← ニカイアのエウストラティオス

アリストテレス『ニコマコス倫理学』注解

§443.5-444.24

思慮と敏腕さの違いと無自制の二類型

アリストテレス『ニコマコス倫理学』第7巻に基づき、思慮深さと敏腕さの違い、知識を持ちながら眠れる者のように情念に屈する無自制のあり方と半邪悪性、軽率さと脆弱さという無自制の二類型、そして習慣によるものと本性的なものの治療可能性を注解する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.0#25

ἔτι ὁ φρόνιμος οὐ λέγεται φρόνιμος μόνον ἐν τῷ εἰδέναι τὰ ἀγαθὰ καὶ τὰ συμφέροντα, ἀλλὰ καὶ ἐν τῷ εἶναι πρακτικός, ἤτοι ἐν τῷ πράττειν τὰ ἀγαθά, ὁ δ’ ἀκρατὴς οὐ πρακτικός ἐστι τῶν ἀγαθῶν, ὧν πρακτικός ἐστιν ὁ φρόνιμος, ἀλλὰ τῶν κακῶν. Τινὲς δὲ λέγουσι καὶ τὸν δεινὸν φρόνιμον. οὐδὲν οὖν κωλύει τὸν δεινὸν ἀκρατῆ εἶναι. δοκοῦσι γὰρ δεινοί τινες φρόνιμοι εἶναι, ἀκρατεῖς δὲ λέγονται οἱ φρόνιμοι διὰ τὸ διαφέρειν τὴν δεινότητα τῆς φρονήσεως μικρόν τι,1 ὡς καὶ πρότερον εἴπομεν. κατὰ μὲν τὸν λόγον, ἤτοι τὸν ὁρισμόν, ἐγγύς ἐστιν ἡ φρόνησις καὶ ἡ δεινότης καὶ ὁμοιότητά τινα ἔχουσι. καὶ ἡ δεινότης γὰρ ἕξις ἐστὶν ἐφευρετικὴ τῶν πρὸς τὸ τέλος· διαφέρουσι δὲ κατὰ τὴν προαίρεσιν. τοῦ μὲν γὰρ φρονίμου ἡ προαίρεσις ἀγαθὴ καὶ ἀεὶ προαιρεῖται τὰ πρὸς τὸ τέλος τὸ ἀγαθὸν ἄγοντα, τοῦ δὲ δεινοῦ ἡ προαίρεσίς ἐστιν φαύλη. προαιρεῖται γὰρ τὰ πρὸς τὸ τέλος φαῦλον ἄγοντα. καὶ πάλιν ὄπισθεν εἶπεν, ὅτι τινὲς δοξάζουσιν, ὅτι ὁ ἀκρατὴς οὐδ’ ὅλως ἡττᾶται ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν. εἰ γὰρ τὸν ὀρθὸν λόγον ἔχει ὁ ἀκρατὴς ἐρρωμένον, λοιπὸν πῶς ἐστιν δυνατὸν αὐτὸν παρὰ τὸν ὀρθὸν λόγον τι διαπράξασθαι. λύει οὖν καὶ ταῦτα καί φησιν, ὅτι ἡττᾶται ὁ ἀκρατὴς οὐχ ὡς εἰδώς, ἤτοι ὡς ἔχων τὸν ὀρθὸν λόγον καὶ τὴν ἐπιστήμην, καὶ θεωρῶν, ἤτοι ἐνεργῶν κατ’ αὐτήν, ἀλλ’ ὡς καθεύδων. ὥσπερ γὰρ ὁ καθεύδων ἔχει μὲν τὴν ἐπιστήμην καὶ τὴν ἕξιν, ἤτοι τῆς γραμματικῆς ἢ ἄλλης τινὸς τέχνης, κωλύεται δὲ ὑπὸ τοῦ ὕπνου ἐνεργεῖν, οὕτω καὶ ὁ ἀκρατὴς ἔχει μὲν τὸν ὀρθὸν λόγον, κωλύεται δὲ ὑπὸ τῶν παθῶν ἐνεργεῖν κατ’ αὐτόν, καὶ ἑκὼν μὲν πράττει τὸ κακὸν 〈καὶ οὐ κατ’ ἄγνοιάν τινα. τρόπον γὰρ οἶδεν ὃν ποιεῖ, πονηρὸς δὲ οὐκ ἂν ῥηθήσεται. πονηρὸς γάρ ἐστιν καὶ κακός, οὗ καὶ ἡ προαίρεσις φαύλη ἐστίν, ἡ δὲ προαίρεσις τοῦ ἀκρατοῦς ἐπιεικής, ἤτοι ἀγαθή ἐστιν· ἀπροαιρέτως γὰρ πράττει τὸ κακόν〉. ἐπεὶ οὖν ἡ προαίρεσις αὐτοῦ ἀγαθή ἐστι, ἐξ ὁλοκλήρου οὐκ ἂν ῥηθήσεται πονηρὸς ἀλλ’ ἡμιπόνηρος, καὶ οὐκ ἄδικός ἐστιν ὁ ἀκρατής. ὁ γὰρ ἄδικος βλαπτικός ἐστιν καὶ ἐπίβουλος, ὁ δὲ ἀκρατὴς ἐπίβουλος οὐκ ἔστιν οὐδὲ βλαπτικός. οὐδένα γὰρ βλάπτει οὐδὲ ἀδικεῖ. Ἐπεὶ δὲ ὁ ἀκρατὴς ἢ προπετής ἐστιν ἢ ἀσθενής (ὁ μὲν γὰρ αὐτῶν, ἤτοι ὁ ἀσθενὴς καὶ ἀκρατής, οὐκ ἐμμένει οἷς ἂν βούληται, ὁ δὲ μελαγχολικός, ἤτοι ὁ προπετὴς ἀκρατής, οὐδὲ ὅλως βούλεται, ἀλλ’ ὑπὸ τοῦ πάθους καὶ τῶν ἡδονῶν συναρπάζεται, καὶ ἔοικε μὲν οὗτος πόλει, ἣ ψηφίζεται μὲν ἀγαθὰ καὶ νόμους ἔχει ἀγαθούς, οὐ χρῆται δὲ τούτοις ἀλλὰ πονηροῖς, ὡσπερεὶ ὁ Ἀναξανδρίδης ὁ ποιητὴς ἀποσκώπτων πόλιν τινά, ἣ νόμους μὲν ἀγαθοὺς εἶχεν, οὐκ ἐχρῆτο δὲ αὐτοῖς, εἶπεν ‘ἡ πόλις, ᾗ οὐδὲν μέλει τῶν νόμων τῶν ἀγαθῶν,2 ἠβούλετο νόμους ἔχειν ἀγαθοὺς καὶ ψηφίσματα ἀγαθὰ ψηφίζεσθαι.’ ὁ γὰρ ἀκρατὴς ἔχει μὲν τὸν λόγον ὀρθόν, οὐ πράττει δὲ ἃ ὁ λόγος προστάττει, ἀλλὰ τἀναντία. ὁ δὲ πονηρός, ἤτοι ὁ ἀκόλαστος, ἔοικε πόλει, ἣ χρᾶται μὲν νόμοις ἀλλὰ πονηροῖς. ἔστι δὲ ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια περὶ τὸ ὑπερβάλλον τῆς τῶν πολλῶν ἕξεως. ὁ μὲν γάρ, ἤτοι ὁ ἐγκρατής, ἐμμένει τῷ λόγῳ καὶ κρατεῖ μᾶλλον τῆς τῶν πολλῶν δυνάμεως ἤτοι ἕξεως (τούτων γὰρ τῶν ἡδονῶν κρατεῖ, ὧν 〈οἱ〉 πολλοὶ ἡττῶνται), ὁ δέ, ἤτοι, ὁ ἀκρατὴς οὐδαμῶς ἐμμένει τῷ λόγῳ ἀλλ’ ἡττᾶται ὑπὸ τῶν ἡδονῶν, ὧν οἱ πολλοὶ κρείττους εἰσὶ καὶ οὐχ ἡττῶνται. εὐιατοτέρα δέ ἐστιν ἀπὸ τῶν ἀκρασιῶν ἡ προπετὴς ἀκρασία, ἣν οἱ μελαγχολικοὶ νοσοῦσι, τῶν ἀσθενῶν ἀκρατῶν, τῶν βουλευσαμένων μέν, μὴ ἐμμενόντων δὲ οἷς ἐβουλεύσαντο. εἰ γὰρ οἱ ἀκρατεῖς καὶ οἱ προπετεῖς ἐπεὶ ἀπροβουλεύτως συναρπάζονται τοῖς πάθεσιν, εἰ προβουλεύσαιντο, οὐκ ἂν ἡττηθῶσιν ὑπὸ τῶν παθῶν,3 οἱ δ’ ἀσθενεῖς καὶ ἀκρατεῖς, εἰ καὶ προβουλεύονται, ἀλλ’ οὖν ἡττῶνται, καὶ ταῦτα ὑπὸ μικρῶν τινων ἡδονῶν. καὶ τῶν ἀκρατῶν οἱ μέν εἰσι φυσικοί, ἤτοι ἐκ φύσεως ἀκρατεῖς, ὥσπερ εἰσὶν οἱ θηριώδεις, οἱ μετὰ ἀρρένων συνδυαζόμενοι, οἱ δέ εἰσιν ἀκρατεῖς ἑαυτοὺς ταῖς αἰσχραῖς ἡδοναῖς ἐθίσαντες, καὶ οἱ δι’ ἐθισμοῦ ἀκρατεῖς εὐιατότεροί εἰσι τῶν ἐκ φύσεως ἀκρατῶν, οἳ καὶ θηριώδεις εἰσίν. ὥσπερ Εὔηνος ὁ ποιητὴς εἶπεν, ὅτι τὸ ἔθος πολυχρόνιος μελέτη ἐστίν, αὕτη δὲ ἡ μελέτη τελευτῶσα, ἤτοι εἰς τέλος ἐλθοῦσα, φύσις γίνεται.

さらに、思慮深い者は善きことや有益なことを知っていることにおいてのみ思慮深いと言われるのではなく、実践的であること、すなわち善きことを行為することにおいてもそう言われるのであるが、無自制な者は思慮深い者が実践的であるところの善きことにおいて実践的ではなく、むしろ悪しきことにおいて実践的である。他方である人々は、敏腕な者をも思慮深い者と呼んでいる。したがって敏腕な者が無自制であることは何も妨げない。というのも、ある種の敏腕な者たちは思慮深い者たちであると思われるからであり、思慮深い者たちが無自制であると言われるのは、以前にも我々が述べたように、敏腕さと思慮とがほんのわずか異なることによるのである。言説、すなわち定義によるなら、思慮と敏腕さは近接しており、ある種の類似性を持っている。なぜなら敏腕さも目的に至る事柄を発見する状態であるからである。しかし両者は選択において異なっている。というのも、思慮深い者の選択は善く、常に善き目的に導く事柄を選択するのに対し、敏腕な者の選択は粗悪だからである。粗悪な目的に導く事柄を選択するからである。そして以前に彼が再び、ある人々は無自制な者が恥ずべき快楽にまったく屈服しないと考えている、と述べていた。なぜなら、もし無自制な者が確固たる正しい言説を保持しているなら、いったいどのようにして彼が正しい言説に反して何かをなし遂げることが可能であろうか、というわけである。そこで彼[アリストテレス]はこれらの点をも解決して、無自制な者が屈服するのは、知っている者として、すなわち正しい言説と知識を持ち、これに従って観照している、すなわち活動している者としてではなく、むしろ眠っている者のようにして屈服するのである、と言う。というのも、あたかも眠っている者が文法や他の何らかの技術の知識や状態を持ちながらも、眠りによって活動することを妨げられているように、無自制な者も正しい言説を持ちながら、情念によってこれに従って活動することを妨げられており、自発的に悪を行っている〈のであって、何らかの無知に従ってではない。というのも彼はいかなる仕方で行っているかを知っているからである。しかし彼は邪悪な者とは言われないであろう。なぜなら、邪悪な者であり悪い者であるのは、選択までも粗悪である者であるが、無自制な者の選択は適切、すなわち善いものだからである。というのも彼は選択せずに悪を行っているのである〉。それゆえ、彼の選択は善いのであるから、完全な邪悪者とは言われず、むしろ半ばの邪悪者と言われるのであり、無自制な者は不正な者ではない。なぜなら、不正な者は有害であり陰険であるが、無自制な者は陰険でも有害でもないからである。誰をも害さず、不正を行わないからである。そして無自制な者は軽率であるか脆弱であるかのいずれかである(というのも、彼らの一方、すなわち脆弱で無自制な者は自らが欲する事柄に踏みとどまらず、他方の憂鬱質、すなわち軽率で無自制な者はまったく欲することさえせず、むしろ情念と快楽によってさらわれてしまうのであり、この者は善き事柄を決議し善き法律を持ちながらも、これらを用いずに粗悪な[法律]を用いる都市に似ている。あたかも詩人アナクサンドリデスが、善き法律を持ちながらそれを用いなかったある都市を嘲笑して、『善き法律のことなど少しも顧みない都市が、善き法律を持ち、善き決議を決議することを欲していた』と言ったようにである。なぜなら無自制な者は言説を正しく持っているが、言説が命じることを行わず、むしろ反対のことを行うからである。これに対して邪悪な者、すなわち放蕩な者は、法律を用いはするが粗悪な法律を用いる都市に似ている)。そして無自制と自制は、多数者の状態を超えるものに関わる。というのも一方、すなわち自制ある者は、言説に踏みとどまり、多数者の能力すなわち状態以上に抑える(なぜなら多数者が屈服するような諸快楽を抑えるからである)のに対し、他方、すなわち無自制な者は、決して言説に踏みとどまらず、多数者がそれに打ち勝ち屈服しないような諸快楽によって屈服させられるからである。そして諸々の無自制のうちで、憂鬱質の人々が患っている軽率な無自制は、熟慮しながらも熟慮した事柄に踏みとどまらない脆弱な無自制な者たちよりも治りやすい。なぜなら、軽率な無自制な者たちは、事前に熟慮することなく情念にさらわれる以上、もし事前に熟慮するならば諸情念に屈服しないであろうが、他方の脆弱で無自制な者たちは、たとえ事前に熟慮するとしても、それにもかかわらず屈服し、それも何らかのわずかな快楽によって屈服するからである。そして無自制な者たちのうち、ある人々は生まれつき、すなわち本性上無自制であり、獣的な者たち、男たちと交わる者たちがそうであるようにであり、他の人々は自らを恥ずべき快楽に習慣づけた無自制な者たちであって、習慣による無自制な者たちは、獣的でもある本性上の無自制な者たちよりも治りやすい。詩人エウエノスが、習慣とは長期にわたる修練であり、この修練はやがて、すなわち終わりに達したとき、本性となる、と言ったようにである。

構文注3 件
  1. 7.0δοκοῦσι γὰρ δεινοί τινες φρόνιμοι εἶναι, ἀκρατεῖς δὲ λέγονται οἱ φρόνιμοι διὰ τὸ διαφέρειν τὴν δεινότητα τῆς φρονήσεως μικρόν τι

    主節の対比において、「ある敏腕な者たちが思慮深いと思われる」ことを受けて、「思慮深い者たちが無自制だと言われる」理由が、敏腕さと思慮の微小な差異(および敏腕な者が無自制になりうること)に基づくと論じられている。文脈上「思慮深い者が無自制であると言われる(あるいは思慮深さと無自制が両立すると誤認される)」という事態の論拠を示す構造になっている。

  2. 7.0ἡ πόλις, ᾗ οὐδὲν μέλει τῶν νόμων τῶν ἀγαθῶν

    アナクサンドリデスの引用部分における非人称構文(οὐδὲν μέλει)。関係代名詞与格 ᾗ が関心の主体(「その都市にとって」)を表し、属格 τῶν νόμων τῶν ἀγαθῶν が関心の対象を表す。

  3. 7.0εἰ γὰρ οἱ ἀκρατεῖς καὶ οἱ προπετεῖς ἐπεὶ ἀπροβουλεύτως συναρπάζονται τοῖς πάθεσιν, εἰ προβουλεύσαιντο, οὐκ ἂν ἡττηθῶσιν ὑπὸ τῶν παθῶν

    構文の入れ子と条件節の重複。主語句(οἱ ἀκρατεῖς καὶ οἱ προπετεῖς)が先置された後、理由節(ἐπεὶ...)が挿入され、改めて条件節(εἰ προβουλεύσαιντο)と帰結節(οὐκ ἂν ἡττηθῶσιν;接続法アオリストが希求法の代用として用いられている)が続く。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:443.5-444.24