- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:271.21-272.37
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスの1139a15を注釈し、思惟的な徳が固有の機能と完全性に連なることを論じた上で、能力の活動・完成を理由に悪徳を正当化する論難を提示し、魂の諸能力(感覚から知性まで)の階層秩序を示すことで反論を開始する。
" Ληπτέον ἄρα ἑκατέρου τούτων τίς ἡ βελτίστη ἕξις· αὕτη γὰρ ἀρετὴ ἑκατέρου, ἡ δ’ ἀρετὴ πρὸς τὸ ἔργον τὸ οἰκεῖον." Δείξας ὅτι δύο εἴδη τοῦ διανοητικοῦ, δείκνυσι νῦν ὅτι ἀναγκαῖόν ἐστι περὶ τῆς ἑκατέρου εἰπεῖν ἀρετῆς, εἴ γε καὶ τῶν κατὰ ψυχὴν ἀρετῶν καὶ τῶν κατὰ τὰς δυνάμεις αὐτῆς ἡ παροῦσα αὐτῷ πραγματεία ἐνέστηκεν. οὐ γὰρ δεύτερον τοῦ περὶ τῶν πρακτικῶν ἀρετῶν εἰπεῖν τὸ καὶ περὶ τῶν διανοητικῶν τὰ προσήκοντα ἐπεξελθεῖν, εἰ μὴ καὶ μᾶλλον τοῦτο πρῶτον καὶ κυριώτερον. διὰ γὰρ τὰς διανοητικὰς δεόμεθα καὶ τῶν πρακτικῶν, ὡς ἂν μὴ ὑπὸ τῶν παθῶν ἐνοχλούμενοι καὶ ἐπισκοτούμενοι ἐμποδὼν αὐτὰ θεωρεῖν βουλόμενοι τὴν ἀλήθειαν ἔχωμεν.1 ὅρα δὲ ὅτι καὶ τὰς πράξεις αἱρούμενοι κατορθοῦν τῆς τοῦ διανοητικοῦ ἐνεργείας ἐξ ἀνάγκης δεόμεθα, ὥστ’ ἀναγκαῖον τὴν βελτίστην ἕξιν εὑρεῖν τίς ἐστιν ἑκατέρου τῶν μερῶν τοῦ διανοητικοῦ, ἥτις ἐστὶν ἡ ἀρετὴ ἑκατέρου. ἐπεὶ γὰρ δύο τὰ μόρια τοῦ διανοητικοῦ τῆς ψυχῆς ἀνεφάνησαν, δεῖ μὴ ἀρκεσθῆναι τῇ εἰδήσει μόνῃ τοῦ εἰδέναι δύο αὐτά, ἀλλὰ δεῖ καὶ τὴν ἑκατέρου μαθεῖν τελειότητα τίς ἐστιν, αὕτη δέ ἐστιν ἡ ἑκατέρου ἀρετή, ἣν μαθόντας δέον σπουδάζειν πρὸς τὴν κτῆσιν αὐτῆς. τὸ δὲ ἡ ἀρετὴ πρὸς τὸ ἔργον τὸ οἰκεῖον τοῦτο δηλοῖ, ὅτι ἡ μὲν ἀρετὴ ἕξις, ἡ δ’ ἕξις μὴ ἐνεργήσασα ἀξίως ἀτελής. ὥστε δεῖ ἑκάστην ἕξιν ἐνεργεῖν τὸ οἰκεῖον, ἵνα ἔχῃ τὸ τέλειον. ἔχει δὲ ἀπορίαν· εἰ γὰρ ἑκάστην 〈δύναμιν δεῖ προβαίνειν εἰς ἕξιν, καὶ ἑκάστην〉 ἕξιν εἰς τὴν προσήκουσαν αὐτῇ ἐνέργειαν, ἵν’ οὕτως ἔχῃ τὸ τέλειον ἕκαστον, διὰ τί κολάσεως ἄξιοι κρίνονται οἱ ἀκολασταίνοντες ἢ ἀδικοῦντες ἢ ἀπατῶντες καὶ ἄλλο τι τοιοῦτον κατεργαζόμενοι; ἕκαστος γὰρ τούτων τῇ προσούσῃ δυνάμει χρώμενος καὶ ἐνεργῶν κατ’ αὐτὴν ἐν ἕξει τε γίνεται καὶ δρᾷ τὰ κατὰ τὴν ἕξιν καὶ οὕτω κατὰ τὴν δύναμιν ἀπολαμβάνει τὸ τέλειον, ἵνα μὴ ᾖ αὐτῷ μάτην προσοῦσα ἡ δύναμις. τοιαῦτα καὶ πολλοὺς οἶδα προτεινομένους τῶν μοχθηρῶν καὶ δόξας τοιαύτας κατὰ θρησκείας κρατούσας καὶ εἰς ἔθνη ἐξαπλουμένας ὁλόκληρα. ἡ μὲν ζήτησις ἥδε. εἰ δὲ ἐπὶ μακρὸν ἴσως ὁ λόγος ὁ πρὸς αὐτὴν ἐκταθήσεται, δυσχεραινέτω μηδείς. ἐμοὶ γὰρ ζῆλος ἐνστῆναι πρὸς τοὺς λαλοῦντας τὰ μάταια καὶ ἐγκαυχωμένους τοῖς πάθεσιν, ὁποίοις ἔγωγε διαφόροις ὡμίλησα. πρῶτον τοίνυν ἐκ τῶν τῆς ψυχῆς ἀρκτέον δυνάμεων κἀκ τούτων παραστατέον, ὡς οὐδὲν ἔχει τὸ εὔλογον τὰ παρὰ τῶν ἐμπαθῶς οὕτως ἐχόντων καὶ φαύλως λεγόμενα. τῆς γὰρ ἀνθρώπου ψυχῆς πολλαὶ δυνάμεις εἰσί, πρῶτα μὲν εἰς γνωστικὰς καὶ ὀρεκτικὰς διαιρούμεναι, ἔπειθ’ ἑκάτερον μέρος τούτων εἰς λογικὰς καὶ ἀλόγους. ὧν γὰρ ἡμῖν κοινωνεῖ καὶ τῶν ζῴων τὰ ἄλογα, ταύτας ἀλόγους καθ’ ἑαυτὰς λέγομεν, ὅτι μηδὲ λόγον οἰκεῖον ἔχειν πεφύκασι, καὶ πρώτας τὰς γνωστικὰς εἰς μέσον παραληψόμεθα. καὶ δὴ κάτωθεν ἀρχομένοις πρώτη ἡ αἴσθησις καὶ ὑπὲρ αὐτὴν φαντασία, καὶ ταύτης ἐπέκεινα δόξα, εἶτα διάνοια, καὶ ἐπὶ πάσαις ὁ νοῦς. ἐρωτῶ δὴ τοὺς ἐκεῖνα τὰ ληρήματα λέγοντας, πότερον ἰσότιμοι πᾶσαι αἱ ἀπαριθμημέναι, ἢ ἔστιν ἐν ταύταις εὑρεῖν τὸ κρεῖττον καὶ χεῖρον ἐν τῷ πρὸς ἀλλήλας συγκρίνεσθαι. καὶ τίς οὐκ ἂν εἴπῃ τῶν λογικῶν τὰς ἀλόγους λείπεσθαι καὶ τῷ εἶναι καὶ τῷ ἐνεργεῖν καὶ τῇ τιμιότητι, καὶ αὖθις τῶν λογικῶν κρείττω μὲν ὑπάρχειν τὸν νοῦν, δευτέραν δὲ τὴν διάνοιαν, καὶ τὴν δόξαν μετ’ αὐτήν, διαφερούσας ἀλλήλων τῷ τὴν μὲν δόξαν ἀρχὴν εἶναι λογικῆς γνώσεως ἢ συμπεράσματα διανοίας ἔχουσαν, καὶ ἃ ἡ διάνοια μετὰ τῆς αἰτίας κατέλαβεν ἄνευ τῆς αἰτίας αὐτὴν κατέχουσαν, ἢ ἐκ τῶν καθέκαστα τὰς ἀρχὰς λαβοῦσαν καὶ τὸ κοινὸν ἐκείνοις πᾶσι γνωρίσασαν, καὶ οὕτω τὸ καθόλου ἐν ἑαυτῇ ὑποστήσασαν, τὴν δὲ διάνοιαν ἀπό τινος εἴς τι μεταβάλλειν,2 ἤτοι ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα. καὶ οὕτω πληροῦν ἑαυτῆς τὴν ἐνέργειαν διὰ τῆς οἰκείας αἰτίας τὸ ζητούμενον ἴσχουσαν, κἀντεῦθεν ὑπερέχειν τῆς δόξης τῷ ἐκείνην ἄνευ λόγου ἤτοι αἰτίας τὴν γνῶσιν ἔχειν, καὶ διὰ τοῦτο ἀστήρικτον καὶ ἀβέβαιον.
「それゆえ、これら各々の最善の性向が何であるかを把握しなければならない。というのも、これが各々の徳であり、そして徳は固有の機能に関わるからである。」 思惟的なものの二つの種を示したのち、彼はいまや、もし現下の論考が霊魂に即した諸々の徳にもその諸能力に即した諸々の徳にも関わるものであるならば、その各々の徳について語ることが必然であることを示している。というのも、思惟的な徳について相応しい論述を展開することは、実践的な徳について語ることに対して劣後するものではなく、むしろこれこそが第一であり、より主要なものであるからだ。なぜなら、諸々の感情によって煩わされたり覆い隠されたりして、真理を観照しようと望む我々にとってそれら[の感情]が妨げとならないように、我々は思惟的な徳のために実践的な徳をも必要とするからである。さらに見よ、我々が行為を正しく成し遂げようと選ぶ際にも、思惟的なものの活動を必然的に必要とするのであって、したがって思惟的なものの各部分の最善の性向が何であるか、すなわち各々の徳は何であるかを見出すことが必然となる。なぜなら、霊魂の思惟的部分が二つ現れ出た以上、それらが二つあることを知るという知識だけで満足するべきではなく、各々の完全性が何であるかをも学ばねばならず、そしてこれこそが各々の徳であり、それを学んだ後はその獲得に向けて励むべきだからである。そして「徳は固有の機能に関わる」という句は、徳とは性向であるが、ふさわしく活動していない性向は不完全であるということを示している。したがって、各々の性向は完全なあり方を保つために、固有の[機能]を活動させねばならないのである。 しかし、これは難問を含んでいる。というのも、もし各々の[能力が性向へと進み、各々の]性向がそれに相応しい活動へと進むべきであり、そのようにして各々のものが完全さを保つべきであるとするならば、なぜ放蕩に耽る者や不正を働く者、あるいは欺瞞を弄し、その他そのような事柄を成し遂げる者たちが処罰に値すると判断されるのか。彼らの各々も、自らに備わっている能力を用い、それに従って活動することによって性向の状態となり、その性向に従った事柄を行い、そのようにして能力に応じて完全さを獲得し、自らに備わっている能力が無駄にならないようにしているからである。私は劣悪な者たちの多くがこのようなことを主張し、このような見解が宗教において支配的となり、諸々の民族全体へと広がっているのを知っている。探究はまさにこれである。しかし、もしこれに対する議論がおそらく長きにわたって引き延ばされるとしても、誰も不満に思ってはならない。なぜなら、私自身が交わった様々な人々のような、無駄なことを語り自らの感情を誇る者たちに立ち向かう熱意が私にはあるからである。 それゆえまず、霊魂の諸能力から始めねばならず、それらに基づいて、感情に囚われて劣悪な状態にある者たちによって語られる事柄がいかに論拠をもたないかを示さねばならない。というのも、人間の霊魂の諸能力は多くあり、第一には認識能力と欲求能力とに区分され、次いでこれらの各部分が理性的なものと非理性的なものへと区分されるからである。理性を欠く動物たちも我々と共有しているような能力を、我々はそれ自体として非理性的と呼ぶが、それらは固有のロゴスをもつようには生まれついていないからであり、まずは認識能力を俎上に載せることにしよう。そしてまさに下から始めるならば、第一は感覚であり、その上には表象があり、さらにこれを超えたところには思惑、次いで思考、そしてこれらすべての頂点に知性がある。そこで私は、あのくだらない繰り言を述べる者たちに尋ねたい。列挙されたこれらすべての能力は同等の価値をもつのか、それともこれらが互いに比較される中で、より優れたものと劣ったものとを見出すことができるのか、と。そして、非理性的な能力が存在においても活動においても尊厳においても理性的な能力に劣ること、さらに理性的な能力の中でも知性が最も優れており、第二に思考があり、その後に思惑があるということを、誰が言わないだろうか。それらが互いに異なっているのは、思惑が理性的な認識の端緒であって、あるいは思考の結論を保持し、思考が原因を伴って把握したものを思惑は原因なしに保持しているか、あるいは個別的なものから諸原理を受け取ってそれらすべてに共通するものを知り、こうして普遍的なものを自らのうちに成立させるのに対し、思考はあるものからあるものへと移行する、すなわち前提から結論へと移行するからである。そしてこのようにして、探究されているものを固有の原因を通じて把握することによって自らの活動を満たし、その結果、思惑がロゴスすなわち原因を伴わずに認識を保持し、それゆえに基礎を欠き不確実であることに対して、思考は優位に立つのである。
- 6.9ἐμποδὼν αὐτὰ θεωρεῖν βουλόμενοι τὴν ἀλήθειαν ἔχωμεν
αὐτά は先行する τὰ πάθη を指す対格目的語であり、述語的に働く副詞 ἐμποδών(妨げとなって、邪魔になって)とともに「我々がそれら[感情]を妨げとして持つ(直面する)」という意味をなす。主語は接続法動詞 ἔχωμεν の主語である「我々」であり、分詞 βουλόμενοι が意味上の主語として一致している。
- 6.9διαφερούσας ἀλλήλων τῷ τὴν μὲν δόξαν ἀρχὴν εἶναι λογικῆς γνώσεως... τὴν δὲ διάνοιαν ἀπό τινος εἴς τι μεταβάλλειν
限定・具格の定冠詞付き与格 τῷ に不定詞句(τὴν μὲν δόξαν... τὴν δὲ διάνοιαν...)が後続し、分詞 διαφερούσας(対格女性複数、先行する理性的な能力たちを修飾)の差異の理由・内容を説明する長大な構文。δόξα と διάνοια の対比が μὲν...δέ で展開されている。
