- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:577.8-578.9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスの「ありきたりの人でも身体的快楽を享受しうる」という言明(1177a6)を注解し、身体的快楽や遊びは誰でも望むときに享受できるのに対し、真の幸福は時間と実践を要する徳ある生活にのみ伴うものであり、子供や奴隷的で劣悪な人間には享受できないことを説明する。
" Ἀπολαύσειέ τ’ ἂν τῶν σωματικῶν ἡδονῶν ὁ τυχών." Δέδεικται πολλάκις, ὅτι ἡ εὐδαιμονία τέλος τῶν ἀγαθῶν 〈καὶ τελειότατον τέλος〉. τὸ δὲ τοιοῦτον τέλος μόνοις τοῖς σπουδαίοις ὑπάρχει. ὥσπερ γὰρ ᾧ πάρεστι ζωή, ζῇ, οὕτως ᾧ πάρεστιν ἀγαθὸν καὶ τὸ τῶν ἀγαθῶν τέλος, οὗτος ἀγαθός ἐστι καὶ τέλειος. οὐ πᾶσι δὲ πάρεστιν οὐδὲ πάντες μετέχουσι τούτου· ἦσαν γὰρ ἂν πάντες ἀγαθοὶ καὶ τέλειοι καὶ εὐδαίμονες· οὐκ εἰσὶ δέ, ἀλλ’ οἱ πλείους ἀνδραποδώδεις καὶ φαῦλοι, οἳ καὶ μάλιστα τυγχάνουσι τῶν σωματικῶν ἡδονῶν, ὧν σωματικῶν ἡδονῶν ἐστι καὶ ἡ παιδιά. καὶ οὔ φησιν ὡς οὐ δύνανται οἱ φαῦλοι εὐδαιμονήσειν· δύνανται γάρ, εἰ τὰς κακίας φυγόντες τὰς ἀρετὰς διώξουσι καὶ ἐν ἕξει τούτων γένωνται. ἀλλ’ ὃ λέγει ἐστίν, ὅτι τῶν σωματικῶν ἡδονῶν ἀπολαύειν δυνάμεθα ὅτε θελήσομεν· εὐδαίμονας δὲ εἶναι οὐκ ἐνδέχεται ὅτε θελήσομεν. χρόνου γὰρ πολλοῦ καὶ συνασκήσεως πολλῆς καὶ πράξεων καὶ ἐνεργειῶν καλλίστων καὶ παμπόλλων χρεία τοῦ τυχεῖν τοῦ καλλίστου καὶ τελειοτάτου τέλους, τῆς εὐδαιμονίας. ἀπολαύειν οὖν τῶν σωματικῶν ἡδονῶν καὶ τῆς παιδιᾶς δύναται ὁ τυχών, ἤτοι καὶ ὁ φαῦλος καὶ ὁ μήτε σπουδαῖος μήτε φαῦλος, καὶ ἀνὴρ καὶ παῖς καὶ γυνή· εὐδαιμονίας δὲ οὔθ’ ὁ φαῦλος οὔθ’ ὁ μηδέτερος οὔθ’ ὁ παῖς, ὡς ἐν τῷ Μεγάλῳ τῶν Ἠθικῶν εἶπε. τὸ γὰρ τελειότατον τέλος ἡ εὐδαιμονία 〈ἐν ἀτελεῖ γίνεσθαι τὴν ἡλικίαν οὐ πέφυκεν. ἀγαπητὸν γὰρ ὅτῳ καὶ εἰς τελειοτάτην ἡλικίαν ἐγγένηται. εἰ γάρ ἐστι τέλος ἡ εὐδαιμονία〉 τῶν ἀγαθῶν, ἤτοι πασῶν τῶν ἀρετῶν, ὧν ἓν καὶ ἡ φρόνησις, οὐδεὶς δὲ παῖς φρόνιμος, δῆλον ὡς οὐδὲ εὐδαίμων. εἰπὼν δὲ ὅτι ἀπολαύσειέ τ’ ἂν τῶν σωματικῶν ἡδονῶν καὶ ὁ τυχών, ἤτοι καὶ ὁ σπουδαῖος καὶ πᾶς ὁ μὴ σπουδαῖος, ἐπήγαγε καὶ μάλιστα τοῦ ἀρίστου. μάλιστα γὰρ οἱ ἀνδραποδώδεις τῶν ἡδονῶν τῶν σωματικῶν, καὶ τῶν παιδιῶν οἱ φαῦλοι ἤπερ οἱ σπουδαῖοι. ὁ γὰρ χαίρων ταῖς παιδιαῖς καὶ ταῖς σωματικαῖς ἡδοναῖς μᾶλλον ἀπολαύειν δύναται τῶν τοιούτων τοῦ μὴ χαίροντος. ἐπεὶ τοίνυν πάντες ἄνθρωποι τῶν σωματικῶν ἡδονῶν καὶ τῆς παιδιᾶς τοῖς φαύλοις μεταδιδόασι, τουτέστι χαίρειν καὶ παίζειν ὁμολογοῦσι, καὶ οὐδείς ἐστιν ὃς οὐ λέγει μὴ διώκειν1 τοὺς φαύλους καὶ ἀνδραποδώδεις τὰς σωματικὰς ἡδονὰς καὶ τὰς παιδιὰς μηδὲ περὶ αὐτὰς ἐπτοῆσθαι, εὐδαιμονίας δὲ αὐτοῖς οὐ μεταδιδόασιν οὐδ’ εὐδαίμονας αὐτοὺς ἀποκαλοῦσι, τοὐναντίον δὲ καὶ κακοδαίμονας αὐτούς φασιν, οὐκ ἂν εἴη εὐδαιμονία ἡ παιδιὰ ἢ ἡ σωματικὴ ἡδονή. εἰπὼν δὲ ὅτι οὐδεὶς μεταδίδωσιν εὐδαιμονίας τῷ ἀνδραποδώδει οὐδ’ εὐδαιμονίζει τὸν τοιοῦτον, ἐπήγαγεν εἰ μὴ καὶ βίου, τουτέστιν ὅτι μηδὲ βίου σπουδαίου μεταδίδωσιν αὐτῷ, ὡς τῷ σπουδαίῳ βίῳ ἑπομένης τῆς εὐδαιμονίας2 καὶ οὐ ταῖς τῶν φαύλων διαγωγαῖς.
「そして、ありきたりの人でも身体的快楽を享受しうるだろう。」 幸福が善きものの究極目的であり、〈最も完全な究極目的〉であることは、しばしば示されてきた。そして、このような究極目的は優れた者たちにのみ属する。なぜなら、生が共にある者が生きているように、善および善きものの究極目的が共にある者は善く完全であるからである。しかし[それらは]すべての人に共にあるわけではなく、すべての人がこれにあずかるわけでもない。もしそうなら、すべての人が善く、完全で、幸福であるはずだからである。だが実際はそうではなく、大半の者は奴隷的で劣悪であり、彼らこそ身体的快楽を最も多く得るのであるが、この身体的快楽のうちに遊びも属している。そして彼は、劣悪な者たちが幸福になり得ないと語っているのではない。なぜなら、もし悪徳を逃れて卓越性を追求し、これらの状態を身につけるに至るならば、彼らも[幸福に]なり得るからである。だが彼が語っているのは、私たちが望むときに身体的快楽を享受することはできるが、私たちが望むときに幸福であることは不可能だということである。なぜなら、最美にして最も完全な究極目的である幸福に到達するためには、長い時間と、多大の鍛錬と、最美かつ極めて多くの実践および活動が必要だからである。それゆえ、ありきたりの人、すなわち劣悪な者も、優れても劣悪でもない者も、男も子供も女も、身体的快楽や遊びを享受することはできる。しかし幸福を享受することは、劣悪な者も、そのどちらでもない者も、子供もできないのである。『大倫理学』において彼が語った通りである。なぜなら、最も完全な究極目的である幸福は、〈年齢において不完全な者のうちに生じることを本性としないからである。最も完全な年齢に達した者に生じることさえ喜ばしいことだからである。なぜなら、もし幸福が〉善きもの、すなわちすべての卓越性の究極目的であり、その一つが思慮であるとするなら、子供は誰も思慮深くはないのだから、幸福でもないことは明らかである。そして「ありきたりの人でも身体的快楽を享受しうるだろう」、すなわち優れた者も優れていないすべての者も〔享受しうるだろう〕と言ったのち、彼は「最善の者にも増して」と言い添えた。なぜなら、奴隷的な者たちこそ身体的快楽を、劣悪な者たちこそ遊びを、優れた者たち以上に[享受する]からである。遊びや身体的快楽を喜ぶ者は、喜ばない者よりも、そのような事柄をいっそう享受することができるからである。したがって、すべての人間が劣悪な者たちに身体的快楽や遊びを認める、すなわち[彼らが]喜んで遊び興じていることを認めており、劣悪で奴隷的な者たちが身体的快楽や遊びを追求しておらずそれらに熱中してもいない、と語る者は一人もいないのに対して、彼らに幸福を認めず、彼らを幸福と呼びもせず、それどころか彼らは不幸であるとさえ言うのであるから、遊びや身体的快楽が幸福であるはずはないだろう。そして、奴隷的な者に幸福を認める者は誰もいず、そのような者を幸福とみなす者もいないと語ったのち、彼は「また生活[を認める]のでない限り」と言い添えたが、これは[奴隷的な者に]優れた生活をも認めないという意味であり、幸福は優れた生活に伴うものであって、劣悪な者たちの過ごし方に伴うのではないからである。
- 9.39καὶ οὐδείς ἐστιν ὃς οὐ λέγει μὴ διώκειν
二重否定を含む関係節 οὐδείς ἐστιν ὃς οὐ(「…でない者はいない」「誰もが…である」)に導かれた間接話法の不定詞 διώκειν に否定辞 μή が付された構文。ギリシア語の慣用として、否定的なニュアンスを帯びる主節表現(ここでは「追求していないと言う者はいない」=「追求していることを否定する者はいない」)に伴って不定詞に μή が添えられており、文意としては「劣悪な者たちが身体的快楽を追求していることを誰もが認めている」という強い肯定を表す。
- 9.39ὡς τῷ σπουδαίῳ βίῳ ἑπομένης τῆς εὐδαιμονίας
接続詞 ὡς を伴う独立属格構文。主節(μηδὲ βίου σπουδαίου μεταδίδωσιν αὐτῷ「彼に優れた生活をも認めない」)に対する話者・世人の判断理由や根拠(「幸福は優れた生活に伴うものと考えて」)を明示している。
