- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:506.17-507.19
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
エウストラティオスは、アリストテレスの1169a18に基づき、優れた人が友や祖国のために命や財産を投げ打つ理由を、知性が自己にとって最大の善美と強い快楽を選択するという観点から解明する。
" Ἀληθὲς δὲ τὸ περὶ τοῦ σπουδαίου καὶ τὸ τῶν φίλων ἕνεκα πολλὰ πράττειν." Οὐ πάντα πράξει1 ἕνεκα τοῦ φίλου, οἷον ὅσα ἐκείνῳ αἰσχύνην προξενεῖ ἢ ζημίαν ψυχῆς ἀλλ’ ὅσα εἰς τιμὴν καὶ ὠφέλειαν τοῦ ἀληθινοῦ ἀνθρώπου τείνει. εὐλόγως οὖν οὐκ εἶπεν ὅτι πάντα πράξει ἀλλ’ ὅτι πολλά. ἐπειδὴ γὰρ πολλὰ τὰ καλὰ καὶ συμφέροντα ἑαυτοῦ ἕνεκα πράττει, ὁ δὲ φίλος αὐτοῦ ἄλλος αὐτός ἐστι, καὶ τοῦ φίλου ἕνεκα πολλὰ πράξει. καὶ ἐπεὶ ὅλος ταῖς ἀρεταῖς κατακώχιμός ἐστι, καὶ κεκοσμημένος καὶ νοερῶς διαζῇ. πᾶς δὲ νοῦς, ὡς εἴρηται, τὰ βέλτιστα αἱρεῖται. (ἐν τούτῳ γὰρ αὐτοῦ τοῦ νοῦ τὸ εἶναι καὶ τοῦτό ἐστιν, ὡς εἰπεῖν, ἡ φύσις αὐτοῦ τὰ βέλτιστα καὶ συμφέροντα ἑαυτῷ αἱρεῖσθαι), ἐπεὶ οὖν τοιοῦτός ἐστιν ὁ σπουδαῖος, καὶ τῆς πατρίδος ἕνεκα πολλὰ πράξει, κἂν δέῃ ὑπεραποθνήσκειν, ἀποθανεῖται καὶ χρήματα προήσεται ὑπὲρ τῆς τῶν πολιτῶν σωτηρίας καὶ πάντα τὰ περιμάχητα τῶν ἀγαθῶν οἷον τιμὰς κτήματα περιποιούμενος ἑαυτῷ τὸ καλόν·2 τοῦτο δέ ἐστιν ἡ ἀπὸ τῶν σπουδαίων τιμὴ καὶ ἡ ἀπὸ τοῦ δημιουργοῦ ἡμῶν θεοῦ ἀμοιβή. βούλεται γὰρ ὁ σπουδαῖος καὶ πᾶς εὐφρονῶν ὀλίγον χρόνον ἡσθῆναι σφόδρα τὴν ἀληθεστάτην ἡδονὴν ἢ πολὺν ἠρέμα καὶ κατὰ βραχύ. ὅτι μὲν γὰρ ταῖς κατ’ ἀρετὴν πράξεσιν ἕπονται ἡδοναὶ δῆλον καὶ εἴρηται πολλάκις, εἴ που ἀρετή ἐστιν ἕξις ἐν μεσότητι τῇ πρὸς ἡμᾶς κατὰ τὸν ὀρθὸν λόγον μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς. ὅτι δὲ καὶ ταῖς μεγάλαις πράξεσιν ἡδοναὶ μεγάλαι ἕπονται, καὶ τοῦτο ἴσμεν. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, δῆλον καὶ ὅτι ὁ κατὰ βραχὺ τὰ καλὰ πράττων καὶ κατ’ ὀλίγον εἰ τύχοι ἀναλίσκων χρήματα περὶ αὐτὰ πολὺν μὲν χρόνον ἥδεται, κατὰ βραχὺ δὲ καὶ ἠρέμα, ὁ δὲ τάχιον πράττων ἢ καὶ ἀθρόον ἀναλίσκων ὀλίγον μὲν χρόνον, σφόδρα δὲ ἥδεται. ἔοικε γὰρ ὁ σπουδαῖος σφόδρα διψῶντι καὶ ἀθρόον πίνοντι ψυχροῦ, ὁ δὲ λοιπὸς τῷ κατὰ βραχὺ ἐπιρροφοῦντι. αἱρεῖται οὖν ὁ σπουδαῖος τὸ σφόδρα ἐν ὀλίγῳ χρόνῳ ἡσθῆναι ἢ ἠρέμα ἐν πολλῷ. καὶ βιῶσαι ἕνα χρόνον καλῶς ἐν τῷ ὑπεραποθνῄσκειν τῆς πατρίδος, ἢ πολλοὺς τυχόντως, ἤτοι ἀκλεῶς καὶ δίχα τινὸς τιμῆς. καὶ μίαν πρᾶξιν αἱρεῖται πρᾶξαι καλὴν καὶ μεγάλην, ἥτις ἐστὶ τὸ κινδυνεῦσαι ὑπὲρ τῆς πατρίδος ἢ φίλων ἢ τὸ πάντα τὰ χρήματα καὶ κτήματα προέσθαι χάριν τινὸς μεγάλου καλοῦ ἢ πολλὰς καὶ μικρὰς πράξεις διαπερᾶναι. εἰπὼν δὲ ὅτι αἱρεῖται μίαν μεγάλην πρᾶξιν καὶ καλήν, τίς ἐστιν ἡ μεγάλη καὶ καλὴ πρᾶξις σαφηνίζων ἐπήγαγε τοῖς δ’ ὑπεραποθνήσκουσιν ἴσως τοῦτο συμβαίνει,3 ἴσον λέγων τῷ οἱ τὰς μεγάλας πράξεις καὶ καλὰς πράττοντες, εἰσὶν ὑπεραποθνήσκοντες πατρίδος καὶ φίλων. τὸ δ’ ἴσως πρόσκειται διὰ τοὺς πολλοὺς καὶ φαύλους. τοῖς γὰρ τοιούτοις οὐ δοκεῖ μέγα τι τὸ ὑπερκινδυνεύειν, ὅτι μηδὲ ἴσασι τίνα εἰσὶ τὰ κυρίως καλά.
「また、優れた人について、友らのために多くのことを行うということも真実である。」 彼が友のためにすべてを行うわけではない。たとえば、友に恥をもたらしたり魂の損失をもたらしたりするような事柄はなさず、真の人間の名誉と有益へと向かう事柄のみをなすのである。したがって、[アリストテレスが]「すべてを行う」と言わず「多くのことを行う」と言ったのは理にかなっている。なぜなら、彼が自分自身のために多くの善美で有益なことを行い、他方で彼の友はもう一人の彼自身である以上、友のためにも多くのことを行うであろうからである。そして、彼は全面的に諸徳に捉えられており、整えられて知性的に生きている。そして、すでに述べられたように、あらゆる知性は最善のものを選択する。(というのも、自らにとって最善かつ有益なものを選択することの中に知性自体の存在があり、言うなればこれが知性の本性だからである。)それゆえ、優れた人がこのような者である以上、彼は祖国のためにも多くのことを行い、たとえ身代わりに死ぬべきであるとしても死を選び、市民らの救済のために金銭を手放し、名誉や財産のような善きもののうち争奪の的となるあらゆるものを手放して、自分自身のために善美なものを獲得するであろう。そしてこれこそが、優れた人々からの名誉であり、我らの創造主たる神からの報いなのである。なぜなら、優れた人や思慮あるすべての者は、長い時間にわたって穏やかに少しずつ享受するよりも、短い時間で最も真なる快楽を強く享受することを望むからである。というのも、徳に即した諸行為には諸々の快楽が伴うということは明白であり、徳とは分別ある知解に従って我々との関係における中庸にある、快楽を伴った、あるいは快楽なしにはありえない性向であるとするなら、しばしば語られてきた通りである。また、大いなる諸行為には大いなる諸快楽が伴うということも、我々は知っている。そしてもしこのことがそうであるならば、善美な事柄を少しずつ行い、それらに仮に金銭を費やすにしても少しずつ費やす者は、長い時間にわたって快楽を享受するが少しずつ穏やかであり、他方でより迅速に行う者、あるいは一挙に費やす者は、短い時間ではあるが強く快楽を享受する、ということも明白である。なぜなら、優れた人は激しく渇いて冷水を一気に飲む者に似ており、他方の人は少しずつすする者に似ているからである。したがって優れた人は、長い時間にわたって穏やかに享受するよりも、短い時間で強く快楽を享受することを選択する。そして、祖国の身代わりに死ぬことにおいて一年を立派に生きることを、行き当たりばったりに、すなわち名声もなくいかなる名誉もなしに多くの年を生きることよりも選択する。そして、祖国や友らのために危険を冒すこと、あるいは何らかの大いなる善美のためにすべての金銭と財産を手放すことであるところの一つの大いにして善美な行為を行うことを、多くの小さな行為をやり遂げることよりも選択する。そして「一つの大いにして善美な行為を選択する」と言ったのち、大いにして善美な行為とは何であるかを明らかにしつつ、彼は「身代わりに死ぬ者たちにおそらくこのことが生じている」と言葉を続けたが、これは「大いにして善美な諸行為を行う者たちは、祖国や友らの身代わりに死ぬ者たちである」と言っているのと等しい。「おそらく」が付け加えられているのは、多数の劣悪な者たちのゆえである。なぜなら、そうした人々には身代わりに危険を冒すことが何か大いなることだとは思われないからであり、それは本来的に善美なものが何であるかを彼らが知りさえしないからである。
- 8.33καὶ ἐπεὶ ὅλος ταῖς ἀρεταῖς κατακώχιμός ἐστι, καὶ κεκοσμημένος καὶ νοερῶς διαζῇ. πᾶς δὲ νοῦς, ὡς εἴρηται, τὰ βέλτιστα αἱρεῖται. (ἐν τούτῳ γὰρ αὐτοῦ τοῦ νοῦ τὸ εἶναι καὶ τοῦτό ἐστιν, ὡς εἰπεῖν, ἡ φύσις αὐτοῦ τὰ βέλτιστα καὶ συμφέροντα ἑαυτῷ αἱρεῖσθαι), ἐπεὶ οὖν τοιοῦτός ἐστιν ὁ σπουδαῖος, καὶ τῆς πατρίδος ἕνεκα πολλὰ πράξει
文頭の理由節 καὶ ἐπεὶ ὅλος... は、途中に知性の本性に関する説明と括弧文(πᾶς δὲ νοῦς...)が挿入されたため、ἐπεὶ οὖν τοιοῦτός ἐστιν ὁ σπουδαῖος(「それゆえ、優れた人がこのような者である以上」)によって照応・要約的に再開され、主節 καὶ τῆς πατρίδος ἕνεκα πολλὰ πράξει へと結びついている。
- 8.33χρήματα προήσεται ὑπὲρ τῆς τῶν πολιτῶν σωτηρίας καὶ πάντα τὰ περιμάχητα τῶν ἀγαθῶν οἷον τιμὰς κτήματα περιποιούμενος ἑαυτῷ τὸ καλόν
動詞 προήσεται(手放すであろう)の直接目的語として χρήματα(金銭)と πάντα τὰ περιμάχητα τῶν ἀγαθῶν(善きもののうち争奪の的となるあらゆるもの)が並列されている。末尾の分詞節 περιποιούμενος ἑαυτῷ τὸ καλόν(自分自身のために善美なものを獲得しつつ)は、主語である優れた人の行為の目的あるいは結果を付帯的に示す主格分詞である。
- 8.33εἰπὼν δὲ ὅτι αἱρεῖται μίαν μεγάλην πρᾶξιν καὶ καλήν, τίς ἐστιν ἡ μεγάλη καὶ καλὴ πρᾶξις σαφηνίζων ἐπήγαγε τοῖς δ’ ὑπεραποθνήσκουσιν ἴσως τοῦτο συμβαίνει
主動詞 ἐπήγαγε(付け加えた、言葉を続けた)に対し、二つの分詞 εἰπών(言ったのち)と σαφηνίζων(明らかにしながら)が掛かっている。間接疑問節 τίς ἐστιν ἡ μεγάλη καὶ καλὴ πρᾶξις は σαφηνίζων の目的語であり、引用句 τοῖς δ’ ὑπεραποθνήσκουσιν ἴσως τοῦτο συμβαίνει が ἐπήγαγε の直接の目的語(レンマの引用)となっている。
