← ニカイアのエウストラティオス

アリストテレス『ニコマコス倫理学』注解

§368.32-369.34

理解と思慮の前後関係と学習との類比

エウストラティオスは、理解(シュネシス)が思慮を持つことでも獲得することでもないというアリストテレスの議論を、時間的・原因的順序に基づき注解し、理解の活動と状態の双方が思慮の後にあることを論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.90#1

" Ἔστι δ’ οὔτε τὸ ἔχειν τὴν φρόνησιν οὔτε τὸ λαμβάνειν ἡ σύνεσις· ἀλλ’ ὥσπερ τὸ μανθάνειν λέγεται συνιέναι, ὅταν χρῆται τῇ ἐπιστήμῃ, οὕτως ἐν τῷ χρῆσθαι τῇ δόξῃ ἐπὶ τὸ κρίνειν περὶ τούτων περὶ ὧν ἡ φρόνησίς ἐστιν, ἄλλου λέγοντος, καὶ κρίνειν καλῶς. τὸ γὰρ εὖ τῷ καλῶς ταὐτό. καὶ ἐντεῦθεν ἐλήλυθε τοὔνομα ἡ σύνεσις, καθ’ ἣν εὐσύνετοι, ἐκ τῆς ἐν τῷ μανθάνειν· λέγομεν γὰρ τὸ μανθάνειν συνιέναι πολλάκις." Περὶ τὰ αὐτὰ καταγίνεσθαι εἰπὼν σύνεσιν καὶ φρόνησιν, ἔδειξεν ἀλλήλων εἴδει διαφερούσας τῷ ἄλλως καὶ ἄλλως αὐτὰς περὶ τὸ αὐτὸ καταγίνεσθαι, τὴν μὲν ὡς ζητοῦσαν καὶ εὑρίσκουσαν τὸ δέον καὶ περὶ αὐτὸ ἐπιτάττουσαν, τὴν δὲ ὡς κρίνουσαν τὴν ἐκείνης ἐνέργειαν. ᾧ ἕπεται καὶ ἡ κατὰ χρόνον διαφορά· ἡ μὲν γὰρ πρὸ τῆς πράξεως καὶ τοῦ τέλους, ἡ φρόνησις, ἡ δὲ μετὰ τὴν πρᾶξιν καὶ τὸ τέλος. ἐπεὶ δὲ ἕτερον τὸ λαμβάνειν τὴν φρόνησιν καὶ ἕτερον τὸ ἔχειν αὐτήν, δείκνυσιν, ὡς οὐδέτερον τούτων ἐστὶν ἡ σύνεσις. τὸ μὲν γὰρ λαμβάνειν τὴν φρόνησιν ἐν τῷ γίνεσθαι τῇ ψυχῇ τὴν φρόνησιν εἴρηται, μήπω οὔσης ἐν αὐτῇ τῆς φρονήσεως. εἰ γὰρ γίνεταί τι, καὶ οὐκ ἔστιν. ἐπεὶ οὖν ἐν ταῖς ἐπιταγαῖς καὶ τοῖς κελεύσμασι τῆς φρονήσεως ἡ σύνεσις ἐπιφέρεται, εἰ εὖ ἔχουσα κρίνουσα,1 πῶς ἂν εἴη σύνεσις τὸ λαμβάνειν τὴν φρόνησιν, ὅ ἐστι φρονήσεως γένεσις καὶ πρότερον τῷ χρόνῳ φρονήσεως, ὅτι μήπω φρόνησις; ἀλλ’ οὐδὲ τὸ ἔχειν τὴν φρόνησιν σύνεσις· ἦν γὰρ ἂν ταὐτὸν τῇ φρονήσει, καίτοι ὅτι ἕτερον δέδεικται. ἔτι τὸ ἔχειν τὴν φρόνησιν ἅμα τῇ φρονήσει καὶ οὐδέτερον οὐδετέρου οὔτε πρότερον οὔτε ὕστερον, ἡ δὲ σύνεσις κρίσις οὖσα τῆς ἐνεργείας καὶ τοῦ τέλους τῆς φρονήσεως ὕστερον, ἤγουν τῆς οἰκείας ἐνεργείας καὶ τοῦ τέλους, ἡ δὲ ἕξις τούτων προτέρα. εἰ οὖν ταὐτὸν τὸ ἔχειν τὴν φρόνησιν καὶ ἡ σύνεσις, ἔσται ἡ σύνεσις ἅμα τῇ φρονήσει, ὥστε ἔσται ἡ σύνεσις ἅμα τε τῇ φρονήσει καὶ ὕστερον τῆς φρονήσεως· ἀλλὰ τοῦτο ἀδύνατον· οὐκ ἄρα ταὐτὸν τὸ ἔχειν τὴν σύνεσιν καὶ ἡ φρόνησις.2 ἔτι πᾶσα ἕξις αἰτία τῆς ἐξ αὐτῆς ἐνεργείας, ὥστε καὶ ἡ φρόνησις. εἰ οὖν ἡ ξύνεσις τῇ ἐνεργείᾳ τῆς φρονήσεως ἐπιφέρεται, προτέρα ἡ τῆς φρονήσεως ἐνέργεια τῆς ξυνέσεως, ὥστε ἡ ἕξις αὐτῆς πολλῷ προτέρα τῆς ξυνέσεώς ἐστιν. ἐδείχθη δὲ ἅμα ταύτῃ εἶναι τὸ ἔχειν τὴν φρόνησιν, πολλῷ ἄρα προτέρα τῆς συνέσεως καὶ τὸ ἔχειν τὴν φρόνησιν. εἰ δέ τις τοῖς λεγομένοις ἐφίστησιν, ὅτι ἕξις ἡ σύνεσις ὥσπερ δὴ καὶ ἡ φρόνησις, καὶ ὡς ἕξις ζητεῖται, εἰ ταὐτὸν τὸ ἔχειν τὴν φρόνησιν ἢ τὸ λαμβάνειν τὴν φρόνησιν, ἐνταῦθα 〈δὲ〉 ἡ ἐνέργεια τῆς συνέσεως πρὸς τὴν ἐνέργειαν εἴληπται καὶ τὸ τέλος τῆς φρονήσεως (ἔδει δὲ τὴν ἕξιν ληφθῆναι· τοῦτο γὰρ προσέκειτο εἰς ζήτησιν), πρὸς τοῦτό φαμεν,3 ὡς εἰ ἡ ἐνέργεια τῆς συνέσεως ὑστέρα φύσει τῆς ἐνεργείας ἐστὶ καὶ τοῦ τέλους τῆς φρονήσεως, δῆλον ὅτι καὶ ἡ ἕξις τῆς ἕξεως καὶ τοῦ ἔχειν καὶ τοῦ λαμβάνειν τὴν φρόνησιν. ὧν γὰρ ἕξεων αἱ ἐνέργειαι φύσει τινὸς ὕστεραι, καὶ αἱ ἕξεις αὐταὶ δηλονότι ἐκείνου ὕστεραι.

「また理解は、思慮を持つことでも、それを受け取ることでもない。むしろ学ぶことが、学知を用いるときに理解することと言われるように、他の者が語っているときに、思慮が関わるところの事柄について判定するために思いなしを用い、かつ善く判定することのうちに[理解は]ある。というのも『善く』と『美しく』は同一だからである。そしてそこから理解という名、それに基づいて[人々が]良き理解を持つ者たち[と呼ばれるところの名]は、学ぶことにおける[理解]から来たのである。なぜなら我々は学ぶことをしばしば理解することと言うからである。」 理解と思慮が同一の事柄に関わることを述べて、彼は、両者が同一の事柄に異なった仕方で関わることによって、種において互いに異なっていることを示した。一方はなすべきことを探求し発見してそれについて命令を下すものとして、他方は前者の活動を判定するものとしてである。これには時間的な相違も伴っている。なぜなら一方は行為と目的の前であり、それが思慮であるが、他方は行為と目的の後だからである。そして思慮を受け取ることと思慮を持つこととは異なる以上、彼は理解がこれらのいずれでもないことを示す。というのも、思慮を受け取ることは、まだ魂のうちに思慮が存在していないときに、魂において思慮が生じることにおいて言われているからである。なぜなら何かが生じているなら、それはまだ存在していないからである。それゆえ、もし理解が思慮の諸々の指令や命令に付け加わり、それが善い状態にあるかを判定するものであるなら、思慮を受け取ること、すなわち思慮の生成であり、まだ思慮でないがゆえに時間において思慮に先立つものが、どうして理解でありえようか。しかし思慮を持つこともまた理解ではない。もしそうなら、すでに異なることが示されているにもかかわらず、思慮と同一になってしまうであろうからである。さらに、思慮を持つことは思慮と同時であり、互いに他方より先でも後でもないが、理解は思慮の活動と目的、すなわち固有の活動と目的の判定である以上、思慮より後であり、状態はこれらより先立つのである。したがって、もし思慮を持つことと理解が同一であるなら、理解は思慮と同時になり、その結果、理解は思慮と同時であるとともに思慮より後でもあるということになるであろう。しかしこれは不可能である。それゆえ理解を持つことと思慮とは同一ではない。さらに、すべての状態は自らから生じる活動の原因であり、したがって思慮もそうである。それゆえ、もし理解が思慮の活動に付け加わるのであるなら、思慮の活動は理解よりも先立ち、したがって思慮の状態は理解よりもはるかに先立つのである。そして思慮を持つことはこの状態と同時であることが示されたのであるから、思慮を持つこともまた理解よりはるかに先立つのである。しかしもし誰かが、論じられている事柄に対して、理解も思慮と同様に状態であり、状態として、それが思慮を持つこと、あるいは思慮を受け取ることと同一であるかが探求されているのに、ここでは理解の活動が思慮の活動および目的との関係で捉えられている(だが状態が捉えられるべきであった、というのもこれが探求の対象として課されていたからである)と注意を促すなら、これに対して我々は次のように言う。もし理解の活動が思慮の活動および目的よりも本性上後であるなら、[理解の]状態も[思慮の]状態、ならびに思慮を持つことおよび受け取ることより後であることは明らかである。なぜなら、その活動が本性上何らかのものより後であるような諸状態は、それらの状態自体も明らかにそれより後だからである。

構文注3 件
  1. 6.90εἰ εὖ ἔχουσα κρίνουσα

    εἰ は間接疑問を導く接続詞(「…かどうか」)として機能しており、述語 εὖ ἔχουσα の背後にある省略されたコピュラ(ἐστί)を補って「それが善い状態にあるかどうかを判定する」と解釈する。κρίνουσα は主語(ἡ σύνεσις)に一致する付帯状況・様態の分詞。

  2. 6.90οὐκ ἄρα ταὐτὸν τὸ ἔχειν τὴν σύνεσιν καὶ ἡ φρόνησις

    写本・校訂本文の語順は τὸ ἔχειν τὴν σύνεσιν καὶ ἡ φρόνησις となっているが、議論全体の文脈(直前の εἰ οὖν ταὐτὸν τὸ ἔχειν τὴν φρόνησιν καὶ ἡ σύνεσις)から明らかなように、「思慮を持つことと理解(あるいは理解を持つことと思慮)」が同一ではないという帰結を述べている。原文の主格・対格の配置のまま訳出している。

  3. 6.90εἰ δέ τις τοῖς λεγομένοις ἐφίστησιν, ὅτι ἕξις ἡ σύνεσις ὥσπερ δὴ καὶ ἡ φρόνησις, καὶ ὡς ἕξις ζητεῖται, εἰ ταὐτὸν τὸ ἔχειν τὴν φρόνησιν ἢ τὸ λαμβάνειν τὴν φρόνησιν, ἐνταῦθα 〈δὲ〉 ἡ ἐνέργεια τῆς συνέσεως πρὸς τὴν ἐνέργειαν εἴληπται καὶ τὸ τέλος τῆς φρονήσεως (ἔδει δὲ τὴν ἕξιν ληφθῆναι· τοῦτο γὰρ προσέκειτο εἰς ζήτησιν), πρὸς τοῦτό φαμεν

    長大な条件文と反論・応答の構造。主節の骨格は εἰ δέ τις ἐφίστησιν(「だがもし誰かが注意を促すなら」)... πρὸς τοῦτό φαμεν(「これに対して我々は言う」)である。ἐφίστησιν の内容節 ὅτι 節の中に、前提(ἕξις ἡ σύνεσις ὥσπερ δὴ καὶ ἡ φρόνησις)、探求の主題(ὡς ἕξις ζητεῖται...)、そしてそれに対する実際の論証法のズレ(ἐνταῦθα δὲ ἡ ἐνέργεια... εἴληπται)と挿入的批判(ἔδει δὲ...)が入れ子構造を成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:368.32-369.34