- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:598.16-599.38
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
エウストラティオスは、動物が観照活動を欠くゆえに幸福にあずからないというアリストテレスの議論を注解し、エピクロス派やストア派の幸福論に従えば動物も幸福になりうるという難点と対比させつつ、知性活動に基づく人間固有の観照的幸福の卓越性を論じる。
" Σημεῖον δὲ καὶ τὸ μὴ μετέχειν τὰ λοιπὰ ζῷα εὐδαιμονίας, τῆς τοιαύτης ἐνεργείας ἐστερημένα." Τοιαύτην ἐνέργειαν τὴν θεωρίαν λέγει, ἤτοι τὴν νοερὰν ζωὴν καὶ γνῶσιν τῶν ἀρίστων καὶ θείων. λέγει δὲ ὡς συλλεξαμένους τὰ παραλελειμμένα καὶ ὧν προσυπακούειν ἔξωθεν χρή, ὅτι1 κατὰ μὲν τὰς τῶν ἄλλων φιλοσόφων Ἐπικουρείων τε καὶ τῶν ὕστερον Στωικῶν περὶ εὐδαιμονίας ὑπολήψεις δύναταί τις εὐδαιμονίαν μεταδιδόναι καὶ τοῖς ἀλόγοις ζῴοις, κατ’ ἐμὲ δὲ καὶ Πλάτωνα καὶ τοὺς ἄλλους ὅσοι τὴν εὐδαιμονίαν ἐν νοερᾷ ζωῇ ἱστῶμεν, ἀδύνατον κατὰ ταύτην εὐδαιμονεῖν τὰ ἄλογα τῶν ζῴων, ἐστερημένα νοῦ καὶ ζωῆς λογικῆς. ὅτι δὲ δυνατὸν κατὰ τοὺς Ἐπικούρου τροφίμους καὶ τοὺς Στωικοὺς μετέχειν εὐδαιμονίας καὶ τὰ ἄλογα ζῷα, διὰ τούτων ἄν τις παραστήσειεν· εἰ τὸ εὐπαθεῖν εὖ ζῆν ἐστι κατ’ Ἐπίκουρον, τὸ δὲ εὖ ζῆν ταὐτόν ἐστι κατ’ Ἐπίκουρον καὶ τοὺς Στωικοὺς τῷ εὐδαιμονεῖν, τὸ εὐπαθεῖν ἄρα εὐδαιμονεῖν ἐστιν· ὑπάρχει δὲ τοῖς ἀλόγοις ζῴοις τὸ εὐπαθεῖν, ὥστε καὶ τὸ εὐδαιμονεῖν. πάλιν, εἰ τὸ κατὰ φύσιν διάγειν κατὰ τοὺς Στωικοὺς εὖ ζῆν ἐστι, τὸ δὲ εὖ ζῆν καὶ κατ’ αὐτοὺς καὶ κατ’ Ἐπίκουρον εὐδαιμονεῖν ἐστι, τὸ κατὰ φύσιν ἄρα διάγειν εὐδαιμονεῖν ἐστιν· ἀλλὰ μὴν ὑπάρχει τοῖς ἀλόγοις ζῴοις τὸ κατὰ φύσιν διάγειν ἀπὸ γενέσεως μέχρι τῆς ἀκμῆς· εὐδαιμονεῖν ἔστι ἄρα τὰ ἄλογα ζῷα. ὅτι δὲ τὸ εὐπαθεῖν καὶ διὰ τὸ εὐπαθεῖν τὸ εὖ ζῆν ὑπάρχει τοῖς ἀλόγοις ζῴοις, δῆλον ἀπὸ τῶν μουσικῶν ζῴων. εἰ γὰρ μὴ κατὰ φύσιν ἔζη, οὐκ ἂν ἀπεπλήρου τὸ οἰκεῖον ἔργον ᾄδοντα συνεχέστατα. μουσικοῖς γὰρ αὐτοῖς οὖσι τὸ κατὰ φύσιν ἔργον ἐστὶν ᾠδή· τοῦτο δὲ ποιοῦντα καὶ ᾄδοντα κατὰ φύσιν ζῇ. τοῦτο δὲ ἦν τὸ εὖ ζῆν καὶ εὐδαιμονεῖν κατὰ τὴν Στοάν. ὅτι δὲ καὶ αὐτὸ τὸ ᾄδειν εὐπαθούντων ἐστί, δείκνυσιν ἡ συνεχεστάτη ἐνέργεια. οὐδὲν γὰρ τῶν ζῴων λυπούμενον οὐχ ὅτι συνεχῶς ἀλλ’ οὐδαμῶς ὅλως ᾄδει. τὸ γὰρ ᾄδειν οὐ λυπουμένων ἀλλ’ εὐπαθούντων ἢ κατὰ φύσιν διαγόντων ἐστί. πάλιν, εἰ τὸ εὐδαιμονεῖν ἐστι κατὰ τοὺς Στωικοὺς τὸ ἔσχατον τῆς φυσικῆς ὀρέξεως, ἐφ’ ὃ ἐλθοῦσα ἡ φύσις τὸ οὗ ἕνεκα καὶ τὸ τέλος ἔχει, οὗ τυχοῦσα πλέον οὐθὲν ἐπιποθεῖ πλὴν τοῦ κατέχειν αὐτὸ τὸ οἰκεῖον ἀγαθὸν αὐτῇ καὶ μὴ ἀπολλύναι, τοῦτο δὲ ὑπάρχει καὶ τοῖς ἀλόγοις, μετέχει ἄρα καὶ τὰ ἄλογα ζῷα εὐδαιμονίας. τί δ’ ἐστὶ τὸ τέλος τῆς φυσικῆς ὀρέξεως; ἢ δηλονότι ἡ ἀκμὴ οὖσα τῆς ἐπιδόσεως καὶ τῆς παρακμῆς,2 κινήσεων οὐσῶν ἀμφοτέρων καὶ τῆς ἐπιδόσεως καὶ τῆς παρακμῆς καὶ ἀντικειμένων ἀλλήλαις, τῆς μὲν ἐπιδόσεως ὡς ἀρχῆς, τῆς δὲ παρακμῆς ὡς τέλους καὶ ὡς τῆς μὲν ἐπιδόσεως ἀγούσης εἰς τὸ ὄν, τῆς δὲ παρακμῆς ἐπὶ τὸ μὴ ὄν. ἀλλὰ μὴν δεῖ τῶν ἐναντίων κινήσεων εἶναί τι μεταξύ, τὴν στάσιν ἀνομοίαν οὖσαν ταῖς ἐφ’ ἑκάτερα κινήσεσι. τὸ γὰρ ἀνόμοιον τῶν κινήσεων στάσις. αὕτη δὲ ἡ στάσις ἡ μεταξὺ τῆς ἐπιδόσεως καὶ τῆς παρακμῆς λέγεται τῶν φυσικῶν γεννημάτων ἀκμὴ καὶ τέλος εἶναι τῆς φύσεως, ὃ καὶ λαβοῦσα ἡ παράγουσα φύσις τὰ φυσικὰ σῴζειν πειρᾶται καὶ κατέχειν ὡς οἰκεῖον ἀγαθόν. ἡ δ’ ὑποκειμένη φύσις, ἡ ὕλη, ἀπόλλυσι τὸ ὅλον, οὐ στέγουσα τὴν φύσιν τὸ εἶδος. ἔστι γὰρ φύσις καὶ ἡ ὑποκειμένη ὕλη, ὡς ἐν τῇ Φυσικῇ ἀκροάσει ἐμάθομεν, ἔστι δὲ φύσις καὶ τὸ εἶδος, ἔστι δὲ φύσις καὶ ἡ τὴν ὕλην ἀλλοιοῦσα καὶ κινοῦσα ἐπὶ τὴν τοῦ εἴδους λῆψιν. τῆς μὲν οὖν τοιαύτης εὐδαιμονίας, ὡς λέγομεν, μετέχει καὶ τὰ ἄλογα ζῷα, τῆς δὲ ἐν νοερᾷ ζωῇ καὶ τῇ τῶν θειοτάτων γνώσει ὁριζομένης οὐδαμῶς. μόνος γὰρ τῶν ἐπὶ γῆς ἁπάντων ζῴων ὁ ἄνθρωπος ἔχει τὸ ζητεῖν παρ’ ἑαυτοῦ περὶ τῆς τῶν θείων φύσεως καὶ διαλαμβάνειν καὶ λέγειν, ὁποία τίς ἐστιν ἡ τούτων οὐσία, καί τινα διὰ τῆς νοήσεως αὐτῶν ὁμοιότητα πρὸς αὐτὰ λαμβάνει. καὶ ταῦτα μὲν περὶ τῶν πραγμάτων. κατίδωμεν δὲ καὶ τὴν λέξιν. δείξας ὅτι θεοῦ ἐνέργεια θεωρία ἐστίν (αὐτὸς γάρ ἐστι τὸ νοοῦν· αὐτὸς τὸ νοούμενόν φησιν ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικά·) καὶ ἐπαγαγὼν ‘καὶ τῷ ὄντως δὴ καὶ ἀληθινῷ ἀνθρώπῳ ἡ ταύτῃ συγγενεστάτη’, ἐπιφέρει σημεῖον δὲ τοῦ τὴν νοερὰν ζωὴν εὐδαιμονίαν οὖσαν μὴ εἶναι τοῦ συνθέτου,3 τοῦ πολιτικοῦ, ἀλλὰ τοῦ ὄντως καὶ ἀληθινοῦ ἀνθρώπου· σημεῖον δὲ τούτου τὸ μὴ μετέχειν τῆς τοιαύτης εὐδαιμονίας μηδὲν τῶν ἀλόγων ζῴων. οὐ μετέχει δέ, διότι μηδὲ τῆς τοιαύτης, ἤτοι τῆς νοερᾶς, ἐνεργείας. οὐκ ἐνεργεῖ δὲ νοερῶς, ὅτι ἀμοιρεῖ νοῦ, ὅς ἐστιν ὁ ἀληθινὸς ἄνθρωπος.
「他の動物たちがこのような活動を欠いており、幸福にあずからないこともその兆候である。」 このような活動とは観照、すなわち知的生活と最善かつ神的なものの認識のことであると彼は述べている。そして彼は、省略された事柄や外から補って理解すべき事柄を集約する者たちに向けて語るかのように、次のように述べているのである。すなわち、幸福に関する他の哲学者たち、エピクロス派と後代のストア派の思いなしによれば、理性のない動物たちにも幸福を分け与えることができるが、私[アリストテレス]やプラトン、また幸福を知的生活のうちに置く他のすべての者たちによれば、理性のない動物たちは知性と理性的生命を欠いているため、この[知的生活]に従って幸福であることは不可能である、と。ところで、エピクロスの弟子たちやストア派によれば理性のない動物たちも幸福にあずかることが可能であるということは、次のような議論によって示すことができるであろう。もしエピクロスに従えば善き状態にあることがよく生きることであり、よく生きることはエピクロスとストア派に従えば幸福であることと同じであるならば、善き状態にあることは幸福であることである。しかるに善き状態にあることは理性のない動物たちに属している。それゆえ、幸福であることも[それらに]属している。また、もしストア派に従えば自然に従って過ごすことがよく生きることであり、よく生きることは彼らに従ってもエピクロスに従っても幸福であることであるならば、自然に従って過ごすことは幸福であることである。だが実のところ、理性のない動物たちには誕生から全盛期に至るまで自然に従って過ごすことが属している。それゆえ、理性のない動物たちも幸福であることが可能である。そして、善き状態にあること、また善き状態にあることを通じてよく生きることが理性のない動物たちに属していることは、歌う動物たちから明らかである。というのも、もしそれらが自然に従って生きていなかったのであれば、絶え間なく歌うことによって固有の働きを全うすることはなかったであろうからである。実際、それらは歌う動物であるから、自然に従う働きとは歌うことであり、これを行い、歌っているとき、それらは自然に従って生きているのである。そしてこれこそがストア派によればよく生きることであり、幸福であることであった。さらに、歌うことそのものが善き状態にある者たちのものであることは、その絶え間ない活動が示している。というのも、動物のいかなるものも苦しんでいるときには、絶え間なくどころか、およそ決して歌うことはないからである。実際、歌うことは苦しんでいる者たちのものではなく、善き状態にある者たち、あるいは自然に従って過ごしている者たちのものである。さらにまた、もしストア派に従えば、幸福であることとは自然的欲求の終極、すなわち自然がそこに至ってそのための目的と終極をもち、それを手に入れると自分自身の固有の善を維持して失わないことのほかには何一つ望まなくなるような終極であるとすれば、そしてこのことが理性のない動物たちにも属しているとすれば、理性のない動物たちも幸福にあずかることになる。では、自然的欲求の終極とは何か。それは明らかに増大と衰退との間にある全盛期である。増大と衰退はともに運動であり、互いに対立している。すなわち、増大は始まりとして、衰退は終わりとして対立し、増大は存在へと導き、衰退は非存在へと導く。だが実のところ、反対の運動の間には、両側への運動とは似ていない静止であるあるものが存在しなければならない。運動と似ていないものこそが静止だからである。そして、増大と衰退の間にあるこの静止が、自然の産物の全盛期であり、自然の終極であると言われる。自然的なものを生み出す自然はこれを獲得すると、固有の善として保全し維持しようと努める。しかし基底にある自然、すなわち質料は、形相である自然を受け止めきれずに、全体を滅ぼしてしまう。というのも、『自然学講義』で学んだように、基底にある質料も自然であり、形相も自然であり、質料を変化させて形相の受容へと動かすものも自然だからである。それゆえ、我々が述べているように、理性のない動物たちもこのような幸福にはあずかるが、知的生活と最も神的なものの認識において規定される幸福には決してあずからない。地上の一切の動物のうち人間だけが、神的なものの自然本性について自ら探究し、それらの本質がいかなるものであるかを分別して語る力を備えており、それらの知解を通じてそれらに対するある類似性を獲得するからである。事柄については以上の通りである。言葉遣いについても観察しよう。神の活動が観照であることを示した後に(『形而上学』の第12巻において彼が言うように、神自身が知解するものにして、神自身が知解されるものであるからである)、彼は「そして真の、真実の人間にとって、この活動に最も類縁関係をもつ活動もまたそうである」と付け加え、次いで、幸福である知的生活が合成されたもの、すなわち市民的なものに属するのではなく、真の、真実の人間に属することの兆候を持ち出す。そしてこのことの兆候とは、理性のない動物たちのいずれもこのような幸福にあずからないことである。そしてあずからないのは、このような、すなわち知的な活動にあずからないからである。また知的に活動しないのは、知性を欠いているからであり、この知性こそが真の人間なのである。
- 9.58λέγει δὲ ὡς συλλεξαμένους τὰ παραλελειμμένα καὶ ὧν προσυπακούειν ἔξωθεν χρή, ὅτι
対格分詞 ὡς συλλεξαμένους は、アリストテレスの語りかける対象(読者・聴者)を意味上の主語とする対格構文である。省略された前提や文脈外から補うべき要素を整理・集約した者たちを想定しつつアリストテレスが述べている(ὅτι 節を導く)という構図を示す。
- 9.58ἡ ἀκμὴ οὖσα τῆς ἐπιδόσεως καὶ τῆς παρακμῆς
属格 τῆς ἐπιδόσεως καὶ τῆς παρακμῆς は、直後の文で「両運動の間の静止(ἡ μεταξὺ τῆς ἐπιδόσεως καὶ τῆς παρακμῆς)」と明言されている通り、増大と衰退という二つの対立する運動の中間・境界に位置することを示す関係を表している。
- 9.58σημεῖον δὲ τοῦ τὴν νοερὰν ζωὴν εὐδαιμονίαν οὖσαν μὴ εἶναι τοῦ συνθέτου
述語名詞 σημεῖον に繋辞 ἐστί が省略された構文。属格句 τοῦ ... μὴ εἶναι は「〜ということの兆候である」という説明的・目的格的属格であり、その中に 対格不定詞構文(τὴν νοερὰν ζωὴν ... μὴ εἶναι)が組み込まれている。
