← プルサのヘリオドロス

アリストテレス『ニコマコス倫理学』パラフレーズ

§171.9-171.31

友愛という性向と愛好という情念の区別

ヘリオドロスは友愛(フィリアー)と愛好(フィレーシス)を対比し、愛好が選択を伴わない受動的な情念であるのに対し、友愛は選択や推論を伴い相手自身の善を望む性向であることを論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

〈Περὶ τῆς τε φιλίας καὶ τῆς φιλήσεως. κεφ. ζʹ.〉 〈Περὶ τῆς τε φιλίας καὶ τῆς φιλήσεως. κεφ. ζʹ.〉 Ἐπεὶ δὲ ἀρετή ἐστιν ἡ φιλία, ἐν πάσῃ δὲ ἀρετῇ πάθος τι θεωρεῖται καὶ ἕξις, ζητητέον τί ἐστιν ἐν τῇ φιλίᾳ πάθος καὶ τί ἕξις. ἔοικε τοίνυν ἡ μὲν φίλησις πάθει, ἡ δὲ φιλία ἕξει· πάθος μὲν γάρ ἐστιν, ὃ καὶ μὴ προαιρουμένοις συμβαίνει, ἕξις δέ, ὃ μετὰ προαιρέσεως γίνεται καὶ καθ’ ἣν μετὰ προαιρέσεως ἐνεργοῦμεν. ἡ μὲν οὖν φίλησις καὶ ἡ πρὸς τὰ ἄψυχα ἐστιν ἀγάπη, καὶ ὅλως ὅθεν οὐκ ἔστιν ἀντιφιλεῖσθαι· τὸ δὲ τοιοῦτον πάθος· οὐ γὰρ κρίναντες καὶ λογισάμενοι ἀγαπῶμεν οὐδὲ προαιρούμενοι, ἀλλ’ ἐκεῖθεν κινούμενοι μόνον, ὅπερ ἐστὶ καθαρῶς πάθος· ἡ δὲ φιλία ἡ πρὸς τοὺς φιλοῦντας ἀγάπη ἐστί, ὃ πάθος ἐστὶ μετὰ προαιρέσεως.1 κρίνομεν γὰρ ὡς δεῖ φιλεῖν τὸν φιλοῦντα, καὶ κινούμεθα οὐ μόνον ἔξωθεν ἀλλὰ καὶ ἐξ ἡμῶν αὐτῶν καὶ τοῦ λογισμοῦ· ἡ δὲ μετὰ λογισμοῦ καὶ προαιρέσεως κίνησις ἀφ’ ἕξεως· ἔστιν ἄρα ἡ μὲν φίλησις πάθος, ἡ δὲ φιλία ἕξις. ἔτι οἱ φίλοι βούλονται τοῖς φιλουμένοις τὰ ἀγαθὰ αὐτῶν ἕνεκα, οὐ κατὰ πάθος ἀλλὰ καθ’ ἕξιν· οὐ γὰρ ἀλόγως ἀλλὰ λογιζόμενοι τὴν αἰτίαν·2 τὸ δὲ βούλεσθαι τοῖς φιλουμένοις τὰ ἀγαθὰ ἐκείνων ἕνεκα ἐν τῷ λόγῳ ἐστὶ τῆς φιλίας· ἡ ἄρα φιλία ἕξις ἐστίν. ἔτι φιλεῖ τις τὸν ἀγαθὸν φίλον, ὅτι αὐτῷ ἀγαθός ἐστιν· ὁ γὰρ ἀγαθὸς φίλος γενόμενος, ἀγαθὸς γίνεται τῷ φίλῳ· ἑκάτερος οὖν φιλεῖ ἑκάτερον, ὡς ἀγαθὸν οἰκεῖον, καὶ βούλεται τὰ ἀγαθά, καὶ ἡδύς ἐστιν ὁμοίως. καὶ ὅλως τὸ ἴσον ἀνταποδίδωσι· λέγεται γὰρ φιλότης ἡ ἰσότης· ταῦτα δὲ οὐκ ἄνευ προαιρέσεως· ἡ δὲ προαίρεσις ἀφ’ ἕξεως· ἡ ἄρα φιλία ἕξις ἐστίν· ἡ δὲ φίλησις ἄνευ προαιρέσεως οὖσα, καθαρῶς ἐστι πάθος.

〈Περὶ τῆς τε φιλίας καὶ τῆς φιλήσεως. κεφ. ζʹ.〉 〈友愛と愛好について。第7章。〉 友愛は徳であり、あらゆる徳において何らかの情念と性向が見られるのであるから、友愛において何が情念であり、何が性向であるのかが探究されねばならない。さて、愛好は情念に、友愛は性向に似ている。なぜなら、情念とは選ぶことのない者たちにも生じるものであるのに対し、性向とは選択を伴って生じるものであり、それに拠ってわれわれが選択を伴って現実活動を行うところのものだからである。それゆえ愛好は無魂のものに対する愛でもあり、一般に、愛し返されることがあり得ない相手に対する愛である。そしてそのようなものは情念である。というのも、われわれは判断し推論して愛するのでも選択して[愛する]のでもなく、単にそちらから動かされるのであり、これこそ純粋に情念だからである。これに対して友愛は、愛する者たちに対する愛であり、それは選択を伴った情念である。なぜならわれわれは、愛する者を愛さねばならないと判断し、外からだけでなく自分自身や推論からも動かされるからである。そして推論と選択を伴う運動は性向に由来する。したがって、愛好は情念であり、友愛は性向である。さらに友たちは、愛される者たちに対して彼ら自身のゆえに善きものを望むが、それは情念によるのではなく性向によるのである。理を欠いてではなく、原因を推論してそうするからである。そして愛される者たちに対して彼らのゆえに善きものを望むことは、友愛の定義のうちにある。したがって友愛は性向である。さらに人は、善き友を、自身にとって善き者であるという理由で愛する。善き人は友となったとき、友にとって善き者となるからである。それゆえ双方が双方を固有の善として愛し、善きものを望み、同様に快い相手となる。そして総じて等しいものを返報するのである。なぜなら「平等が友愛である」と言われるからである。そしてこれらは選択なしには生じず、選択は性向に由来する。したがって友愛は性向である。一方、愛好は選択を欠いたものであり、純粋に情念なのである。

構文注2 件
  1. 8.ὃ πάθος ἐστὶ μετὰ προαιρέσεως

    関係代名詞 ὅ は、先行詞にあたる女性名詞句 ἡ πρὸς τοὺς φιλοῦντας ἀγάπη(愛する者たちに対する愛)の内容を包括的な事物として受けるか、あるいは補語 πάθος(中性)への性の一致(牽引)によって中性単数主格となっている。

  2. 8.οὐ κατὰ πάθος ἀλλὰ καθ’ ἕξιν· οὐ γὰρ ἀλόγως ἀλλὰ λογιζόμενοι τὴν αἰτίαν

    前文の動詞 βούλονται が省略されており、「情念によるのではなく性向によって[善を望む]」と補って読む。続く分詞句 οὐ γὰρ ἀλόγως ἀλλὰ λογιζόμενοι は主格複数で主語(οἱ φίλοι)と一致し、理由を表す付帯状況の分詞構文を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:171.9-171.31