- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:310.7-311.22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
エウストラティオスはプラトン『法律』を援用して快苦の普遍的影響を示し、アリストテレスが思慮を保全すると規定した節制が特定の種的徳ではなく、勇気や正義にも通底する魂全体の統制としての共通の徳を指すことを論じる。
’ λέγει δὲ καὶ Πλάτων ἐν Νόμοις· “οὐκοῦν ἕνα μὲν ἡμῶν ἑαυτῶν ἕκαστον τιθῶμεν, δύο δὲ κεκτημένον ἐν ταὐτῷ ξυμβούλω ἐναντίω τε καὶ ἄφρονε, ὣ προσαγορεύομεν ἡδονὴν καὶ λύπην;” ὡς τῆς ἡδονῆς καὶ τῆς λύπης παθῶν οὐσῶν κοινῶν καὶ ἀκολουθουσῶν ἐπὶ πράξεως πάσης, ἀφρόνων μὲν καλουμένων διὰ τὸ ἄλογον, συμβούλων δὲ τῷ ἀνθρώπῳ ὑπαρχουσῶν διὰ τὸ πανταχοῦ ὥσπερ ὑποτίθεσθαι τῷ ἀνθρώπῳ τὴν μὲν αἱρεῖσθαι, τῆς δὲ ἀπέχεσθαι. τρίτον δ’ ἐπὶ τούτοις οὐ τὴν εἰδικῶς σωφροσύνην ἐνταῦθα ὁ Ἀριστοτέλης εἶπεν ἀλλὰ τὴν κατὰ κοινοῦ λεγομένην ἐπὶ πασῶν ἀρετῶν. ἡ μὲν γὰρ εἰδικὴ σωφροσύνη ἡ ὡς μία λαμβανομένη τῶν πρακτικῶν ἀρετῶν, οὐχ’ ἁπλῶς περὶ πάντα τὰ ἡδέα καὶ λυπηρὰ 〈καταγίνεται, ἀλλὰ περὶ μόνα τὰ κατὰ γεῦσιν καὶ ἁφήν, εἰσὶ δὲ ἕτερα ἡδέα καὶ λυπηρά〉, περὶ ἃ ἡ ἀνδρεία. εἰ γὰρ καὶ τὰ φοβερὰ καὶ θαρσαλέα ὑποκείμενα ταύτῃ λέγονται, ἀλλά γε καὶ τούτοις ἡδοναὶ καὶ λῦπαι συναναφαίνονται. θαρροῦμεν γὰρ εὑρεῖν ἡδέα ἐλπίζοντες, δεδοίκαμεν δὲ λυπηρὰ ὑποπτεύοντες, ἀλλ’ οὐδ’ ἡ δικαιοσύνη ἐκτὸς ἡδέων καὶ λυπηρῶν. ἀδικεῖ γὰρ ὁ ἀδικῶν ἐν διανομαῖς τε καὶ συναλλάγμασιν, ἡδύ τι ἑαυτῷ περιποιήσασθαι προθυμούμενος, καὶ μηχανᾶται μὴ ἀφαιρεθῆναί τι προσὸν καὶ πάντα τὴν λύπην ἐκκλίνων, ἣν ἡ τοῦ προσόντος αὐτῷ περιποιεῖται ἀφαίρεσις. ὁ δὲ δίκαιος μόνον τὸ δικαιοπραγεῖν τέλος ἑαυτῷ τιθέμενος τῆς βιώσεως πάντα τὰ τοιαῦτα ἡδέα καὶ λυπηρὰ παρὰ φαῦλον ἡγούμενος, μόνου τοῦ δικαίου ἀντιλαμβάνεται. ὁ μὲν οὖν ἐπὶ πάντων ἁπλῶς ἡδέων καὶ λυπηρῶν τὴν τοῦ λογιζομένου μορίου τῆς ψυχῆς φυσικὴν τηρῶν ἐπικράτειαν, ὡς ὑπὸ μηδεμιᾶς ἡδονῆς ἢ λύπης αὐτὸ κατακυριεύεσθαι, εἴη ἂν οὗτος ὁ ἁπλῶς σώφρων ὡς σῷαν ἔχων τὴν φρόνησιν καὶ ταῖς ἀρεταῖς ἁπάσαις κοσμούμενος, εἰδικῶς δ’ ἂν λέγοιτο σώφρων ὁ τοῖς κατὰ γεῦσιν καὶ ἁφὴν ἡδέσιν οὐδαμῶς ὑποκείμενος καὶ αὐτὸς ταῦτα τῷ λογιζομένῳ ὑποτιθέμενος καὶ τὴν αὐτῶν ἀεὶ παρατάσσων δυσγένειαν, ὡς ἂν μηδέποτέ τι αὐτῶν τὴν εὐγένειαν καταχράνῃ τοῦ κρείττονος. ὥστε ὁ Ἀριστοτέλης ἐνταῦθα σωφροσύνην οὐ τὴν εἰδικὴν εἴληφεν ἀλλὰ τὴν κοινὴν καὶ πασῶν ἐξακουομένην τῶν ἀρετῶν. καὶ οὐ μόνον ἐπὶ σωφροσύνης τὸ κοινὸν καὶ εἰδικὸν εὑρίσκομεν παραλαμβανόμενον, ἀλλ’ ἔστι τοῦτο καὶ ἐπὶ τῶν ἄλλων εὑρεῖν. ἥ τε γὰρ δικαιοσύνη λέγεται μὲν εἰδικῶς ἡ ἐπὶ τῶν συναλλαγμάτων κατορθουμένη καὶ τῶν διανομῶν. λέγεται δὲ καὶ κοινῶς οὐ μόνον παρὰ τῷ Ἀριστοτέλῃ ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις σοφοῖς, ἢ καὶ νομιμότης ὠνόμασται τὰ παρὰ πασῶν ἀρετῶν τηροῦσα θεσμὰ καὶ νόμιμα, φυσικά τε ὁμοῦ καὶ πολιτικά. τὸ γὰρ τηρεῖν τὸ οἰκεῖον τῶν τῆς ψυχῆς ἑκάστου μορίων, ὡς τὸν λόγον μὲν ἔχειν τῶν παθῶν κυριεύοντα καὶ τὴν οἰκείαν οὕτως τηροῦντα εὐγένειαν, θυμὸν δὲ τῷ μὲν λόγῳ ὑπείκοντα ὡς κυρίῳ καὶ βασιλεῖ, τὴν δὲ ἐπιθυμίαν ὑποτάσσοντι καὶ πείθοντι συνυπείκειν αὐτῷ τῷ λαχόντι βασιλεύειν ἐκ φύσεως τῆς ἁπλῶς δικαιοσύνης, δικαίως ἄν τις θεῖτο ἴδιον μάλιστα.1 ἕπεται δὲ τῇ τοιαύτῃ ἕξει καὶ περὶ τὰ πολιτικὰ δίκαια ἐξ ἀνάγκης ἀκρίβεια καὶ κατόρθωσις. ἀλλὰ καὶ ἀνδρείαν πῶς οὐκ ἄν τις ἐρεῖ κοινῶς τε καὶ ἰδίως ἄξιον λέγεσθαι; τὸ γὰρ ἁπλῶς πρὸς πάντα τὰ πάθη γενναίως ἐνίστασθαι καὶ ἀντωπεῖν ἀσκαρδαμυκτὶ τῷ τῆς ψυχῆς ὄμματι πρὸς πάσας καὶ παντοίας αὐτῶν προσβολάς, ἀλλὰ καὶ αὐτὴν τῶν ἀναγκαίων τὴν ἔνδειαν παρ’ οὐδὲν ἡγεῖσθαι καὶ τῆς ζωῆς ἀφειδεῖν ὡς μηδενὶ τῶν παραλόγων ὑποπεσεῖν, πῶς οὐκ ἔστιν εὐτολμίας οἰκειότατον μάλα καὶ τῆς κατὰ ψυχὴν γενναιότητος.2 ἔνθεν οἶμαι καὶ τὸ ἀντακόλουθον ἀλλήλαις περὶ αὐτῶν εἴρηται. ὀρθῶς ἄρα Ἀριστοτέλης κοινότερον ἐνταῦθα λαμβάνων τὴν σωφροσύνην, σώζουσαν αὐτὴν τὴν φρόνησιν εἴρηκεν, ὡς τῇ ἑαυτῆς κατορθώσει τὸ ἐλεύθερον τηροῦσαν καὶ ἀκατάπτωτον τῶν τῆς ψυχῆς μορίων τῷ κρείττονι. ὅρα δὲ ὅτι καὶ εἰπὼν μὴ πᾶσαν ὑπόληψιν διαστρέφειν τὸ ἡδὺ καὶ λυπηρὸν ἀλλὰ τὰς περὶ τὸ πρακτόν, καθόλου τοῦτο εἶπεν. οὐ γὰρ τὸ κατὰ τὴν εἰδικὴν σωφροσύνην πρακτὸν μόνον πρακτόν ἐστιν, ἀλλὰ τὰ κατὰ πᾶσαν τὴν πρακτικὴν ἀρετὴν κατορθούμενα πρακτὰ ἀγαθὰ κοινῶς ἐστί τε καὶ ὀνομάζεται.
またプラトンも『法律』において次のように述べている。「それでは、私たち自身の各々を一個の者と見なし、同時に相反しかつ無分別な二つの相談役を抱えているとしようではないか。それらは私たちが快と苦と呼んでいるものである」。これは快と苦があらゆる行為に伴う共通の情念であり、理性を欠くがゆえに無分別と呼ばれ、人間に対して至るところで一方は選び、他方は避けるようにいわば指図するがゆえに、人間にとっての相談役として現前している、ということである。第三に、これらに加えて、アリストテレスがここで言っているのは種的な節制ではなく、あらゆる徳について共通して語られる節制である。というのも、実践的諸徳の一つとして受け取られる種的な節制は、無規定にあらゆる快苦に携わるのではなく、味覚と触覚に関する快苦のみに携わり、勇気が関わる快苦はそれとは別のものであるからである。実際、恐ろしい事柄や大胆さを生じさせる事柄が勇気の基底にあると言われるにしても、それらと並んで快と苦も現れ出る。私たちは快いものを見出すことを期待して大胆になり、苦しいものを危惧して恐れるからである。しかし正義もまた快苦の外にあるわけではない。実際、配分や取引において不正を働く者は、自分に快い何らかのものを手に入れようと望んで不正を行い、手元にある何かが奪われないように画策し、手元にあるものの剥奪が自分にもたらす苦痛をことごとく避けるからである。他方、正しく行うことのみを自己の生の目的と定め、そのような快苦をすべて取るに足らないものと見なす正しい人は、正しさのみを把握する。それゆえ、魂の推理的推論を行う部分の自然な支配力を、いかなる快や苦によってもそれが征服されないように、およそすべての快苦において保つ人、この人こそが、思慮を健全に保ちあらゆる徳によって飾られた、無規定に節制ある人であろう。これに対して、味覚と触覚に関する快に決して屈することなく、自らこれらを推理的推論を行う部分に従属させ、それらのうちの何ものも優れた部分の高貴さを決して汚すことのないように常にそれらの下賤さを整列させている人は、種的に節制ある人と言われるであろう。したがって、アリストテレスがここで取っている節制とは、種的なそれではなく、すべての徳を意味するものとして了解される共通のそれである。そして、共通の意味と種的な意味が採用されているのを見出せるのは節制においてだけでなく、他の徳においてもこれを見出すことが可能である。実際、正義もまた、一方では取引や配分において成し遂げられるものとして種的に語られるが、他方では、アリストテレスのもとでのみならず他の賢者たちのもとでも共通して語られ、あるいはあらゆる徳に由来する掟と法度、自然的なものと市民的なものの双方を保つものとして「適法性」とも名づけられている。実際、理性が情念を支配してこのように固有の高貴さを保ち、気概は主権者であり王である理性に屈服し、欲望を従属させて、自然により王たることを得たものそのものへと共に屈服するよう説得するという仕方で、魂の各部分に固有のあり方を保つことは、無規定な正義に最も固有なものとして正当に位置づけられよう。そして、このような性向には必然的に、市民的正義に関する厳密さと正しい達成が伴うのである。しかし勇気についても、共通の意味と固有の意味の双方で語られるに値するとどうして言わずにいられようか。およそあらゆる情念に対して気高く立ち向かい、情念のあらゆる多様な襲来に対して魂の眼をもって瞬きもせず対峙すること、そればかりか必要なものの欠乏そのものを取るに足らぬものと見なし、理に合わぬものの何一つにも屈しないように生命を惜しまないことは、まさに剛勇と魂における気高さに極めて固有なものにほかならないからである。思うに、諸徳について互いの相互的連帯が語られたのもこれに由来する。したがって、アリストテレスがここで節制をより共通のものとして受け取り、それ自体の成就によって魂の諸部分のうちのより優れたもののために自由で転落しない状態を保つものとして、それが思慮を保全すると述べたのは正当である。そして、快と苦があらゆる思惑を歪曲するのではなく実践的な事柄に関する思惑を歪曲すると述べた際にも、彼がこれを普遍的に語ったことに注目せよ。種的な節制に基づく実践的な事柄のみが実践的な事柄なのではなく、あらゆる実践的徳に基づいて正しく成し遂げられる事柄が、共通に実践的な善き事柄であり、そう名づけられているからである。
- 6.39τὸ γὰρ τηρεῖν τὸ οἰκεῖον τῶν τῆς ψυχῆς ἑκάστου μορίων, ὡς τὸν λόγον μὲν ἔχειν τῶν παθῶν κυριεύοντα καὶ τὴν οἰκείαν οὕτως τηροῦντα εὐγένειαν, θυμὸν δὲ τῷ μὲν λόγῳ ὑπείκοντα ὡς κυρίῳ καὶ βασιλεῖ, τὴν δὲ ἐπιθυμίαν ὑποτάσσοντι καὶ πείθοντι συνυπείκειν αὐτῷ τῷ λαχόντι βασιλεύειν ἐκ φύσεως τῆς ἁπλῶς δικαιοσύνης, δικαίως ἄν τις θεῖτο ἴδιον μάλιστα.
文の主幹構造は、冠詞付き不定詞句 τὸ ... τηρεῖν を目的語とし、主動詞 θεῖτο ἄν(希求法+ἄν)に対する述語(補語)として ἴδιον μάλιστα τῆς ἁπλῶς δικαιοσύνης(「無規定な正義に最も固有なもの」)が取られている。ὡς に導かれる説明節の中では、対格不定詞構造(τὸν λόγον μὲν ἔχειν ...)に続き、分詞の与格形 ὑποτάσσοντι καὶ πείθοντι が現れるが、これは意味上、気概(θυμός)の働きを表す与格名詞(あるいは前照句の格の交替)に一致し、理性に屈服しつつ欲望を従属させる役割を担う主語的要素を修飾している。
- 6.39τὸ γὰρ ἁπλῶς πρὸς πάντα τὰ πάθη γενναίως ἐνίστασθαι ... πῶς οὐκ ἔστιν εὐτολμίας οἰκειότατον μάλα καὶ τῆς κατὰ ψυχὴν γενναιότητος.
冠詞付き不定詞句 τὸ γὰρ ἁπλῶς ... ἐνίστασθαι ... παρ' οὐδὲν ἡγεῖσθαι καὶ τῆς ζωῆς ἀφειδεῖν が主語として機能し、述語動詞 ἔστιν に対して属格名詞句 εὐτολμίας οἰκειότατον μάλα καὶ τῆς κατὰ ψυχὴν γενναιότητος(「剛勇と魂の高貴さに極めて固有である」)が所属・性質の述語属格として結合している修辞的疑問文である。
