- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:26.20-27.35
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
エウストラティオスは、アリストテレスが聴講者論を締めくくるにあたり無抑制者を例に引いて感情に支配された者に倫理の言論が無益であることを説明した箇所(1095a8)を注解し、善き者にとっても悪しき者にとってもこの教えが無駄であるかのような難問を提示したうえで、魂の医術としての倫理学の効用を論じて両者に対する言論の有益性を擁護している。
" Τοῖς γὰρ τοιούτοις ἀνόνητος ἡ γνῶσις." Ἔτι τὸ αὐτὸ δείκνυσι λαμβάνων τοὺς ἀκρατεῖς εἰς παράδειγμα. ἀκρατὴς γάρ ἐστιν ὁ ὑπὸ χείρονός τινος συνηθείας κατακρατούμενος, εἶτ’ ἐφιστάνων τῷ λόγῳ καὶ ἀνακόπτειν ἑαυτὸν τῆς παραλόγου ὁρμῆς βουλόμενος καὶ κρατεῖν μὴ δυνάμενος. ὡς γὰρ ἐν ἐκείνῳ ὁ λόγος † φαῦλον οἶδε διὰ τὸ τῇ παραλόγῳ ὀρέξει συνυπάγεσθαι,1 καὶ βούλεται μὲν ἀπέχεσθαι τῆς φαύλης συνηθείας, νικᾶται δ’ ὑπὸ τοῦ πάθους τῇ συνηθείᾳ τῇ μοχθηρᾷ κατακρατούμενος, οὕτω καὶ πᾶς ζῶν ἐμπαθῶς τοὺς περὶ τῆς ἀρετῆς λόγους ἐνωτιζόμενος, ὑπ’ αὐτῶν ὠφεληθῆναι οὐ δύναται, τῇ συνήθει ἐμπαθείᾳ πρὸς τὰ φαῦλα κατασυρόμενος. τοῖς δὲ κατὰ λόγον τὰς ὀρέξεις ποιουμένοις. ἐκ τοῦ ἐναντίου τοῖς προσεχῶς εἰρημένοις τὸ ἐνταῦθα λεγόμενον. ὡς γὰρ οἱ ἐμπαθῶς ζῶντες ἐκ τῶν ἐνταῦθα λεγομένων οὐδὲν ὠφελοῦνται, οὕτως οἱ κατὰ λόγον τὰς ὀρέξεις ποιούμενοι πλεῖστα ἂν ὠφελοῖντο τὴν τῶν ἐνταῦθα λεγομένων εἴδησιν ἔχοντες. πρὸς ὃ ἄν τις ἀπορήσειε λέγων, ὡς δόξειεν ἂν καὶ περιττὸν τὸ περὶ τούτων διδάσκειν. εἰ γὰρ οἱ μὲν φαῦλοι ἐκ τούτων μὴ ὠφελοῦνται πρὸς τὴν διόρθωσιν, οἱ δὲ ἀγαθοὶ καὶ πρὸ τούτων κατὰ λόγον τὰς ὀρέξεις ποιοῦνται, δόξειεν ἂν οἱ λόγοι τοῖς μὲν φαύλοις μάταιοι ὡς ἀνωφελεῖς, τοῖς δ’ ἀγαθοῖς περιττοὶ ὡς καὶ πρὸ αὐτῶν εὖ ἔχουσιν. ἢ τοῖς μὲν ἀγαθοῖς πρὸ τῶν λόγων ἐκ συνηθείας μόνης τὸ ἀγαθὸν κανόνα μὴ ἔχουσι τεχνικὸν ᾧ τὰς πράξεις παραμετρήσουσι, κατά γε τοὺς λόγους σὺν μέτρῳ καὶ λόγῳ τεχνικῷ ἡ τῶν ἀστείων μετέλευσις πράξεων.2 διὸ καὶ βεβαιοτέρα αὐτοῖς ἡ τοῦ ἀγαθοῦ ἀντιποίησις πληροφορουμένοις ἐκ τῶν λόγων, πότε καλῶς ἢ μὴ καλῶς ἔχουσιν. ἄλλως τέ εἰσι τῶν ἀνθρώπων πολλοὶ ἐξ ἀρχῆς μὲν εὐθὺς τὰ φαῦλα ἀποστρεφόμενοι καὶ τῶν ἀγαθῶν ὀρεγόμενοι, ὅπως δὲ ταῦτα ἀλλήλων διαστήσουσι καὶ ἑαυτοῖς τὰ κρείττω περιποιήσονται, οἴκοθεν εἰδέναι μὴ ἔχοντες· καὶ δεῖ τούτοις λόγου καὶ τέχνης πρὸς τὴν ἐκλογὴν τῶν καλῶν καὶ κατόρθωσιν. ἀλλ’ οὐδὲ τοῖς φαύλοις πάντη ἀνόνητος ἡ τῶν λόγων τούτων κατάληψις. εἰ γὰρ μὴ εὐθὺς αὐτοῖς ἡ ἐκ τούτων ὄνησις παντελὴς ἀπαντήσεται, ἀλλὰ διαγνόντες οἷ κακοῦ κατηνέχθησαν καὶ ὅσον πόρρω γεγόνασι τοῦ βελτίονος, εἴπερ μὴ πάντη εἶεν ἀσύνετοι, ἕξουσί τινα ὁρμὴν πρὸς διόρθωσιν, καὶ οὕτω κατὰ μικρὸν ἐπιδιδόντες τάχ’ ἂν καὶ παντελῶς πρὸς τὸ κρεῖττον μετάθοιντο. καὶ ἄλλως δὲ ἠθικὴ καὶ πολιτικὴ ἰατρικὴ τῶν ψυχῶν. καὶ ὥσπερ ἡ τῶν σωμάτων ἰατρικὴ καὶ συντηρητική ἐστι τῆς ὑγιείας ἐν τοῖς ὑγιαίνουσι καὶ ἀνακλητικὴ αὐτῆς ἐν τοῖς κάμνουσιν, οὕτω καὶ πρὸς τὰς ψυχὰς ἡ ἠθικὴ καὶ πολιτική. δόξειε γὰρ ἂν ἄτοπον τὰ μὲν σώματα καὶ τὰς φύσεις ὑπὸ τῆς σφῶν θεραπευτικῆς ὠφελεῖσθαι ὅπως ἂν ἔχωσι, τὰς δὲ ψυχὰς λόγον ἐχούσας καὶ χρωμένας αὐτῷ ἐκ τῆς οἰκείας ἰατρικῆς μὴ ὠφελεῖσθαί ποτε,3 ὅπως ἂν ἔχωσι διαθέσεως, εἴτε στερεούμεναι ἐν τῷ κατὰ φύσιν, εἴτε διορθούμεναι ἐκ τοῦ παρὰ φύσιν· καίτοι ψυχαῖς ῥᾴων, ὅσον ἐκ τῆς οὐσίας αὐτῶν, ἢ σώμασί τε καὶ φύσεσιν καὶ ἡ ἐν τῷ ἀγαθῷ τε μονὴ καὶ συντήρησις καὶ ἡ ἐκ τῶν φαύλων διόρθωσις, ἅτε λόγον ἐχούσαις καὶ νῷ γειτνιώσαις καὶ ἀπ’ ἀμφοῖν συνεργουμέναις πρὸς κατάκτησιν τοῦ βελτίονος. ἴσως δὲ καὶ Ἀριστοτέλης πρὸς τὴν κρίσιν τῶν λεγομένων, εἴτε εὖ ἔχουσιν εἴτε μή, πλέον εἴρηκε μὴ συμβάλλεσθαι τοῖς ἐμπαθέσι τὰ παρ’ αὐτοῦ λεχθησόμενα, ἅτε ἀσυνήθως ἔχουσι καὶ ἀπείρως τῶν χαριέντων ἀκουσμάτων τε καὶ ἐνεργημάτων, ὥσπερ πλεῖστα λυσιτελεῖ τοῖς κατὰ λόγον ὀρεγομένοις καὶ πράττουσι τῷ οὕτω διακεῖσθαι αὐτούς. καὶ περὶ μὲν ἀκροατοῦ συμπεραίνει τὰ εἰρημένα ἐπανόδῳ χρώμενος κἀκ τῶν ὑστέρων ἀνιὼν πρὸς τὰ πρότερα· εἶτ’ ἐπιφέρει
「なぜなら、このような者たちにとっては知識は無益だからである。」 さらに彼は自制心を欠く者たち(無抑制者たち)を実例に取って、同じことを示している。というのも、無抑制者とは、ある劣悪な習慣に支配されており、その後に理性に注意を向け、理なき衝動から自らを制止しようと望みながらも、打ち勝つことができない者のことだからである。実に、彼において理性が理なき欲求に従属させられることによって悪しき事柄を認識しており、悪しき習慣を避けることを望みながらも、劣悪な習慣に支配されて感情に負けてしまうように、感情に囚われて生きながら徳についての言論に耳を傾けるすべての者も、習慣的な感情によって悪しき事柄へと引きずり下ろされるがゆえに、それらの言論によって益を得ることができないのである。「しかし、理に従って欲求を形作っている者たちにとっては。」ここで語られていることは、直前に語られた事柄の反対に基づくものである。実に、感情に囚われて生きる者たちがここで語られる事柄から何ら益を得ないように、理に従って欲求を形作っている者たちは、ここで語られる事柄の知識を持つことで最大の益を得るであろう。これに対して、これらの事柄について教えることは余計なこと(贅沢なこと)にも思われるだろう、と言って難問を立てる者もいるかもしれない。なぜなら、もし劣悪な者たちが更生に向けてこれらから益を得ず、他方で善き者たちはこれらに先立ってもすでに理に従って欲求を形作っているとするならば、言論は劣悪な者たちにとっては無益ゆえに無駄であり、善き者たちにとってはそれらに先立ってもすでに善い状態にあるがゆえに余計であると思われるからである。あるいは、善き者たちにとっても、言論に先立っては習慣のみから善い状態にあり、諸行為を測定する技術的な規矩を持たないのに対し、少なくとも言論に従うことで、尺度と技術的な理を伴って高貴な諸行為を追究することが成り立つ[と言うべきであろう]。それゆえ、言論からいつ自分たちが善い状態にあるか、あるいは善い状態にないかについての確信を得る彼らにとって、善の獲得はより強固なものとなるのである。そのうえ、人間のうちの多くの者は最初から直ちに劣悪な事柄を忌避し善き事柄を欲求するものの、これらをいかにして相互に区別し、自らにとってより優れた事柄を獲得するかについては自力で知ることができない。そしてこれらの者たちには、善美な事柄の選択と正しい実践のために言論と技術が必要なのである。だが、劣悪な者たちにとってもこれらの言論の把握が全面的に無益であるわけではない。というのも、もしこれらからの完全な益が彼らに直ちにもたらされないとしても、自分たちがいかなる悪へと転落したか、そしてより善きものからどれほど遠く離れてしまったかを認識するなら、彼らが全面的に無理解であるのでない限りは、更生への何らかの衝動を持つであろうし、このようにして少しずつ進歩し、あるいは完全に、より優れた状態へと移行するかもしれないからである。さらには、倫理学と政治学は魂の医術でもある。そして、身体の医術が健康な者たちにおいては健康を維持するものであり、病んでいる者たちにおいては健康を回復させるものであるように、魂に対する倫理学と政治学も同様なのである。なぜなら、身体や[身体的]本性はそれらの治療術によってどのような状態にあろうとも益を受けるのに、理性を持ってこれを用いている魂が、どのような性向にあろうとも、それが本性に従った状態において強固にされるにせよ、本性に反した状態から更生させられるにせよ、自らに固有の医術から決して益を受けないとしたら、それは奇妙と思われるからである。もっとも、魂にとっては、その本質からすれば、身体や[身体的]本性よりも、善における滞留と維持、ならびに劣悪な事柄からの更生の方が容易である。理性を持って知性に隣接し、より善きものの獲得に向けて両者から協力を得ているからである。あるいはまた、アリストテレスが、自らによって語られることになる事柄は感情に囚われた者たちには寄与しないと述べたのは、彼らが立派な言動に不慣れで無経験であるために、むしろ語られる事柄が善い状態にあるか否かの判定に関してのことであり、それはちょうど、理に従って欲求し行為する者たちにとっては、彼らがそのように調えられていることによって最も大きく役立つことと同じであるのかもしれない。そして聴講者については、彼は後なる事柄から先なる事柄へと遡る反復法を用いて、これまで語られた事柄を締めくくる。次いで彼は付け加える。
- 1.26ὡς γὰρ ἐν ἐκείνῳ ὁ λόγος † φαῦλον οἶδε διὰ τὸ τῇ παραλόγῳ ὀρέξει συνυπάγεσθαι
底本において短剣符が付されている難読箇所。構文的には ὁ λόγος を主語とし、φαῦλον を οἶδε の直接目的語または述語的対格(「悪しき事柄をそれとして認識する」)として取るのが最も自然である。あるいは φαῦλον を理性自身の状態を表す述語(「理性が劣弱になっていることを知る」)と解することも可能であるが、後続の καὶ βούλεται μὲν ἀπέχεσθαι τῆς φαύλης συνηθείας(悪しき習慣を避けることを望みながら)との対比から、理性が客観的に事の悪しさを知りつつも情欲に屈している様を描写していると解した。
- 1.26ἢ τοῖς μὲν ἀγαθοῖς πρὸ τῶν λόγων ἐκ συνηθείας μόνης τὸ ἀγαθὸν κανόνα μὴ ἔχουσι τεχνικὸν ᾧ τὰς πράξεις παραμετρήσουσι, κατά γε τοὺς λόγους σὺν μέτρῳ καὶ λόγῳ τεχνικῷ ἡ τῶν ἀστείων μετέλευσις πράξεων
直前の難問(アポリア)に対する解答を導く省略構文。接続詞 ἢ(「あるいは」)が解決策を提示し、文全体としては主動詞(ἐστί や λέγοιμεν ἄν 等)が省略されている。前半の与格句 τοῖς μὲν ἀγαθοῖς... κανόνα μὴ ἔχουσι に対し、主語は後半の ἡ τῶν ἀστείων μετέλευσις πράξεων であり、「善き者たちにとっては、言論に先立っては技術的規矩を持たないが、言論に従うことで高貴な諸行為の追究が尺度と技術的理を伴って成り立つ[と言うべきである]」という対比の骨格をなす。
- 1.26δόξειε γὰρ ἂν ἄτοπον τὰ μὲν σώματα καὶ τὰς φύσεις ὑπὸ τῆς σφῶν θεραπευτικῆς ὠφελεῖσθαι ὅπως ἂν ἔχωσι, τὰς δὲ ψυχὰς λόγον ἐχούσας καὶ χρωμένας αὐτῷ ἐκ τῆς οἰκείας ἰατρικῆς μὴ ὠφελεῖσθαί ποτε
非人称表現 δόξειε γὰρ ἂν ἄτοπον に導かれる対格不定詞構文。μὲν... δέ によって対比される二つの節からなり、前半は τὰ μὲν σώματα... ὠφελεῖσθαι、後半は τὰς δὲ ψυχὰς... μὴ ὠφελεῖσθαι である。身体がその治療術から益を受けるのに対し、理性的な魂がその医術(倫理学・政治学)から益を受けないとするのは不合理であるという反駁の論理的骨格を形成している。
