← ニカイアのエウストラティオス

アリストテレス『ニコマコス倫理学』注解

§603.6-604.10

知性に従う者への神の愛と観照的幸福

アリストテレスが倫理的徳の活動者よりも知性的・観照的生を送る者が「最も神に愛される」と結論づけた箇所(1179a22)に対し、エウストラティオスは、人間の知性が活動の類似性によって神と親近であること、神への同化と認識の光照という報い、および政治的幸福と観照的幸福の差異を論証・解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9.62

" Ὁ δὲ κατὰ νοῦν ἐνεργῶν καὶ τοῦτον θεραπεύων καὶ διακείμενος ἄριστα καὶ θεοφιλέστατος ἔοικεν εἶναι." Θεοφιλέστατός ἐστιν ὃν φιλεῖ ὁ θεός· θεοφιλὴς γὰρ ὁ φίλος θεῷ. δείξας τὸν θεωρητικὸν εὐδαίμονα ἄριστον καὶ βέλτιστον καὶ αὐταρκέστατον καὶ τἄλλα ὅσα εἴρηται, δείκνυσιν αὐτὸν καὶ θεοφιλέστατον λέγων, εἰ ἐπιμελεῖται ἀνθρώπων τὸ θεῖον καὶ προνοεῖται τούτων, ὥσπερ δοκεῖ τοῖς ἀρίστοις κατὰ φιλοσοφίαν, καὶ δοκεῖ ἀληθεύειν, εὔλογόν ἐστι χαίρειν μάλιστα τῷ ἀρίστῳ καὶ συγγενεστάτῳ. τὸ δ’ ἄριστον καὶ συγγενέστατον τῷ θεῷ ὁ νοῦς ἡμῶν ἐστιν. ἐπιγηθεῖ μὲν γὰρ τὸ θεῖον πᾶσι τοῖς αὑτοῦ ποιήμασι καλοῖς οὖσι λίαν, μάλιστα δὲ τῷ νῷ ὡς συγγενεστάτῳ. συγγενὴς δ’ οὐ τὴν οὐσίαν ἀλλ’ ὡς δυνάμενος εἰς ἑαυτὸν νεύειν1 καὶ ὁρᾶν ἑαυτὸν καὶ διὰ τῆς εἰς ἑαυτὸν ἐπιστροφῆς καὶ συννεύσεως ἀνατείνεσθαι πρὸς τὸ θεῖον τὸ φιλοῦν αὐτὸν καὶ ἐκθεοῦσθαι καὶ ὡς δυνατὸν ἐξομοιοῦσθαι. συγγενὴς τοίνυν ἐστὶν ὁ νοῦς ἑκάστου ἡμῶν τῷ θεῷ κατὰ τὴν τῆς ἐνεργείας ὁμοιότητα. κἀκεῖνος γὰρ ἑαυτὸν νοεῖ καὶ ἡμεῖς ἑαυτούς, ὅταν ὑπεράνω τῆς φαντασίας γενώμεθα. εἰ οὖν συγγενὴς ἡμῶν ὁ νοῦς τῷ θεῷ, εὔλογον ἀγαπᾶν τὸν θεὸν τοὺς ἀγαπῶντας καὶ τιμῶντας τὸ συγγενὲς αὐτοῦ καὶ ἀντευποιεῖν. ἀγαπᾷ δὲ τὸν συγγενῆ τοῦ θεοῦ νοῦν ὁ τὴν ὅλην ἀρετὴν ἐγκολπωσάμενος, φυγὼν τὰς πολυειδεῖς ὀρέξεις καὶ τὰς συντρόφους αἰσθήσεις ὡς τὴν διάνοιαν ἀπατώσας καὶ τὰς φαντασίας ὡς μορφωτικὰς καὶ ὡς μεριστὰς καὶ ὡς ποικιλίαν ἀμήχανον ὅσην ἐπεισαγούσας, ἀποστραφείς τε2 τὰς δόξας ὡς ποικίλας καὶ αὐτὰς καὶ εἰς τὰ ἐκτὸς φερομένας καὶ τῇ αἰσθήσει καὶ τῇ φαντασίᾳ συμμεμιγμένας (πᾶσα γὰρ δόξα μετ’ αἰσθήσεως ἀλόγου καὶ φαντασίας ἐνεργεῖ) ἀναδραμών τε εἰς ἐπιστήμην καὶ νοῦν, μετὰ δὲ ταύτην ἐπὶ τὴν νοερὰν ζωὴν καὶ τὰς ἁπλᾶς ἐπιβολάς, ἐν ᾧ γενόμενος τὰς ἐκεῖθεν ἐλλάμψεις εἰσδέχεται καὶ φωτὸς ἀχράντου πληροῦται. τίς δὲ ἡ ἀντευποιΐα, ἣν τὸ θεῖον ἀντευποιεῖ τοὺς θεραπεύοντας τὸν συγγενῆ νοῦν αὐτῷ; ἡ τρανοτέρα τοῦ φωτὸς ἔλλαμψις τῆς γνώσεως αὐτοῦ καὶ ἡ τελειοτέρα συναφὴ πρὸς αὐτὸ καὶ ἡ ἐποπτεία τῶν νοερῶν διακόσμων. 〈θεοφιλὴς ἄρα ὁ σοφός.〉 εἰ γὰρ ἡμεῖς φιλοῦμεν τοὺς ἀγαπῶντας τοὺς ἡμῶν παῖδας ἢ συγγενεῖς, πῶς οὐ δεῖ τὸν πανάγαθον θεὸν φιλεῖν τοὺς ἀγαπῶντας τὸ συγγενὲς αὐτῷ; εἰπὼν δὲ ὅτι θεοφιλής ἐστιν ὁ σοφὸς διὰ τὸ ἀγαπᾶν τὸ συγγενὲς αὐτοῦ, σαφηνίζων, τίς ἐστιν ἡ τιμὴ αὕτη καὶ ἀγάπη, ἐπήγαγε καὶ ὀρθῶς καὶ καλῶς πράττοντας,3 ὡς εἰ ἔλεγε ‘τὸ ἀγαπᾶν τὸν νοῦν οὐδέν ἐστιν ἕτερον εἰ μὴ τὸ εὐπραγεῖν καὶ κατὰ πάσας ἐνεργεῖν τὰς ἀρετάς, τὰς ἐν πράξει καὶ λόγῳ.’ ὅτι δὲ ταῦτα πάντα τῷ σοφῷ ὑπάρχει, οὐκ ἄδηλον. ταῦτα πάντα λέγει ὅσα περὶ εὐδαιμονίας εἶπε, τὸ αὔταρκες, τὸ ἄτρυτον, τὸ ἐπιμελεῖσθαι τοῦ οἰκείου νοῦ, τὸ θεοφιλὲς καὶ τἄλλα ὅσα εἴρηκε. ταῦτα δὴ ὑπάρξοι ἂν ἴσως καὶ τῷ πολιτικῷ εὐδαίμονι ζῶντι κατὰ τὴν ἠθικὴν ἀρετήν, ἀλλὰ μάλιστα καὶ ἀναντιρρήτως ὑπάρχει τῷ ζῶντι νοερῶς, ὥστε ὁ μὲν πολιτικὸς εἴη ἂν θεοφιλὴς καὶ εὐδαίμων, ὁ δὲ θεωρητικὸς θεοφιλέστατος καὶ εὐδαιμονέστατος.

「知性に従って活動し、これを配慮し、最善の状態にある者は、最も神に愛される者でもあるようである。」 最も神に愛される者とは、神が愛する人のことである。実際、神に愛される者とは神にとっての友だからである。[アリストテレスは]観照的な幸福者を最善であり、卓越しており、最も自足的であり、その他語られたすべての通りのものであると示した後、彼が最も神に愛される者でもあることを、次のように述べて示す。すなわち、もし神的なものが人間を配慮し、人間を顧みているならば――哲学において最善の人々にそう思われ、また真実を語っていると思われるように――、最も善く最も親近なものを最も喜ぶことは理にかなっている、と。そして神にとって最も善く最も親近なものは、我々の知性である。実際、神的なものは極めて美しい自らのすべての被造物を喜ぶが、最も親近なものとして知性をとりわけ喜ぶからである。親近であるというのは、本質においてではなく、自らへと傾き、自らを視て、自らへの立ち返りと傾倒を通じて、自らを愛する神的なものへと伸び上がり、神化され、可能な限り似たものとなることができるという意味においてである。したがって、我々各人の知性は、活動の類似性に従って神に親近なのである。実際、神も自らを思惟し、我々も表象を超えた高みにあるときには自らを思惟するからである。それゆえ、もし我々の知性が神に親近であるなら、神が自らの親近なものを愛し尊ぶ人々を愛し、報いることは理にかなっている。そして、徳の全体を懐に抱き、多種多様な欲望や、思慮を欺くものとしての生まれながらの感覚を逃れ、形態を与えるもの、可分的なもの、言い尽くせぬ多様性を導入するものとしての表象を逃れ、自らも多様で外的なものへと向かい、感覚や表象と混ざり合っているものとしての思惑を退け(実際、すべての思惑は非理性的感覚や表象とともに活動する)、学と知性へ、次いで知性的生と単純な直観へと駆け上がる者が、神の親近な知性を愛するのであり、そこに至った者はかの場所からの光照を受け入れ、汚れなき光で満たされるのである。では、神的なものが自らに親近な知性を配慮する人々に報いるその報いとは何か。それは、神の認識の光のより鮮明な輝き、神とのより完全な結合、そして知的な秩序世界への直観(エポプテイア)である。〈それゆえ知者は神に愛される。〉実際、もし我々が自分たちの子や親族を愛する人々を愛するなら、善そのものである神が自らに親近なものを愛する人々を愛さないはずがあろうか。そして[アリストテレスは]、知者は〔神〕に親近なものを愛することによって神に愛される者であると述べてから、この尊びと愛がいかなるものであるかを明瞭にしつつ、「また正しく立派に行為する人々を[報いる]」と付け加えた。それは、「知性を愛することは、正しく行い、すべての徳に従って、すなわち実践とロゴスにおける徳に従って活動することにほかならない」と言っているかのようである。そして、これらすべてのことが知者に属していることは明白である。彼が「これらすべてのこと」と言うのは、幸福について語ったことのすべて、すなわち自足的であること、疲労し得ないこと、自己固有の知性を配慮すること、神に愛されること、その他彼が語ったすべての事柄である。実にこれらは、倫理的徳に従って生きる政治的幸福者にもおそらく属するであろうが、とりわけ議論の余地なく知性的に生きる者に属している。したがって、政治的な人は神に愛され幸福であろうが、観照的な人は最も神に愛され最も幸福であることになるのである。

構文注3 件
  1. 9.62συγγενὴς δ’ οὐ τὴν οὐσίαν ἀλλ’ ὡς δυνάμενος εἰς ἑαυτὸν νεύειν

    対格 τὴν οὐσίαν は観点の対格(限定の対格)であり、「本質において[親近なのではなく]」を意味する。それと対比される ἀλλ’ ὡς δυνάμενος ... は、ὡς + 分詞(主格)の構造によって「…できるものとして/…できるという意味において」という理由・様態を提示しており、前文の主語 ὁ νοῦς に一致している。

  2. 9.62ἀγαπᾷ δὲ τὸν συγγενῆ τοῦ θεοῦ νοῦν ὁ τὴν ὅλην ἀρετὴν ἐγκολπωσάμενος, φυγὼν ... ἀποστραφείς τε ... ἀναδραμών τε ...

    主文の骨格は「動詞 ἀγαπᾷ + 目的語 τὸν συγγενῆ τοῦ θεοῦ νοῦν + 主語 ὁ ... ἐγκολπωσάμενος」という倒置構造である。主語に後続する過去分詞(φυγών, ἀποστραφείς, ἀναδραμών)が知性を愛する人の段階的な精神の上昇過程(欲求・感覚の離脱、思惑の脱却、直観的知性への到達)を連続的に修飾している。

  3. 9.62ἐπήγαγε καὶ ὀρθῶς καὶ καλῶς πράττοντας

    動詞 ἐπήγαγε の目的語としてアリストテレス本文(1179a29)の語句 καὶ ὀρθῶς καὶ καλῶς πράττοντας が引用符なしで置かれている。文脈上、前段の ἀντευποιεῖ τοὺς θεραπεύοντας ... の対格構文に対応する補語として引用されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:603.6-604.10