について互いに訴え合うこともなく、信義に基づいて取引した者たちは甘受すべきであると考えられている。これに対して倫理的な有用さに従って善を施す者は、明示された条件においてではなく、友に対するかのように何かを贈るか、あるいは他の何らかの有益さを与えるが、与えたのではなく貸した者であるかのように、等しいかそれ以上のものを取り戻すことを求める。そして受け取れなかったときには、貸した者としてではなく、友に対するかのように、与えなかった者を非難する。そしてこのことが生じるのは、すべての者、あるいは大部分の者が善美な事柄を望みつつも、有益な事柄を選択するからである。返礼を受けるためではなく善を施すことは善美であり、恩恵を受けることは有益である。このゆえに彼らは有益なものを求めながら、得られなかったときには善美な者と思われたいと望むのである。しかし、善い処遇を受けるために善を施すようなこうした友人たちに対しては、能力のある者はあらゆる熱意をもって善を施すべきであり、相応の恩恵を返報すべきである。なぜなら、望んでいない者たちを真の友愛へと力づくで引き寄せるべきではなく、むしろ受けるべきでなかった相手から、つまり友ではない者から恩恵を受けてしまったことに気づかなかったと不快に思い、施主を知らなかったために意に反して受けてしまった恥ずべき恩恵を、自ら進んで清算するよう努めるべきだからである。そして、もし可能であれば自らも返報し、明示された条件に基づくかのように直ちに関係を解消することによって、またもしその時に不可能であれば、可能になった暁には必ず直ちに返報すると約することによって、彼らは清算するであろう。しかし、もしどうしても報いることが不可能な状態にあるならば、与えた側も彼らに何も要求しないであろう。したがって可能であれば、直ちに返報すべきである。しかし恩恵を受ける前に、各自は誰によって、いかなる条件で恩恵を受けるのかを熟考すべきであり、それは受け取るべきか否かを知るためである。
- 8.ἐφ’ ᾧ λάβοι τι ῥητὸν καὶ ὡρισμένον
接続詞 ἐφ’ ᾧ(「〜という条件で」)が希求法 λάβοι を伴っている。通常は未来直説法や接続法、または不定詞が後続するが、ここでは条件的な意図・主観的な期待を表す間接的表現として希求法が用いられている。
- 8.ἀλλὰ δυσχεραίνειν, ὅτι ἔλαθον εὖ παθόντες ὑφ’ οὗ οὐκ ἔδει
前文の οὐ γὰρ ἕλκειν δεῖ に続く構文で、δεῖ の支配下にある不定詞 δυσχεραίνειν(「不快に思うべきである」)である。従属節では動詞 ἔλαθον(λανθάνω)が分詞 εὖ παθόντες を伴い、「知らず知らずのうちに恩恵を受けてしまった」という慣用的な分詞構文を形成している。関係代名詞 οὗ は先行詞が省略された形(ὑπὸ τούτου ὑφ’ οὗ)であり、οὐκ ἔδει [εὖ παθεῖν]が補われる。
- 8.ὁμολογήσαντες δυνηθέντες ἦ μὴν εὐθὺς ἀποδώσειν
分詞 δυνηθέντες は条件を表す(「可能になったならば」)。不変化詞 ἦ μήν は宣誓・強い確約を表す定型表現であり、確約を表す動詞(ここでは分詞 ὁμολογήσαντες)の支配下で未来不定詞 ἀποδώσειν を伴って「必ず直ちに返報すると合意・約束して」の意味をなす。
