- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:521.20-522.22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが倫理学1171a2で述べる、多くの友人と共に生活し感情を分かち合うことの不可能性を注解し、友愛の対象が少数に限られる理由を説明する。
" Ὅτι δ’ οὐχ οἷόν τε πολλοῖς συζῆν καὶ διανέμειν ἑαυτόν, οὐκ ἄδηλον." Ὃ λέγει πᾶσι δῆλόν ἐστιν· εἰ γὰρ ὁ μὲν τῶν φίλων ἔθος ἔχει ἔξω τοῦ ἄστεος καθ’ ἑκάστην φοιτᾶν, ὁ δὲ συνδιάγειν μετὰ τῶν ἐχόντων τὰς ἀρχὰς τῆς πόλεως, ὁ δὲ μετὰ τῶν γυμναζομένων συγγυμνάζεσθαι καὶ ὁ μὲν τόδε, ὁ δὲ τόδε τι ποιεῖν, πῶς οἷόν τε τὸν αὐτὸν καὶ ἕνα ἐν τῇ αὐτῇ καὶ μιᾷ ὥρᾳ ἢ καὶ ἡμέρᾳ πᾶσι συμπαρεῖναι καὶ συμπράττειν; τὸ μὲν οὖν μηδενὶ συνεῖναι ἄτοπον καὶ ἄφιλον, τὸ δὲ τούτῳ μὲν συνεῖναι, τοῖς δ’ ἄλλοις μὴ καταφρονήσεως δόξαν ἐμποιήσει. πάντας δὲ πάλιν τοὺς πολλοὺς τὸ αὐτὸ παντελῶς ποιεῖν καὶ πράττειν,1 ὡς εἶναι πάντας ἓν κατ’ αὐτὸ τοῦτο, καθὸ ἕν ἐστιν ἐκεῖνο ὃ ποιοῦσιν ἢ πράττουσι καὶ διὰ τοῦτο δύνασθαι λέγειν, ὅτι δυνατόν ἐστι, μετὰ πάντων ἅμα συνεῖναι· καθὸ γὰρ τὸ αὐτὸ πράττουσι κατὰ τήνδε τὴν ὥραν, κατὰ τοῦτο ἅμα εἰσὶ καὶ μὴ ἅμα ὄντες· τὸ οὖν πάντας πολλοὺς ὄντας τὸ αὐτὸ πράττειν ἀμήχανον· δύο μὲν γὰρ ὄντας καὶ τρεῖς ἐνδεχόμενόν ἐστι τὸ αὐτὸ ἐργάζεσθαι, εἴκοσι δὲ εἰ τύχοι ὄντων ἀδύνατον. ἀλλὰ καὶ εἰ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλοις εἰσὶ φίλοι, εἰσὶ δ’ εἴκοσι φίλοι τοῦ Σωκράτους καὶ ἀλλήλοις ἀνάγκη φίλους εἶναι· τοῦτο δὲ ἐργωδέστατον. πάλιν ἐπεὶ φίλοι εἰσὶ τοῦ Σωκράτους, τὸν δὲ σπουδαῖον φίλον (περὶ γὰρ τῶν σπουδαίων ἐστὶν ὁ λόγος) δεῖ συνδιάγειν καὶ συνδιημερεύειν μετὰ τοῦ φίλου, ἀνάγκη τοὺς εἴκοσι συνδιημερεύειν τῷ Σωκράτει· ὥστε καὶ ἀλλήλοις. πῶς οὖν ἔσται τοῦτο μὴ ὄντων ἀλλήλοις φίλων; ἀλλὰ τοῦτο ἓν τῶν χαλεπωτάτων ἐστίν, ἔτι δὲ χαλεπώτερον μᾶλλον δ’ ἀδύνατον τὸ συγχαίρειν μετὰ τῶν χαιρόντων καὶ συλλυπεῖσθαι μετὰ τῶν λυπουμένων. εἰ γὰρ ὁδὶ ἅμα μὲν κλαίει, ὁδὶ δὲ γελᾷ, πῶς ἐστι δυνατὸν γελᾶν ἅμα καὶ δακρύειν; καὶ εἰ ὁ μὲν φέρει τὸν υἱὸν τεθνηκότα, ὁ δὲ γάμον ἐκτελεῖ τῆς θυγατρὸς ἐν τῇ αὐτῇ ἀμφότεροι ὥρᾳ ἢ καὶ ἡμέρᾳ, πῶς ἐνδέχεται χαίρειν ἅμα καὶ λυπεῖσθαι; ταῦτ’ εἰπὼν καὶ ἐνδειξάμενος, ὅτι πλείους ἑνὸς οὐ δύναται φίλους ἔχειν ὁ σπουδαῖος, σκληρὸν ἐπιγνοὺς ὂν τὸ δόγμα, ἐπὶ τὸ σαῖνον τραπείς,2 τὴν μὲν πολυφιλίαν λέγει φεύγειν δεῖ, τοσούτους δ’ αἱρεῖσθαι ὅσοις ἂν δυνήσηται συζῆν. τοσοῦτοι δ’ ἂν εἶεν οἷον τρεῖς, πλείους γὰρ ἔχειν ἴσως οὐκ εὐπετές. ἀδύνατον γάρ ἐστι πολλοὺς ἔχειν φίλους· ὡς γὰρ οἱ ποταμοὶ πολλὰς σχίσεις καὶ κατατομὰς λαμβάνοντες λεπτοὶ καὶ ἀσθενεῖς ῥέουσιν, οὕτω καὶ ἡ φιλία εἰς πολλοὺς μεριζομένη ἐξαμαυροῦται. ὥσπερ γάρ, φησί, πολλῶν ἐρᾶν ἀδύνατον (ὑπερβολὴ γὰρ φιλίας ὁ ἔρως ἐστίν), οὕτως οὐδὲ πολλοὺς σφόδρα φιλεῖν ἐνδέχεται. τὰ μὲν οὖν λεγόμενα τοιαῦτα, κατὰ δὲ τὴν λέξιν τὴν πλείονα οὖσαν τοῦτο δὲ πρὸς ἕνα3 περὶ τοῦ ἐρᾶν εἶπε. τὸ μὲν γὰρ ἐρᾶν πρὸς ἕνα ἐστί, τὸ δὲ σφόδρα φιλεῖν πρὸς ὀλίγους.
「多くの人々と共に生き、自分を分配することが不可能であることは、不明瞭ではない。」 彼が言っていることはすべての人にとって明白である。なぜなら、友人たちのある者は毎日町外れに通う習慣があり、ある者は国家の支配者層と共に過ごし、ある者は体操する者たちと共に運動し、ある者はこれを、ある者はそれをしているとすれば、同一の一人が同一の一つの時間あるいは一日において、全員に同席し共に行動することがどうして可能であろうか。したがって、誰とも一緒にいないのは奇異であり友愛に反するが、この者とは一緒にいて他の者たちとは一緒にいないなら、侮蔑の印象を生み出すであろう。他方で、多数である者たち全員が完全に同一のことをなし行うことで、彼らがなし行っているそのこと自体によって、彼らがなし行っている事柄が一つであるかぎりにおいて全員が一つであり、それゆえにすべての人々と同時に一緒にいることが可能であると言えるということは――なぜなら彼らはこの時間において同一のことを行うかぎりにおいて、一緒にいなくとも一緒にいるからである――、したがって多数でありながら全員が同一のことを行うことは不可能である。なぜなら2人や3人であれば同一のことをなすことも可能であるが、例えば20人であるなら不可能だからである。さらにまた、同一の人の友人たちがお互い同士も友人であるとして、ソクラテスの友人が20人いるなら、互いにも友人であることが必然的である。しかしこのことは最も困難である。さらに、彼らはソクラテスの友人であり、優れた友人(論考は優れた人々に関するものであるから)は友人と共に過ごし、共に一日を過ごさねばならない以上、20人がソクラテスと共に一日を過ごすことが必然的であり、したがって相互にもそうせねばならない。では、互いに友人でないなら、これがどうして成立するであろうか。しかし、このことは最も困難なことの一つであり、喜ぶ者たちと共に喜び、悲しむ者たちと共に悲しむことはさらに困難であり、むしろ不可能である。なぜなら、この者が泣いていると同時にかの者が笑っているなら、同時に笑いかつ涙を流すことがどうして可能であろうか。また、ある者が亡くなった息子を葬送し、ある者が娘の婚礼を挙行しているのが、両者とも同一の時間あるいは一日においてであるなら、同時に喜びかつ悲しむことがどうして可能であろうか。彼はこれらのことを述べて、優れた人は一人より多くの友を持つことができないということを示したのち、その教説が厳格にすぎると認めて、より受け入れやすい穏やかなものへと転じ、多数の友を持つことは避けるべきであるが、共に生きることができるだけの人数を選ぶべきである、と言う。その人数とは例えば3人程度であろう。なぜなら、より多くを持つことはおそらく容易ではないからである。実際、多くの友を持つことは不可能である。というのも、川が多くの分岐や分流を受けると細く弱く流れるように、友愛もまた多数へと分割されると薄れてしまうからである。なぜなら彼が言うには、多くの人を情熱的に愛することが不可能であるように(情愛とは友愛の過度な高まりであるから)、そのように多くの人を強く愛することも不可能だからである。語られている内容は以上の通りであるが、「しかしこれは一人に対してである」というさらに続く文言については、情愛について言ったのである。なぜなら、情愛は一人に対してであるが、強く愛することは少数の人々に対してであるからである。
- 8.46πάντας δὲ πάλιν τοὺς πολλοὺς τὸ αὐτὸ παντελῶς ποιεῖν καὶ πράττειν
文頭の対格不定詞句 πάντας... ποιεῖν は、続く ὡς 節や καθὸ 節の挿入を経て、 τὸ οὖν πάντας πολλοὺς ὄντας τὸ αὐτὸ πράττειν ἀμήχανον(したがって多数でありながら全員が同一のことを行うことは不可能である)という主節によって、中途で破格構文(アナコルートン)となりつつ要約・再開(resumptive)されている。
- 8.46ἐπὶ τὸ σαῖνον τραπείς
σαῖνον は動詞 σαίνω(尾を振る、愛想よく迎える)の現在分詞中性単数で、「耳に心地よいもの、受け入れやすいもの、穏和なもの」を名詞的に表す。アリストテレスが「真の友は一人しか持てない」という厳格な極論から、より穏やかで実現可能な規範へと議論を緩和させたことを指す。
- 8.46τοῦτο δὲ πρὸς ἕνα
この句はアリストテレス本文(1171a10)のレンマ的引用である。文構造としては「κατὰ δὲ τὴν λέξιν τὴν πλείονα οὖσαν... περὶ τοῦ ἐρᾶν εἶπε」の中に引用句「τοῦτο δὲ πρὸς ἕνα」が目的語のように埋め込まれている。
