- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:459.24-460.39
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
エウストラティオスはアリストテレス快楽論(1154b15–34)を注解し、肉体的快楽は栄養摂取能力の活動に伴う付帯的な治療にすぎず、観照こそが本来の快楽であること、複合的な人間と異なり神は単純な自己思惟の快楽を享受すること、快楽は運動ではなく静止の活動であるため不動の神も快を享受できることを論じる。
κυρίως γὰρ ἡδονὴ ἐστὶν ἡ ἐκ τοῦ θεωρεῖν. κατὰ συμβεβηκὸς ἡδέα φησὶ τὰ ἰατρεύοντα, ἤτοι τὰς ἀναπληρώσεις φύσεως ἐνδεοῦς, ἤτοι τὰς σωματικὰς ἡδονάς. διὰ τοῦτο γὰρ ἡδὺ δοκεῖ εἶναι τὸ ἐσθίειν καὶ πίνειν, διότι ἐν τούτοις συμβαίνει τῷ πίνειν καὶ ἐσθίειν ἰατρεύεσθαι, ἤτοι πληροῦσθαι βρωμάτων τὴν γαστέρα, τοῦ ὑπὸ μέρος ὑγιοῦς, ἤτοι τῆς θρεπτικῆς δυνάμεως, πράττοντός τι,1 ἤτοι ἐρρωμένης οὔσης. εἰ μὴ γὰρ ἔρρωται ἡ θρεπτική, οὐκ ἂν δυνηθῇ τὸ ζῷον φαγεῖν ἢ πιεῖν καὶ ἐνεργῆσαί τι. τὸ δὲ ὑπομένοντος εἶπε, διότι πάντων τῶν αἰσθητηρίων τοῦ ζῴου ἐκλελοιπότων, ἤτοι κἂν ἡ αἰσθητικὴ δύναμις ἐκλείψῃ κἂν ἡ ὁρατικὴ κἂν πᾶσαι αἱ αἰσθητικαὶ δυνάμεις ἐκλείψωσι, μόνη δὲ ἡ θρεπτικὴ δύναμις καταλειφθῇ, ζῇ τὸ ζῷον τρεφόμενον μόνον, κἂν καὶ τὰ ἄλλα ἀναισθητῇ. καὶ ὅτι εἰ μέλλει φθαρῆναι, πᾶσαι μὲν αἱ δυνάμεις τῆς ψυχῆς πρῶτον ἀπόλλυνται, ἡ ἀλλοιωτικὴ ἡ αἰσθητικὴ ἡ ἀποκριτική, μόνη δὲ ἡ θρεπτικὴ καταλειφθεῖσα τελευταία ἀπόλλυται καὶ αὐτή. ὥστε καὶ οὔκ εἰσι κυρίως ἡδέα τὸ πίνειν τὸ ἐσθίειν, ἀλλὰ διὰ τὴν ἀποπλήρωσιν τῆς γαστρός, διὰ τοῦτο ἡδέα δοκοῦσι, φύσει δέ, ἤτοι κυρίως, ἡδέα εἰσὶν αἱ ἐνέργειαι τῆς θεωρητικῆς ἕξεως καὶ αἱ τῶν ἀρετῶν ἐνέργειαι. Οὐκ ἀεὶ δέ ἐστιν ἡμῖν τὸ αὐτὸ ἡδὺ ἀλλὰ ἄλλα καὶ ἄλλα δοκοῦσιν ἡδέα ἡμῖν, ἐπεὶ καὶ ἡ φύσις ἡμῶν οὐκ ἔστιν ἁπλῆ. οὐ γὰρ ἐκ ψυχῆς μόνον ἐσμὲν ἀλλὰ ἐνεῖναί τι καὶ ἕτερον,2 ἤτοι ἀλλ’ ἔστι τι καὶ ἕτερον, ἐξ οὗ συνιστάμεθα, ἤτοι τὸ σῶμα καθ’ ὃ καὶ φθαρτοί ἐσμεν. καὶ ἐπεὶ σύνθετοί ἐσμεν ἐκ ψυχῆς καὶ σώματος, οὐχ ἁπλοῖ δέ, οὐ τῷ αὐτῷ ἡδεῖ χαίρει ἡ ψυχὴ καὶ τὸ σῶμα, 〈ἀλλὰ ἄλλῳ μὲν ἡδεῖ χαίρει ἡ ψυχή, ἄλλῳ δὲ τὸ σῶμα〉, ὥστε ἂν τὸ ἕτερον, ἤτοι ἡ ψυχή, πράττῃ, ἤτοι ἐνεργῇ τι, καὶ ἥδηται τῇ ἀπὸ τοῦ νοεῖν ἐνεργείᾳ, τοῦτο παρὰ φύσιν ἐστίν, οὐχ ἡδύ ἐστι τῇ ἑτέρᾳ φύσει, ἤτοι ᾧ γὰρ ἡδεῖ χαίρει ἡ ψυχή, τοῦτο οὐκ ἔστιν ἡδὺ τῷ σώματι ἀλλὰ λυπηρόν. ὅταν δὲ ἰσάζῃ καὶ οἷς ἥδεται ἡ ψυχή, τούτοις ἥδεται καὶ τὸ σῶμα καὶ ἥδεται μὲν καὶ τὸ σῶμα οἷς δὴ καὶ ἡ ψυχὴ ἥδεται, τότε ὃ ἡδύ ἐστι τῇ ψυχῇ, τοῦτο πρασσόμενον καὶ ἐνεργούμενον παρὰ τῆς ψυχῆς οὔτε λυπηρὸν δοκεῖ τῷ σώματι οὔτε ἡδύ. ἐπεὶ ἐὰν ἔχῃ τις ἁπλῆν φύσιν, οἷον οἱ ἄγγελοι καὶ ὁ θεὸς ἁπλῆς φύσεώς εἰσι, καὶ διὰ τοῦτο ἡ ἁπλῆ πρᾶξις, ἤτοι ἡ ἁπλῆ ἐνέργεια, ἡδίστη ἐστίν, ἤτοι τῷ αὐτῷ ἡδεῖ χαίρουσιν. ὁ γὰρ ἁπλῆς φύσεως ὢν τῇ ἐκ τοῦ νοεῖν ἡδονῇ ἀεὶ χαίρει καὶ οὐκ ἄλλῃ τινί. τὸ γὰρ αὐτὸ ἡδύ ἐστιν αὐτῇ. διὸ καὶ ὁ θεὸς ἁπλῆς φύσεως ὢν ἀεὶ μιᾷ ἡδονῇ χαίρει, τῇ ἁπλῇ. ἡδονὴ δέ ἐστιν αὐτῷ τὸ πρὸς αὑτὸν στρέφεσθαι καὶ ἑαυτὸν νοεῖν. ἴσως δέ τις ἔνστασιν ἔφερεν. εἰ ὁ θεὸς ἀκίνητος, ἡ δὲ ἡδονὴ κίνησίς τίς ἐστιν (ἡ γὰρ ἡδονὴ ἐνέργεια, ἡ δὲ ἐνέργεια κίνησις), πῶς φὴς τὸν θεὸν ἥδεσθαι; εἰ γὰρ ἥδεται, καὶ κινεῖται, ὅπερ ἄτοπόν ἐστιν. λύσις τῆς ἐνστάσεως· ὅτι ἡ 〈ἡδονὴ〉 οὐκ ἔστιν ἐνέργεια τῆς κινήσεως μόνον ἀλλὰ καὶ τῆς ἀκινησίας, καὶ ἡ ἡδονὴ μᾶλλον ἐν ἠρεμίᾳ θεωρεῖται παρὸ ἐν κινήσει· μέχρι γὰρ κινεῖται ὁ νοῦς πρὸς τὸ νοῆσαί τι, 〈οὐχ ἥδεται, ἐπεὶ τότε μᾶλλον ἔχει ταραχήν〉, ὅταν κινῆται, ὅταν δὲ νοήσῃ ὃ μέλλει νοῆσαι καὶ ἐρευνῆσαι, τότε μᾶλλον ἥδεται, ὥστε 〈ἡ ἡδονὴ ἐν〉 ἠρεμίᾳ μᾶλλον 〈καὶ〉 ἐν ἀκινησίᾳ θεωρεῖται. ἴσως δὲ πάλιν ἂν εἶπέ τις, εἰ ἡ μεταβολὴ πάντων ἡδονή ἐστιν, ὁ δὲ θεὸς οὐ μεταβάλλεται, πῶς ἥδεται; λύσις· ὅτι τοῦτο εἴρηκεν ὁ ποιητὴς διὰ τὴν πονηρὰν φύσιν. ἡ γὰρ μεταβολὴ πάντων γλυκεῖά ἐστὶν διὰ πονηρίαν τινά, ἤτοι διὰ τὴν πονηρὰν φύσιν ἐρρήθη τῷ ποιητῇ. ἡδὺ γὰρ δοκεῖ τῷ πονηρῷ ἀνθρώπῳ τὸ μεταβάλλεσθαι καὶ μεταπίπτειν ἀπὸ τοῦδε εἰς τόδε. ὥσπερ γὰρ ὁ πονηρὸς ἄνθρωπος μεταβάλλεται καὶ μεταπίπτει ἀπὸ τοῦδε εἰς τόδε, οὕτω καὶ ἡ φύσις ἡ δεομένη μεταβολῆς καὶ ᾗ ἡδὺ δοκεῖ τὸ καθ’ ἑκάστην μεταπίπτειν καὶ μεταβάλλεσθαι, πονηρά ἐστιν. οὐ γὰρ ἡ ἁπλῆ φύσις, οἵα ἡ τοῦ θεοῦ ἐστιν, καὶ ἐπιεικής, ἤτοι ἀγαθή, ἡδὺ νομίζει τὸ μεταβάλλεσθαι καὶ μεταπίπτειν ἀπὸ τοῦδε εἰς τόδε. καὶ ἡ φύσις γὰρ τῶν ἀγαθῶν καὶ ἐναρέτων ἀνθρώπων ἑδραία ἐστὶν καὶ ἀμετακίνητος, ὥσπερ καὶ ἡ ἁπλῆ φύσις. ἀκίνητον γὰρ τὸ καλόν.
本来の快楽とは観照から生じるものである。彼は、治療するもの、すなわち欠乏した自然本性の再充填、すなわち身体的快楽を、付帯的な意味で快いものと呼んでいる。なぜなら、飲食において、部分的に健全なもの、すなわち栄養摂取能力が或ることを行っている、すなわち力強い状態にある間に、飲食によって[欠乏が]治療されること、すなわち胃が食物で満たされることが生じるがゆえに、食べることや飲むことが快いと思われるからであり、というのも、もし栄養摂取能力が力強い状態になければ、動物は食べるか飲むかして何か活動することはできないだろうからである。そして彼が「残存するもの」と言ったのは、動物のすべての感覚器官が機能を失っても、すなわち感覚能力が機能を失おうと視覚能力が機能を失おうとすべての感覚能力が機能を失おうと、栄養摂取能力だけが残されれば、動物は他の感覚を失っていても養われることだけで生きているからであり、またもし滅びようとするならば、魂のすべての能力、すなわち変容能力、感覚能力、分泌能力がまず滅び、残された栄養摂取能力だけが最後になって自らも滅びるからである。したがって、飲むことや食べることは本来快いものではなく、胃が満たされることのゆえに、このゆえに快いと思われるのであって、自然本性によって、すなわち本来的に快いものは、観照的性向の諸活動や諸徳の諸活動である。 また、我々にとって常に同じものが快いのではなく、様々に異なるものが我々にとって快いと思われるが、それは我々の自然本性が単純ではないからである。なぜなら我々は魂のみから成るのではなく、何か別のものも内在しているから、すなわち、それから我々が構成されている何か別のもの、すなわちそれによって我々が可滅的でもある身体があるからである。そして我々は魂と身体から成る複合的なものであって単純ではないので、魂と身体は同じ快いものを喜ばず、[魂はある快いものを喜び、身体は別の快いものを喜ぶ]。したがって、もし一方、すなわち魂が何かを行っている、すなわち活動しており、思惟から生じる活動によって快を覚えるなら、これは自然本性に反しており、もう一方の自然本性にとっては快いものではない。なぜなら、魂が喜ぶ快いものは身体にとっては快いものではなく、むしろ苦痛だからである。しかし[両者が]等しく釣り合い、魂が快を覚えるものに身体も快を覚え、魂が快を覚えるものにまさに身体も快を覚えるときには、魂にとって快いものが魂によって行われ活動させられても、身体にとって苦痛とも快いとも思われない。これに対して、もし誰かが単純な自然本性を持つならば――たとえば天使たちや神は単純な自然本性である――このゆえに単純な行為、すなわち単純な活動が最も快いのであり、すなわち彼らは同じ快いものを喜ぶ。単純な自然本性をもつ者は、思惟から生じる快楽を常に喜ぶのであって、他のいかなるものをも喜ばないからである。同じものがその自然本性にとって快いからである。それゆえ神も、単純な自然本性であるゆえに、常に一つの快楽、すなわち単純な快楽を喜ぶ。そして神にとっての快楽とは、自らに向かって立ち帰り、自らを思惟することである。 おそらく誰かが反論を持ち出すかもしれない。「もし神が不動であり、快楽が或る種の運動であるなら(快楽は活動であり、活動は運動であるから)、神が快を覚えるとお前はどうして言うのか。もし神が快を覚えるなら、神は動かされもすることになり、これは不条理である」。反論の解決は以下の通りである。すなわち、[快楽は]運動の活動であるだけでなく、不動の活動でもあり、快楽は運動においてよりもむしろ静止において観察される。なぜなら、知性が何かを思惟することへと動いている間は、知性が動いているときには[快を覚えず、そのとき知性はむしろ動揺を抱えているからであり]、知性が思惟し探究しようとすることを思惟したときにこそ、より快を覚えるのであって、したがって[快楽は]むしろ静止[および]不動において観察されるからである。 おそらくまた誰かがこう言うかもしれない。「もしすべてのものにおいて変化が快楽であるのに、神が変化しないとするなら、神はどのようにして快を覚えるのか」。解決は以下の通りである。すなわち、詩人は劣悪な自然本性のゆえにこれを言ったのである。なぜなら「すべてのものにおいて変化は甘美である」というのは、何らかの劣悪さのゆえに、すなわち劣悪な自然本性のゆえに詩人によって語られたからである。劣悪な人間にとっては、変化することや、あれからこれへと移り変わることが快いと思われるからである。劣悪な人間が変化しあれからこれへと移り変わるように、変化を必要とし、日ごとに移り変わり変化することを快いと思う自然本性は劣悪なのである。神の自然本性のような単純で公平な、すなわち善なる自然本性は、変化することやあれからこれへと移り変わることを快いとは見なさないからである。善にして有徳な人間たちの自然本性も、単純な自然本性と同様に確固として不動である。美しいものは不動だからである。
- 7.0τοῦ ὑπὸ μέρος ὑγιοῦς, ἤτοι τῆς θρεπτικῆς δυνάμεως, πράττοντός τι
絶対属格構文。アリストテレス本文(1154b18)の「τοῦ ὑπομένοντος ὑγιοῦς πράττοντός τι(健全に残存するものが活動する間に)」を引いて解説している。注解者は「部分的に健全なもの」と読み替え、続く文で本来の本文の語句「ὑπομένοντος」に立ち返って、他の感覚器官が滅びても栄養摂取能力のみが最後まで残存する理由を説明している。
- 7.0οὐ γὰρ ἐκ ψυχῆς μόνον ἐσμὲν ἀλλὰ ἐνεῖναί τι καὶ ἕτερον, ἤτοι ἀλλ’ ἔστι τι καὶ ἕτερον
構文の不一致(破綻)。前半の直説法「οὐ γὰρ ... ἐσμέν」に対して、接続詞「ἀλλά」の後に主語・主動詞ではなく不定詞句「ἐνεῖναί τι καὶ ἕτερον」が続いて構文が破綻しているため、注解者自身が直ちに「ἤτοι ἀλλ’ ἔστι τι καὶ ἕτερον(すなわち、何か別のものが存在する)」と言い換えて直説法構文へと修復している。
