← ニカイアのエウストラティオス

アリストテレス『ニコマコス倫理学』注解

§557.19-558.12

医師と健康の比喩による活動の完成の相違

アリストテレスが挙げた医師と健康の比喩に基づき、外的に先立って能力を現実態へ引き出す感覚対象と、活動の内的な付随物としてそれを増大・保持する快との完成の仕方の相違を論じ、さらに受動の二重性(破壊的受動と完成的受動)に言及する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9.21#2

οὐ γάρ ἐστιν ἐκτὸς αὐτῆς οὐδὲ προτέρα ταύτης, ἀλλ’ ἅμα τε ἔστι καὶ οὐκ ἔστι,1 καὶ χωρισθῆναι τῆς ἐνεργείας, ἐφ’ ᾗ ἐστιν, οὐ δύναται. τελειοῦν δὲ λέγεται τὴν ἐνέργειαν ἡ ἡδονὴ ὡς συναύξουσα. ἡ γὰρ ἐπὶ τῷ γεωμετρεῖν ἡδονὴ συναύξει τὰς κατὰ τὸ γεωμετρεῖν ἐνεργείας καὶ ἡ ἐπὶ τῷ κιθαρίζειν τὰς κατὰ τὴν κιθαριστικήν. ὡς γὰρ ὁ ἰατρός, φησί, καὶ ἡ ὑγίεια αἰτία τοῦ ὑγιαίνειν τὸ ζῷον, ἀλλ’ ὁ μὲν ἰατρὸς ἐκτός ἐστι τοῦ ὑγιαίνοντος καὶ πρότερος ᾗ ἰατρός (ὅτε γὰρ ἐνόσει ὁ ὑπ’ αὐτοῦ ὑγιασθείς, ἰατρὸς μὲν ἦν ὁ ἰασάμενος τὸν νοσοῦντα, ὁ δὲ ὑγιασθεὶς ὑγιὴς οὐκ ἦν), ἡ δὲ ὑγίεια οὐκ ἐκτός ἐστι τοῦ ὑγιαίνοντος ἀλλ’ ἐν αὐτῷ ἐστιν ὡς μέρος ἢ ἕξις. ἐν γὰρ τῇ συμμετρίᾳ τῶν ἐν αὐτῷ χυμῶν ἡ ὑγίεια καὶ τὸ ὑγιαίνειν ἐστὶ καὶ σύνεστιν αὐτῷ ἀχωρίστως ἡ ὑγίεια, ἕως ἂν ὑγιαίνῃ, οὕτως καὶ ἡ ἡδονὴ συνυπάρχει τῇ ἐνεργείᾳ, ἐφ’ ᾗ γίνεται, ἕως ἄν ἡ ἐνέργεια σώζηται καὶ ἔστιν. ὡς οὖν ἄλλως μέν ἐστιν ὁ ἰατρὸς αἴτιος τοῦ ὑγιαίνειν τὸ ζῷον, ἄλλως δὲ ἡ ὑγίεια (ὁ μὲν γὰρ τοῦ ἐπιγενέσθαι ἐν τῷ ζῴῳ τὴν ὑγίειαν γέγονεν αἴτιος, ἡ δὲ ὑγίεια τοῦ κατὰ φύσιν καὶ ἀμέμπτως ἐνεργεῖν, καὶ ὁ μὲν κεχώρισται τοῦ ὑγιαίνοντος, ἡ δὲ σὺν αὐτῷ ὡς ἕξις τις αὐτοῦ ἢ εἶδος· τοῦ γὰρ ὑγιαίνοντος ᾗ ὑγιαίνων ἐστὶν εἶδος ἡ ὑγίεια, ὡς καὶ τοῦ λευκοῦ ᾗ λευκὸς τὸ λευκόν· οὔτε γὰρ λευκὸς δίχα λευκοῦ λευκὸς εἶναι δύναται οὔθ’ ὑγιαίνων δίχα ὑγιείας), οὕτω καὶ τὸ αἰσθητὸν καὶ ἡ ἡδονὴ οὐχ ὡσαύτως τελειοῦσι τὴν αἴσθησιν, ἀλλὰ τὸ μὲν αἰσθητὸν τελειοῖ αὐτὴν ὡς ἐκκαλούμενον καὶ ἄγον αὐτὴν ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν, ἐκτὸς ὂν καὶ πρότερον τῆς ἐνεργείας τῆς περὶ αὐτό. ἀντιληπτικὴ γὰρ αὐτοῦ καὶ κριτικὴ γίνεται τότε. ἡ δὲ ἡδονὴ τελειοῖ τὴν ἐνέργειαν ὡς συναύξουσά τε καὶ συντηροῦσα καὶ μένειν οἱονεὶ ἀναπείθουσα. ὅτι δὲ καθ’ ἑκάστην αἴσθησιν κατὰ φύσιν ἐνεργοῦσαν καὶ πρὸς τὸ κάλλιστον τῶν ὑπ’ αὐτὴν αἰσθητῶν ἕπεται ἡδονή, οἶμαι μηδένα ἀγνοεῖν. καὶ ἐπεὶ ἀντίκεινται τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις, ὡς τὰ πρός τι, καὶ ἡ μὲν αἴσθησις πάσχει, ποιεῖ δὲ τὸ αἰσθητὸν ἀνάγκη, ὅταν ἅμα ὦσι, τὸ μὲν ποιεῖν, τὴν δὲ πάσχειν, τουτέστιν ἀνάγκη ἐνέργειαν εἶναι κρατίστην καὶ ἡδίστην.2 ὅτι δὲ τὸ πάσχον διττόν ἐστι, τό τε φθειρόμενον καὶ τὸ εἰς τελειότητά τινα καὶ εἶδος καὶ ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν ἀγόμενον, τῶν καθωμιλημένων ἐστί, καὶ ὅτι τὸ μὲν πρότερον τὸ ἐξιστῶν τῆς οἰκείας φύσεως καὶ εἰς φθορὰν ἄγον, ὀδυνηρόν ἐστι καὶ λυπηρόν, τὸ δὲ ἕτερον ἡδὺ καὶ προσηνές, καὶ τοῦτο τῶν μυριολέκτων ἐστίν.

というのも、[快は]活動の外にあるのでも、これに先立つのでもなく、[活動と]同時に存在し、同時に存在しなくなるのであって、それがそこにあるところの活動から分離されることはできないからである。快が活動を完成させると言われるのは、[活動を]ともに増大させるものとしてである。なぜなら、幾何学をすることに伴う快は幾何学をすることに応じた活動を増大させ、キタラーを弾くことに伴う快はキタラー奏術に応じた[活動を]増大させるからである。というのも、彼が言うには、医師と健康は動物にとって健康であることの原因であるが、医師は健康を享受している者の外にあり、医師である限りにおいて先立っているのに対し(なぜなら彼によって健康にされた者が病んでいたとき、病人を治療した者はすでに医師であったが、健康にされた者は健康ではなかったからである)、他方、健康は健康を享受している者の外にあるのではなく、部分あるいは状態として彼自身の内にあるのと同様だからである。なぜなら、彼自身の内にある体液の均整の中に健康と健康であることとが存在し、健康は彼が健康である限りにおいて彼と分かちがたく共にあるからであり、そのように快もまた、それが生じるところの活動が維持され存在する限りにおいて、活動と共存するからである。したがって、医師が動物にとって健康であることの原因である仕方と、健康がそうである仕方とが異なっており(なぜなら一方は健康が動物の内に生じることの原因となったが、健康は自然にかつ欠点なく活動することの原因であり、また一方は健康を享受している者から分離しているが、他方は彼の何らかの状態あるいは形相として彼と共にある。なぜなら、健康とは健康を享受している者が健康である限りにおいてそれの形相であり、白さが白いものが白い限りにおいてそれ[の形相]であるのと同様だからである。なぜなら、白いものは白さなしには白いものであることができず、健康を享受している者も健康なしにはありえないからである)、そのように感覚対象と快も、同様な仕方で感覚を完成させるのではない。むしろ感覚対象は、それ[感覚]を呼び覚まし、可能態から現実態へと導くものとして、それ〔感覚対象〕に関する活動の外にあり、かつ先立つものとして、それ〔感覚〕を完成させるのである。なぜなら、そのとき[感覚は]感覚対象を感知し判定するものとなるからである。これに対して快は、[活動を]ともに増大させ、ともに保持し、いわば存続するように説き勧めるものとして、活動を完成させるのである。そして、自然にしたがって活動し、自身の管轄下にある感覚対象のうち最も優れたものに向かうそれぞれの感覚に快が伴うということは、何人も知らぬことはないと思う。そして、感覚対象と感覚とは関係概念として対立しており、感覚は受動し、感覚対象は作用するのであるから、両者が同時にあるときには、一方が作用し他方が受動すること、すなわち活動が最善かつ最も快いものであることが必然である。そして、受動するものには二通りあり、破壊されるものと、ある完成および形相へと、すなわち可能態から現実態へと導かれるものとがあるということは通説に属することであり、前者は本来の自然から外れさせ破壊へと導くものであって苦痛であり悲哀をもたらすのに対し、後者は快く心地よいものであるということもまた、あまた語り継がれてきたことなのである。

構文注2 件
  1. 9.21ἅμα τε ἔστι καὶ οὐκ ἔστι

    副詞 ἅμα(同時に)が ἔστι と οὐκ ἔστι の双方を統括しており、「[活動と]同時に存在し、かつ[活動がなくなれば]同時に存在しなくなる」という、快と活動との共起および共消滅の関係を表す。自己矛盾的な「存在すると同時に存在しない」を述べているのではなく、快の時間的存続が活動に厳密に従属していることを意味する。

  2. 9.21καὶ ἐπεὶ ἀντίκεινται τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις, ὡς τὰ πρός τι, καὶ ἡ μὲν αἴσθησις πάσχει, ποιεῖ δὲ τὸ αἰσθητὸν ἀνάγκη, ὅταν ἅμα ὦσι, τὸ μὲν ποιεῖν, τὴν δὲ πάσχειν, τουτέστιν ἀνάγκη ἐνέργειαν εἶναι κρατίστην καὶ ἡδίστην.

    構文の骨格は、理由を表す従属節 ἐπεὶ ἀντίκεινται... καὶ ἡ μὲν αἴσθησις πάσχει, ποιεῖ δὲ τὸ αἰσθητόν(感覚対象と感覚が対立し、感覚が受動し感覚対象が作用するので)に対し、非人称構文 ἀνάγκη(...であることは必然である)が主節を成す構造である。主節内の対格不定詞構文 τὸ μὲν ποιεῖν, τὴν δὲ πάσχειν が条件節 ὅταν ἅμα ὦσι を挟んで ἀνάγκη に従属し、さらに τουτέστιν ἀνάγκη 以下の対格不定詞 ἐνέργειαν εἶναι κρατίστην καὶ ἡδίστην がその帰結の言い換えとして付加されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:557.19-558.12