← ニカイアのエウストラティオス

アリストテレス『ニコマコス倫理学』注解

§192.27-193.28

怒りに関する中庸としての温和とその性質

アリストテレスが温和を怒りに関する中庸として導入する箇所(1125b26)を注解し、すべての徳が二つの固有の感情に対応するわけではないことを示して温和と怒りの関係、およびその命名法を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.24

" Πραότης δ’ ἐστὶ μὲν μεσότης περὶ ὀργάς." Εἶπε καὶ ἐν τῷ δευτέρῳ τὴν πραότητα ἀρετὴν καὶ μεσότητα εἶναι περὶ ὀργάς. δῆλον δὲ ἐξ ὧν λέγει, ὅτι μήτε πᾶσα ἀρετὴ περὶ δύο τινὰ πάθη οἰκεῖα.1 περὶ [οἰκεῖα] μὲν γὰρ ἡδονὴν καὶ λύπην κοινῶς πᾶσα, καὶ ταύτῃ δύο παθῶν μεσότης πᾶσα ἀρετή, οὐ μὴν ὡς περὶ οἰκεῖά τινα δύο πάθη, ἃ ῥυθμίζει, ὡς ἡ ἀνδρεία περὶ φόβους καὶ θάρρη. ταῦτα γὰρ ἴδια δύο πάθη περὶ ἃ ἥδε ἡ ἀρετὴ τοῦ μέσου ἐστὶ στοχαστική, ἡδομένη μὲν ἐπὶ τῇ εὐλόγῳ περὶ αὐτὰ ἐνεργείᾳ καὶ αἱρουμένη ταύτην, ἀχθομένη δὲ ἐπὶ ταῖς ἀλόγοις καὶ ἀμέτροις σπουδαῖς ἢ φυγαῖς τῶνδε τῶν παθῶν καὶ ἀποστρεφομένη αὐτά. ὁμοίως ἡ σωφροσύνη περὶ δύο πάθη· ἡ γὰρ δι’ ἁφῆς ἡδονὴ καὶ λύπη τὰ ὑποκείμενα πάθη ταύτῃ. ἡ δὲ πραότης οὐκέτ’ ἔχει δύο πάθη τὰ ὑποκείμενα, εἴ γε περὶ ὀργήν ἐστι. τῇ δὲ ἐλευθεριότητι οὐδὲ τὴν ἀρχὴν πάθος τι ἴδιον ὑπέκειτο ἀλλὰ πρᾶξις· δόσις γὰρ καὶ λῆψις χρημάτων. περὶ πάθη δὲ ἦν τὸ ἥδεσθαι παρὰ τὴν εὔλογον περὶ ταῦτα λῆψιν καὶ δόσιν καὶ ἄχθεσθαι ἐπὶ τῇ ἀλόγῳ δόσει, ὡς εἶπε. μεσότητες οὖν πᾶσαι περὶ πάθη κοινά, ἡδονὴν καὶ λύπην, τὰς ἐπὶ ταῖς ἐνεργείαις ταῖς γινομέναις ἐπὶ ταῖς πράξεσιν. ὃ δὲ εἶπεν ἐν τῷ δευτέρῳ καὶ νῦν λέγει, τὸ ἀνώνυμον εἶναι τήν τε μέσην ἕξιν τὴν περὶ τὸ πάθος τοῦτο καὶ τὰ ἄκρα αὐτοῦ, αὐτὸς δέ φησι πραότητα ὀνομάζειν αὐτὴν μᾶλλον πρὸς τὴν ἔλλειψιν τὴν αὐτῆς ἀποκλίνουσαν, οὖσαν καὶ αὐτὴν ἀνώνυμον. οὐχὶ δὲ Ἀριστοτέλους τὸ τῆς πραότητος ὄνομα ἢ τὸ τῆς ὀργιλότητος, ὡς ἐν τῷ δευτέρῳ εἴρηται. ἦν γὰρ καὶ πρὸ αὐτοῦ, ὡς Πλάτων φησὶ περὶ τῶν φυλάκων ἐν Πολιτείᾳ ‘θυμοειδῆ μὲν δὴ χρὴ πάντα ἄνδρα εἶναι πρᾶόν τε μάλιστα,’ ὡς οὐκ ἐχούσης τῆς πραότητος ἐν αὑτῇ τὸ θυμοειδὲς καὶ διεγηγερμένον. τὸν γὰρ ἡσύχιον καὶ σώφρονα πρᾶον ἔλεγον, οὐ τὸν ὀργιζόμενον ἐφ’ οἷς ὁ λόγος αἱρεῖ, ἡσυχάζοντα δὲ ἐφ’ οἷς καλόν. τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργή. εἰπὼν τὸ πάθος ὀργὴν εἶναι καὶ τοῦτο σημεῖον τοῦ τὴν ὑπερβολὴν ὀργιλότητα ἂν εὐλόγως λέγεσθαι ποιησάμενος, οὐκέτι προσθεὶς τὸ οὗ χάριν εἶπε τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργή, μέτεισιν ἐπὶ τὸ λέγειν2 τίνα τὰ ποιητικὰ τοῦ πάθους τῆς ὀργῆς, καὶ φησὶ πολλὰ καὶ διαφέροντα.

「温和とは怒りに関する中庸である。」 彼は第二巻でも温和が怒りに関する徳であり中庸であると述べた。そして彼の語るところから、すべての徳が何らかの固有の二つの感情に関わるわけではないことが明らかである。すべての徳は共通して快と苦に関わり、この点においてすべての徳は二つの感情の中庸であるが、勇気が恐怖と確信に関わるような、それ[徳]が整序する固有の二つの感情に関わるというわけではない。これら[恐怖と確信]は、この徳が中庸を目指し、これらに関する理にかなった活動を喜びそれを選び取り、これら感情の非理性的かつ過度な追求や忌避を悲しみこれらを退ける、その固有の二つの感情だからである。同様に節制も二つの感情に関わる。触覚による快と苦が、これ[節制]の対象となる基礎の感情だからである。一方、温和は、それが怒りに関わるものであるとすれば、もはや対象となる二つの感情を持ってはいない。また自由人らしさには、そもそもいかなる固有の感情も基礎として置かれておらず、行為、すなわち財の贈与と受取が[基礎として]置かれていた。そして感情に関わるのは、彼が述べたように、これらに関する理にかなった受取と贈与に伴って喜ぶこと、および非理性的な贈与に伴って悲しむことであった。したがって、すべての[徳]は共通の感情、すなわち行為において生じる活動に伴う快と苦に関わる中庸なのである。そして彼が第二巻で述べ、今も語っているのは、この感情に関する中庸の状態もその両極も無名であるということであるが、彼自身が言うには、それ自体もまた無名であるところの、それ[中庸]の不足の側へより傾斜しているそれを温和と名づけるのである。しかし、第二巻で言われたように、温和の名も怒りっぽさの名もアリストテレスに帰するものではない。なぜなら彼以前にも存在していたのであり、プラトンが『国家』において守護者たちについて「すべての者は気概に富み、かつ何よりも温和でなければならない」と述べている通りであって、温和それ自体の中に気概に富むことや奮い立っていることを含まないものと見なされていたからである。理が求める事柄において怒り、〔そうすることが〕美しい事柄において静かにしている者ではなく、穏やかで節度ある者を彼らは温和と呼んでいたからである。「感情は怒りであるから。」感情が怒りであると述べ、このことを超過が怒りっぽさと合理的に呼ばれうる証拠としたのち、彼は何のために「感情は怒りであるから」と述べたのかをもはや付け加えることなく、怒りの感情を生ぜしめるものが何であるかを述べることへと移行し、それらは多くかつ様々であると語る。

構文注2 件
  1. 4.24μήτε πᾶσα ἀρετὴ περὶ δύο τινὰ πάθη οἰκεῖα

    ὅτι 節の中で動詞 ἐστί が省略された名詞述語構文。また否定辞 μήτε は単独で用いられており(対応する μήτε の後続なし)、全体として「すべての徳が固有の二つの感情に関わるわけではないということ」を表す名詞節を形成している。

  2. 4.24εἰπὼν τὸ πάθος ὀργὴν εἶναι καὶ τοῦτο σημεῖον τοῦ τὴν ὑπερβολὴν ὀργιλότητα ἂν εὐλόγως λέγεσθαι ποιησάμενος, οὐκέτι προσθεὶς τὸ οὗ χάριν εἶπε τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργή, μέτεισιν ἐπὶ τὸ λέγειν

    主動詞 μέτεισιν に対し、主語に係る三分詞 εἰπών、ποιησάμενος、οὐκέτι προσθείς が並列する構造。名詞化された間接疑問節 τὸ οὗ χάριν εἶπε... は προσθείς の直接目的語であり、引用句「τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργή」はその補足説明として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:192.27-193.28