← ニカイアのエウストラティオス

アリストテレス『ニコマコス倫理学』注解

§488.1-489.4

友愛の作因的始まりとしての好意と恋愛の類比

エウストラティオスは、好意が友愛の作因的始まりであることを恋愛の類比を通じて説明し、善を願うだけでなく協働を欲することが友愛の本質であると論じた上で、好意が友愛の始まりと呼ばれる比喩的性格と、時間を共にして友愛へと至る過程を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.18

" Ἔοικε δ’ ἀρχὴ φιλίας εἶναι, ὥσπερ τοῦ ἐρᾶν ἡ διὰ τῆς ὄψεως ἡδονή." Εἰπὼν τί οὐκ ἔστιν εὔνοια, εἰπὼν ὅτι οὔτε φιλία οὔτε φίλησις, νῦν λέγει τί ἐστιν, ὅτι ἀρχὴ καὶ αἰτία φιλίας ἐστίν. ἀρχὴ δὲ ποιητικὴ ἀλλ’ οὐ τελικὴ ἢ ὑλική, οὔτε μὴν εἰδική. ἔστιν οὖν ἀρχή, ὥσπερ καὶ ἡ τοῦ κάλλους θέα μεθ’ ἡδονῆς ἀρχὴ ἔρωτος. ὡς γὰρ οὐδεὶς ἐρᾷ μήτε ἰδὼν καὶ ἡσθείς, οὕτως οὐδὲ φίλοι γίνονται μὴ γεγονότες εὖνοι. εἰπὼν δὲ ὅτι μὴ προησθεὶς τῇ ἰδέᾳ καὶ τῷ κάλλει, ἐπήγαγεν ὁ δὲ χαίρων τῷ εἴδει οὐθὲν μᾶλλον1 ἐρᾷ. ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη. ὥσπερ οὐκ ἔστιν ἐραστὴς οὐδὲ ἐρᾶν λέγεται ὁ τῷ εἴδει παρόντι χαίρων ἀλλ’ ὁ ποθῶν καὶ παρὸν καὶ ἀπὸν τὸ κάλλος καὶ ἀεὶ παρεῖναι θέλων καὶ τῆς παρουσίας αὐτοῦ γλιχόμενος, οὕτω καὶ φίλοι καὶ λέγονται καὶ εἰσὶν οὐχ οἱ βουλόμενοι μόνον τισὶ τὰ ἀγαθὰ ἀλλ’ οἱ βουλόμενοί τε καὶ θέλοντες συμπράττειν ἐκείνοις πρὸς τὴν τῶν ἀγαθῶν τεῦξιν καὶ κτῆσιν. ἃ μὲν οὖν λέγει ταῦτά ἐστι, κατὰ δὲ τὴν λέξιν αὐτίκα τὸ ὁ δὲ χαίρων τῷ εἴδει οὐθὲν μᾶλλον ἐρᾷ ταὐτόν ἐστι τῷ ὁ δὲ χαίρων τῷ κάλλει οὐκ ἐξ ἀνάγκης ἐρᾷ. ἐπὶ πλέον γὰρ τὸ χαίρειν τῷ κάλλει τοῦ ἐρᾶν. καὶ ἔστι τὸ οὐδὲν μᾶλλον ταὐτὸ τῷ ἐξ ἀνάγκης. ὁμοίως καὶ τὸ οἱ δ’ εὖνοι οὐδὲν μᾶλλον φιλοῦσιν ἴσον ἐστὶ τῷ οὐχ οἱ ὄντες εὖνοι ἤδη καὶ φίλοι εἰσίν. οἱ μὲν γὰρ φίλοι καὶ εὖνοι, οἱ δ’ εὖνοι οὐκ ἐξ ἀνάγκης καὶ φίλοι. ἐπειδὴ γὰρ ἀρχὴ φιλίας ἐστὶν ἡ εὔνοια, τέλος δὲ ἡ φιλία, οἷς ὑπάρχει τὸ τέλος ἡ φιλία, ἀνάγκη καὶ τὴν ἀρχήν, τὴν εὔνοιαν, ὑπάρχειν· οὐ μὴν οἷς ἡ ἀρχὴ πρόσεστιν, ἀνάγκη καὶ τὸ τέλος παρεῖναι. εἴρηται γὰρ ὅτι οἱ μὲν εὖνοι βούλονται τὰ ἀγαθὰ οἷς εὖνοι τυγχάνουσι, συμπράττειν δὲ καὶ ὀχλεῖσθαι καὶ θορυβεῖσθαι, ὅπως ἂν προσγένηται αὐτοῖς τὰ ἀγαθὰ οὐ θέλουσι, τῶν φίλων συμπονεῖν ἀλλήλοις καὶ συγκακοπαθεῖν βουλομένων.2 διὸ μεταφέρων φαίη ἂν αὐτήν τις εἶναι ἀρχὴν φιλίας, ὥσπερ ὁ λέγων τὴν καρδίαν πηγὴν μεταφορὰν εἶπεν, ὁμοίως καὶ ὁ τὴν ἀσπίδα κρατῆρα Ἄρεως καὶ τὸν κρατῆρα ἀσπίδα Διονύσου, 〈οὕτω καὶ ὁ τὴν εὔνοιαν λέγων ἀρχὴν φιλίας μεταφορικῶς εἴρηκε. μεταφορὰν δὲ εἶπεν ὅτι ὥσπερ ἡ καρδία οὐκ ἔστι ταὐτὸν τῇ πηγῇ οὐδὲ ὁ κρατὴρ τῇ ἀσπίδι,〉 οὕτως οὐδὲ τὸ ἦθος, ὅπερ ἐστὶν ἀρχὴ φιλίας, ταὐτόν ἐστι τῇ εὐνοίᾳ. διὰ γὰρ τὸ ἦθος γίνεται ἡ φιλία καὶ τοῦτό ἐστιν ἡ τῆς φιλίας ἀρχή, ᾧ ἤθει ἕπεται ἡ εὔνοια. ἐκ μεταφορᾶς οὖν ῥηθείη ἂν φιλία ἡ εὔνοια. χρονίζοντες δὲ σὺν ἀλλήλοις ὁ εὔνους καὶ ᾧ εὔνους ἐστὶ καὶ συνήθεις γινόμενοι φίλοι γίνονται. οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ φίλησις ἢ ἡ συνομιλία καὶ ἡ συνδιαγωγὴ καὶ ἡ συναυλία, γίνεται δὲ ἡ εὔνοια χρονιζομένη φιλία, τουτέστι χρονιζόμενοι οἱ εὖνοι οἷς εἰσιν εὖνοι γίνονται φίλοι.

「しかし好意は、視覚を通じた快が愛することの始まりであるのと同様に、友愛の始まりであると思われる。」 好意が何でないかを述べ、それが友愛でも親愛でもないことを述べてから、彼は今それが何であるかを語る。すなわち、それが友愛の始まりであり原因であるということである。だが、それは作因的始まりであって、目的因的や質料因的、あるいは形相因的な始まりではない。したがって、美の観照が快を伴って情愛の始まりであるのと同様に、[好意も友愛の]始まりなのである。なぜなら、見て喜びを感じることなしに愛する者が誰もいないのと同様に、好意を抱くようにならなければ友にもならないからである。そして彼は、形相や美によってあらかじめ喜ぶことなしには[愛する者は誰もいない]と述べた後に、「しかし形姿を喜んでいるからといって、決してより多く愛しているわけではない」と付け加えた。彼が言わんとしているのは次のようなことであろう。すなわち、現前する形姿を喜んでいる者が恋する者ではなく愛しているとも言われず、むしろ美が現前していようと不在であろうと美を渇望し、常に現前することを欲し、その現前を熱望する者こそが恋する者であるように、また友愛においても、単にある人々に善きものを望んでいる者たちではなく、それらの人々に善きものを望むとともに、善きものの獲得と所有へ向けてその人々と共に協働することを欲する者たちこそが、友と呼ばれ、また友なのである。彼が言わんとしていることはこれらであるが、文言自体に即して言えば、すぐに「しかし形姿を喜んでいるからといって、決してより多く愛しているわけではない」という言明は、「しかし美を喜んでいる者が必ずしも愛しているわけではない」という言明と同一である。なぜなら、美を喜ぶことは愛することよりも広い外延を持つからである。そして「決してより多くない」という表現は「必然的」[という関係]と同一である。同様に、「しかし好意を抱く者たちは決してより多く愛好しているわけではない」という言明も、「好意を抱いている者たちがただちに友でもあるわけではない」ということと等しい。なぜなら、友たちは好意を抱く者でもあるが、好意を抱く者たちが必ずしも友でもあるわけではないからである。というのも、好意は友愛の始まりであり、友愛は終わり[目的]である以上、終わりである友愛が属している者たちには、始まりである好意も属していなければならないが、始まりが伴っている者たちに、終わりも必ず現前しているとは限らないからである。なぜなら、好意を抱く者たちは、現に好意を抱いている相手に対して善きものを望むが、友たちはお互いに労苦を共にし苦難を分かち合おうと欲しているのに対し、好意を抱く者たちは、彼らに善きものが生じるように協働したり煩わされたりかき乱されたりすることは望まない、と言われてきたからである。それゆえ、心臓を泉と呼ぶ者が比喩を語り、同様に盾をアレースの混酒器、混酒器をディオニューソスの盾と呼ぶ者が比喩を語ったのと同様に、ある者は好意を比喩を用いて友愛の始まりであると言うかもしれない。〈このように好意を友愛の始まりと呼ぶ者も比喩的に述べているのである。そして比喩を語ったというのは、心臓が泉と同一ではなく、混酒器が盾と同一ではないのと同様に、〉友愛の始まりである人柄も、好意と同一ではないからである。なぜなら、友愛は人柄によって生じるのであり、これこそが友愛の始まりであって、この人柄に好意が従うからである。したがって、比喩によって好意は友愛と言われうるであろう。しかし好意を抱く者と好意を抱かれている相手とが、互いに時間を共に過ごし親しくなることによって、彼らは友となる。なぜなら、親愛とは交際や共同生活や同居以外の何ものでもなく、好意は時間を経ることで友愛となり、すなわち好意を抱く者たちは、好意を抱いている相手と時間を過ごすことによって友となるからである。

構文注2 件
  1. 8.18οὐθὲν μᾶλλον

    アリストテレスの語句「ὁ δὲ χαίρων τῷ εἴδει οὐθὲν μᾶλλον ἐρᾷ」における「οὐθὲν μᾶλλον」を、注解者は比較級の程度否定(より多く愛しているわけではない)ではなく、論理的必然性の欠如(必然的に愛するとは限らない、οὐκ ἐξ ἀνάγκης)の表現として解釈している。これに基づき「ἐπὶ πλέον γὰρ τὸ χαίρειν...」として外延の大小(包含関係)による説明が展開される。

  2. 8.18τῶν φίλων συμπονεῖν ἀλλήλοις καὶ συγκακοπαθεῖν βουλομένων

    属格独立構文(genitive absolute)であり、直前の好意を抱く者たちが協働や労苦を望まないこと(「συμπράττειν δὲ... οὐ θέλουσι」)に対し、真の友たちが示す態度を対比的に提示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:488.1-489.4