- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:532.11-533.19
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが快を無差別に劣悪視する教育的方策を退け、事実と言論の合致や多義性の区分を要求した箇所(1172a33)について、エウストラティオスは言行不一致が生む悪影響を論解し、エウドクソスの快善説の検討へと導入する。
" Μήποτε δὲ οὐ καλῶς τοῦτο λέγεται. οἱ γὰρ περὶ τῶν ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσι λόγοι ἧττόν εἰσι πιστοὶ τῶν ἔργων." Τὸ λέγειν, φησίν, ὡς χρὴ ψέγειν καὶ ἐκφαυλίζειν, κἂν μὴ ψεκτὸν μηδὲ φαῦλόν ἐστιν ἐκεῖνο, πρὸς ὃ ἐπιρρεπεῖς ἐσμεν, οὐ καλῶς λέγεται.1 οὐ γάρ ἐστι καλὸν τὸ μὴ ἁπλῶς φαῦλον ἁπλῶς ἀποφαίνεσθαι, ὡς ἁπλῶς ἐστι τοιοῦτον, ἀλλὰ χρὴ διαιροῦντας, εἰ τῶν πολλαχῶς λεγομένων ἐστί, διδάσκειν ὁσαχῶς λέγεται καὶ τίνα τῶν ὑπὸ τοῦ ὀνόματος σημαινομένων ἀγαθὰ ἢ ὠφέλιμά ἐστι καὶ τίνα φαῦλα ἢ βλαβερά· εὐθὺς ἐπὶ τῆς ἡδονῆς, ὅτι ἡ μὲν τῶν ἀκολάστων καὶ κυβευτῶν καὶ μέθαις καὶ ἀσελγείαις προσκειμένων φαύλη καὶ βλαβερά ἐστιν, ἥτις οὐδὲ κυρίως ἐστὶν ἡδονὴ ἀλλὰ φαινομένη τοῖς ἀγεύστοις τῆς ἀληθινῆς, ἡ δὲ ταῖς κατ’ ἀρετὴν ἐνεργείαις ἑπομένη καὶ τῇ τῶν ὄντων θεωρίᾳ ἀρίστη τε καὶ ἀληθής ἐστιν ἡδονή, ἣν καὶ χρὴ ἀσπάζεσθαι καὶ σπουδῇ μεταδιώκειν. τοῦτο μὲν δὴ καλόν, τὸ δ’ ἁπλῶς ἀποφαίνεσθαι πλημμελὲς καὶ οὐκ εὔλογον. τὸ γὰρ ἁπλῶς ψέγειν τὴν ἡδονὴν κωλύειν ἐστὶ καὶ ἀπάγειν ἀπὸ τῶν καλλίστων ἡδονῶν. καὶ διὰ τί οὐ καλόν ἐστι τὸ ἁπλῶς φαυλίζειν τὸ μὴ ἁπλῶς φαῦλον ἐπήγαγε. μᾶλλον γὰρ πιστεύομεν τοῖς πράγμασι τῶν λόγων·2 τὰ γὰρ πράγματα ποιεῖ πιστοὺς τοὺς λόγους, ἀλλ’ οὐχ οἱ λόγοι τὰ πράγματα. εἰ γάρ τις λέγοι, ὅτι ἡ φιλαργυρία φαῦλόν ἐστιν, εἶθ’ ὁρᾶται συλλέγων παντὶ τρόπῳ καὶ πάντοθεν τὸ νόμισμα, τίς ἂν τούτῳ πιστεύσειεν, ὅτι φαῦλόν τί ἐστιν ἡ φιλαργυρία; ὡσαύτως καὶ ὁ λέγων τὴν ἡδονὴν φαῦλον, εἶτα ῥέπων πρὸς αὐτὴν ἐξ ὧν πράττει ἀγαθὸν αὐτὴν εἶναι ἐνδείκνυται, καὶ οὐχ ὁποῖον λέγει. ὥστε αἱ πράξεις βεβαιοῦσι τοὺς λόγους, ἀλλ’ οὐχ οὗτοι τὰς πράξεις. λέγει δὲ πάθη μὲν ἡδονὰς λύπας, φιλίας ὀργάς, πράξεις δὲ τὰς ἀπ’ αὐτῶν ἐνεργείας ὕβρεις ἁρπαγὰς τιμάς, καὶ εἴρηται περὶ τούτων πολλάκις ἐν τοῖς προτέροις βιβλίοις. ὅταν τοίνυν οἱ λόγοι μὴ συμφωνῶσι τοῖς κατὰ τὴν αἴσθησιν, ἤτοι τοῖς πραττομένοις ὑφ’ ἡμῶν τῶν λεγόντων αὐτούς, καταφρονούμενοι πρὸς τῷ ἀπίθανοι δοκεῖν καὶ τὴν ἀλήθειαν προσαφανίζουσιν.3 ὁ γὰρ λέγων ἁπλῶς καὶ ἀδιορίστως τὴν ἡδονὴν φαῦλον, εἶτα ὁρᾶται πρὸς αὐτὴν ἀποκλίνων καὶ σπουδῇ διώκων ἀναιρεῖ τὸ ἀληθές. ἔστι γὰρ ἀληθῶς ἡδονή τις φαύλη καὶ ἀληθεύει ὁ φαύλην αὐτὴν λέγων, δοκεῖ δὲ ψεύδεσθαι διὰ τοὺς λέγοντας τὴν ἡδονὴν φαύλην, εἶτα ἀποφαινομένους ἀγαθὴν ἐκ τοῦ ἐπιδιώκειν αὐτήν. οἱ πολλοὶ γὰρ μὴ δυνάμενοι διαιρεῖν ποσαχῶς ἕκαστον λέγεται καὶ τὴν φαύλην ἀγαθὸν οἴονται, βλέποντες τὸν ἁπλῶς τὴν ἡδονὴν καὶ ἀδιορίστως ψέγοντα πρὸς αὐτὴν ὁρμῶντα. δεῖ τοίνυν περὶ τῶν πολλαχῶς λεγομένων μὴ ἁπλῶς ἀποφαίνεσθαι ἀλλὰ διαιρεῖν, οἷον ὅτι ἡδονή ἐστιν αὕτη καὶ αὕτη καὶ αὕτη, καὶ ἥδε μέν ἐστιν ἀγαθή, ἥδε δὲ φαύλη, ἥδε δὲ οὐδετέρα. τοῦ γὰρ ἀληθοῦς ἡ γνῶσις καὶ αὐτὴ μὲν καθ’ αὑτὴν αἱρετή ἐστιν, ἀλλὰ καὶ πρὸς τὸ ὀρθῶς βιοῦν τοὺς ἀκούοντας μέγα τι συμβάλλεται. συνῳδοὶ γὰρ καὶ σύμφωνοι τοῖς ἔργοις ὄντες πιστεύονται καὶ ἀναγκάζουσι τοὺς ἀκούοντας καὶ πεπιστευκότας ζῆν ὡς αὐτοὶ διακελεύονται. ταῦτα εἰπὼν καὶ προσεπειπὼν ἅλις τῶν τοιούτων λόγων τρέπεται εἰς ἐπίσκεψιν τῶν περὶ αὐτῆς ἀποφηναμένων καὶ πρῶτον τίθησι τοὺς λόγους τοῦ Εὐδόξου, δι’ ὧν αὐτὴν κατεσκεύαζεν εἶναι τἀγαθόν.
「しかし、おそらくこれは善く言われていない。情念と行為における事柄についての言論は、事実に比して信憑性に乏しいからである。」 われわれが傾きがちな対象が、たとえ非難されるべきものでも劣悪なものでもないとしても、非難し蔑視すべきであると語ることは、善く言われていない、と彼は言う。なぜなら、端的に劣悪ではないものを、端的にそのようなものであるかのように端的に表明することは善いことではなく、むしろ多義的に語られる事柄に属するなら、区分しながら、それがいかに多くの仕方で語られるか、またその名によって意味される事柄のうち何が善または有益であり、何が劣悪または有害であるかを教示すべきだからである。直ちに快について言えば、放縦な者たちや賽ころ博打をする者たち、また酩酊や好色に耽る者たちの快は劣悪で有害であり、それは本来的な快ですらなく、真の快を味わったことのない者たちにとって見かけのものにすぎないが、他方、徳に即した活動や存在者たちの観照に伴う快は最善にして真の快であり、これこそ歓迎し熱心に追求すべきものである。これ[を教示すること]こそはまさに善いが、端的に表明することは誤りであり理にかなっていない。なぜなら、快を端的に非難することは、最善の快から妨げ引き離すことだからである。そして、なぜ端的に劣悪ではないものを端的に蔑視することが善くないのかを、彼は付け加えた。というのも、われわれは言論よりも事実に信を置くからである。なぜなら、事実が言論を信頼すべきものとするのであって、言論が事実を[そうする]のではない。もしある人が、金銭愛は劣悪であると言いながら、そののちあらゆる方法であらゆる場所から貨幣をかき集めているのが見られるなら、金銭愛は何らか劣悪なものであると、誰がこの者に信を置くであろうか。同様に、快を劣悪であると言いながら、そののち快へと傾いている者は、己のなす事柄によって快が善であることを示しているのであり、自分が語っているようなものであることを[示しているの]ではない。したがって、行為こそが言論を確証するのであって、言論が行為を[確証する]のではない。そして彼は、情念とは快・苦、愛慕・怒りであり、行為とはそれらから生じる活動、傲慢・略奪・名誉であると言っており、これらについては先行する諸巻においてもしばしば語られている。それゆえ、言論が感覚に即した事柄、すなわちそれらを語るわれわれ自身によってなされる事柄と合致しないとき、それらは侮られ、説得力に欠けると見なされることに加えて、真理をも失わせるのである。なぜなら、端的にかつ無限定に快を劣悪であると言いながら、そののち快へと傾き熱心に追求しているのが見られる者は、真実なるものを無に帰せしめるからである。というのも、真実に何らかの劣悪な快は存在し、それを劣悪であると言う者は真を語っているのであるが、快を劣悪であると言いながら、次いでそれを追求することによって善であると表明する人々のゆえに、偽りを述べていると思われるからである。多くの人々は各々の事柄がいかに多くの仕方で語られるかを区分することができず、快を端的にかつ無限定に非難している者が快へと突進しているのを見て、劣悪な[快]をも善であると思うからである。それゆえ、多義的に語られる事柄については端的に表明するのではなく区分せねばならない。たとえば、快とはこれとこれとこれのようであり、この[快]は善であり、この[快]は劣悪であり、この[快]はそのいずれでもない、というように。なぜなら、真理の認識はそれ自体としても望ましいものであるが、聞き手たちが正しく生きることに対しても大いに貢献するからである。というのも、[言論は]事実に調和し合致しているとき信じられ、聞き手であり信を置いた者たちに、自らが命じているように生きるよう強いるからである。彼はこれらを述べ、さらに「そのような言論はもう十分である」と付け加えたのち、快について見解を表明した人々への考察へと転じ、まずエウドクソスが快を善そのものであると確立した論証を提示する。
- 9.3Τὸ λέγειν, φησίν, ὡς χρὴ ψέγειν καὶ ἐκφαυλίζειν, κἂν μὴ ψεκτὸν μηδὲ φαῦλόν ἐστιν ἐκεῖνο, πρὸς ὃ ἐπιρρεπεῖς ἐσμεν, οὐ καλῶς λέγεται.
文全体の骨格は、冠詞付き不定詞句 Τὸ λέγειν ... が主語となり、述語動詞 οὐ καλῶς λέγεται に結びつく構文である。λέγειν の目的語となる内容が ὡς 節(ὡς χρὴ ψέγειν...)で導かれ、その中に譲歩節 κἂν μὴ ψεκτὸν ... ἐκεῖνο(ἐκεῖνο は先行詞で関係節 πρὸς ὃ ἐπιρρεπεῖς ἐσμεν が修飾)が挿入されている。
- 9.3μᾶλλον γὰρ πιστεύομεν τοῖς πράγμασι τῶν λόγων
比較級 μᾶλλον に導かれる属格比較(genitive of comparison)で、τῶν λόγων は「言論よりも」を意味する比較の属格である。与格 τοῖς πράγμασι は動詞 πιστεύομεν の目的語(「事実に信を置く」)として機能している。
- 9.3καταφρονούμενοι πρὸς τῷ ἀπίθανοι δοκεῖν καὶ τὴν ἀλήθειαν προσαφανίζουσιν.
主語は先行する節の οἱ λόγοι であり、受動分詞 καταφρονούμενοι(侮られて)が主動詞 προσαφανίζουσιν(さらに失わせる・消滅させる)に係っている。前置詞句 πρὸς τῷ ἀπίθανοι δοκεῖν は「説得力に欠けると見なされることに加えて」という添加の与格構文である。
