← ニカイアのエウストラティオス

アリストテレス『ニコマコス倫理学』注解

§1.3-2.29

実践哲学の区分と注解執筆の経緯

エウストラティオスは哲学を理論と実践に二分した上で、本注解が属する実践哲学の三分法(倫理・家政・政治)を提示し、知人の勧めにより『ニコマコス倫理学』第1巻の注解に着手した経緯を述べた後、倫理と家政の対象および目的の違いを論じている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.0#1

Τῆς φιλοσοφίας εἰς δύο διαιρουμένης, λέγω δὲ τὸ θεωρητικόν τε καὶ πρακτικόν, περὶ ἄμφω ὁ Ἀριστοτέλης ἐσπούδασεν, ὥστε πραγματείας ἐπ’ ἀμφοῖν ἐκθέσθαι τὰς τῶν μετιόντων τεχνούσας καὶ ἐπιστημούσας ψυχὰς κατὰ τὸ ἁρμόδιον ἑκάστῳ ὑποκειμένῳ. τοῦ γοῦν θεωρητικοῦ αὖθις καθ’ ὑποδιαίρεσιν εἰς τρία διαιρουμένου, εἰς τὸ φυσικὸν θεολογικόν τε καὶ μαθηματικόν, ὁ νῦν ἡμῖν ἐνεστηκὼς ἐν τῇ σκέψει λόγος περὶ οὐδενός ἐστι τούτων ἀλλὰ περί τινος τῶν ὑπὸ τὸ πρακτικόν. διαιρουμένου γὰρ καὶ τούτου εἰς τρία, εἰς τὸ ἠθικὸν εἰς τὸ οἰκονομικὸν καὶ εἰς τὸ πολιτικόν, περὶ τοῦ ἠθικοῦ τι συντάξαι σκοπὸν ἐθέμεθα, τὴν πρὸς Νικόμαχόν τινα γενομένην τοῦ Ἀριστοτέλους πραγματείαν προθέμενοι, καί τινα πρὸς αὐτὴν εἰπεῖν ἐθελήσαντες, τινὸς τῶν μάλιστα λόγου ἀξίων ἡμᾶς πρὸς τοὔργον ἀνερεθίσαντος καί τινα ἐκθέσθαι σαφήνειαν τοῦ πρώτου τῶν Ἀριστοτέλους Ἠθικῶν Νικομαχείων ἐντειλαμένου, ὃν οὐκ ἦν παραιτεῖσθαι 〈διὰ τὸ ἐν πολλοῖς αὐτὸν ἀναγκαίοις εὑρεῖν ἡμᾶς εὖ ἐργασάμενον· ἀθετεῖν δὲ τὸν οὕτω πρὸς ἡμᾶς διακείμενον καὶ παραιτεῖσθαι〉 τι τῶν δυνατῶν ἐπιτάττοντα ἄγνωμον ἅμα καὶ ἀφιλόσοφον. εἰ γὰρ τοὺς εὐεργέτας ἀξιοῦντας παραιτησόμεθα, πότε προῖκά τισιν ὠφελείας αἴτιοι φανησόμεθα, ἢ καὶ ἀγνῶτάς τινας ὀνήσομεν, τῆς θείας ἐντολῆς καὶ τοῖς βλάπτουσιν ἀπαιτούσης ἑτοίμους πρὸς ὄνησιν γίνεσθαι, ἵν’ οὕτως εἴη καθ’ αὑτὸ τὸ φιλάνθρωπον κατορθούμενον, ἅτε καὶ πρὸς τὸν αἴτιον φέρον μίμησιν, ὃ καὶ τῆς ἀληθοῦς φιλοσοφίας οἰκειότατον μάλιστα. πρῶτον τοίνυν ῥητέον, τί διενήνοχεν ἀλλήλων τὰ τρία εἴδη τοῦ πρακτικοῦ, ἔπειτα τί ἐστιν ἕκαστον τούτων, καὶ τρίτον τίς ἡ ἐκ τούτων ἑκάστου τοῖς ἀνθρώποις ἐπιγινομένη ὠφέλεια, ἵνα τήν τε γνῶσιν αὐτῶν ἔχωμεν καὶ προθυμότεροι γινώμεθα πρὸς τὸ ταῦτα μετέρχεσθαι. διαφέρουσι τοιγαροῦν ἀλλήλων τὸ ἠθικὸν τὸ οἰκονομικὸν καὶ τὸ πολιτικὸν πρῶτον μὲν κατὰ τὰ ὑποκείμενα, ὅτι τοῦ μὲν καθ’ ἕνα ἄνθρωπον ἡ βελτίωσις,1 ὥστε καλόν τε καὶ ἀγαθὸν γενέσθαι τοῖς ἐν τῇ ἠθικῇ πραγματείᾳ παραδιδομένοις ἑπόμενον, φρονίμως τε ζῶντα καὶ τὸν οἰκεῖον λόγον ἔχοντα θυμοῦ καὶ ἐπιθυμίας ἐπικρατῆ, μέτρον τε ἐπιτιθέντα τῶν ὁρμῶν αὐτοῖς καὶ μηδαμοῦ συγχωροῦντα τούτοις ὡς ἔτυχε φέρεσθαι, ἵν’ ἐν τοιαύτῃ τις ἕξει καθίσταιτο, ὡς ὅπερ ἂν πράξαι ἕτοιμος εἶναι λόγον ἀποδιδόναι ὀρθόν,2 καθ’ ὃν αὐτῷ τὸ πεπραγμένον τετέλεσται, κἂν μηδεὶς εἴη ὁ τὸν λόγον ζητῶν, αὐτὸν πρὸς ἑαυτὸν ἀπευθύνεσθαι, ἑαυτὸν ὡς ἔχει κρίνοντα καὶ ἑαυτὸν ἐξετάζοντα, ἵν’ ἐν μηδενί ποτε τοῦ εὖ ἀπολείποιτο, ὡς ἐφ’ ἑκάστου λέγειν τῶν πεπραγμένων ὡς Φωκυλίδης “πῇ παρέβην; τί δ’ ἔρεξα; τί δέ μοι δέον οὐκ ἐτελέσθη;” καὶ κρίσει ὀρθῇ ἑαυτὸν εὑρίσκοντα ἐν ταῖς πράξεσι τοῦ εὖ ἀντεχόμενον χαίρειν ἐν τῇ κατορθώσει τοῦ δέοντος· ὡς τοὐναντίον ἀνιᾶσθαι εἴ ποθ’ ἑαυτοῦ ἐκπεπτωκότος ἐπαίσθοιτο ἢ διὰ τὸ τῶν ὑποκειμένων ἀβέβαιον ἢ διὰ τὸ τῶν ὀρέξεων ὀχληρότατόν τε καὶ βίαιον ἢ διὰ τὸ τοῦ λόγου ἴσως ἐνδόσιμον καὶ πρὸς τὰς ἐνστάσεις μαλακὸν καὶ ὑπόχαυνον ἤ τι τοιοῦτον ἕτερον· ὡς τῆς πρακτικῆς ἁπάσης περὶ ἐνδεχόμενα καταγινομένης3 καὶ οὐκ ἀναγκαίως ἐχούσης κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τὰ τέλη ἑπόμενα. καὶ περὶ μὲν τοῦ ἠθικοῦ ταῦτα· τῷ δὲ οἰκονομικῷ οἰκίαι καὶ οἱ ἐνοικοῦντες τὰ ὑποκείμενα καὶ ὅσα τούτοις συντελεῖ πρὸς σύστασιν ὁμοῦ καὶ τὴν σὺν κατορθώσει συνοίκησιν, ὡς τυγχάνειν τε ἕκαστον ὧν δεῖ κατὰ τὸ ἀνάλογον καὶ μηδένα ἀποστερεῖσθαί τινος ἀνήκοντος κατὰ τὸ μέτρον τοῦ ἤθους ἢ τῆς τάξεως ἢ τῆς ἕξεως 〈ἢ τῆς ἐνεργείας〉 ἢ τῆς ὑπούσης φυσικῆς ἐπιτηδειότητος ἢ τῆς πρὸς τὸν δεσπόζοντα εὐνοίας καὶ σχέσεως. πολλὴ γὰρ διαφορὰ καὶ κατὰ ταύτην τοῖς συνοικοῦσιν ἐν τοῖς ἐνύλως τὸ εἶναι ἔχουσιν ἐπικρατούσης τῆς ἑτερότητος. οὐ γὰρ ἑαυτοῦ δεῖ μόνου φροντίζειν ὡς ἔχῃ καλῶς τὸν ἐν οἰκίᾳ ἐξάρχοντα ἀλλὰ καὶ τῶν οἳ αὐτῷ ὑποτίθενται, ὡς πᾶσι πάντα κατὰ τὸ εὖ διατίθεσθαι, καὶ περὶ ποίων οὐχ ἥκιστα, ὡς μηδενὸς τῶν δεόντων οἱ ἐν οἰκίᾳ λειπόμενοι δύναιντο συντηρεῖν τὴν συνοίκησιν.

哲学が二つに区分され、私が言っているのは理論的なものと実践的なものですが、アリストテレスはその双方について熱心に探究し、それゆえ双方において、学ぶ者たちの魂をそれぞれの基底にある対象にふさわしい仕方で技術的・学問的に形成する論考を著しました。理論的なものがさらに下位区分によって三つに、すなわち自然学的なもの、神学的なもの、数学的なものへと区分されるにしても、いま私たちの考察において目前にある言説は、これらのどれに関するものでもなく、実践的なものの下に属するあるものに関するものです。というのも、実践的なものもまた三つに、すなわち倫理的なもの、家政的なもの、政治的なものへと区分され、私たちは倫理的なものについて何かを著作しようと目標を定め、アリストテレスが書いたあるニコマコス宛ての論考を課題とし、それに対して幾分かのことを述べようと欲したからです。とりわけ言及に値する人物の一人が私たちをこの仕事へと促し、アリストテレスの『ニコマコス倫理学』第1巻の何らかの解明を著すよう命じたからであり、この人物を辞退することはできませんでした——〈多くの必要な事柄において彼が私たちに善き働きをしてくれたのを見出したからであり、このように私たちに対し善意を抱いている人物を斥け、辞退すること〉は、可能な事柄のうちの何かを命じている場合、無分別であると同時に非哲学的であるからです。というのも、もし善行を施した人々が要請するのを私たちが辞退するなら、いったいいつ私たちは無償で誰かに益をもたらす者として現れ、あるいは見知らぬ人々をも益するのでしょうか。神の戒めは害をなす者たちにさえ進んで益を与えるようになることを求めており、そうして博愛そのものがそれ自体として全うされ、原因〔である神〕への模倣へと導くのであって、これこそ真の哲学に最も固有のことなのです。それゆえ、まず実践的なものの三つの種が互いにいかに異なっているかを述べるべきであり、次にそれらの各々が何であるか、そして第三にそれらの各々から人間にいかなる益が生じるかを述べるべきであって、それは私たちがそれらの知識を持ち、これらを追求することへとより熱心になるためです。それゆえ、倫理的なもの、家政的なもの、政治的なものは、第一に対象に関して互いに異なっており、倫理的なものは個々の人間の向上に関わるものであって、倫理的な論考において授けられる教えに従い、思慮深く生き、自らの理性を気概と欲望を支配するものとして保ち、それらの衝動に尺度を課して、それらがいかようにも成り行き任せに動くことを決して許さず、人がそのような性向に身を置くことによって、いかなる行為をなそうとも、その行為が自らにおいて完遂された基準である正しい理拠を述べる用意があり、たとえその理拠を尋ねる者がだれもいなくても、自ら自分自身と向き合って正し、自分自身をあるがままに判定し、自分自身を吟味して、いかなる点でも善から外れることがなく、なされた各行為についてフォキュリデスのように「どこを踏み外したか。何をなしたか。私にとって為すべき何が全うされなかったか」と言い、正しい判断によって行為において善を堅持している自分を見出して、為すべきことの完遂において喜び、これとは反対に、対象の不確実性のゆえであれ、欲求の極度の煩わしさと激しさのゆえであれ、あるいはおそらく理性が屈服しやすく抵抗に対して軟弱で締まりがないことのゆえであれ、あるいは他のそのような何らかのことのゆえであれ、もし自らが逸脱したと気づいた場合には苦悩するようになるためです。実践の全体は可能的なもの(偶然的なもの)に関わり、最初の意図に従って結果が必然的に伴うわけではないからです。倫理的なものについては以上のとおりです。家政的なものにとっては、家屋とそこに住む人々、ならびにこれらにとって存立と同時に成功を伴う共同生活に寄与するすべてのものが対象であり、それは各人が比例に応じて必要なものを得て、性格、秩序、性向、活動、内在する自然な適性、あるいは家長に対する好意と関係の度合いに応じて、ふさわしいものをだれも奪われないようにするためです。なぜなら、物質的に存在を持つものたちにおいては差異が支配的であるため、共同生活を送る者たちの間にはこれに関しても大きな違いがあるからです。実際、家を率いる者は自分自身が善き状態にあることだけを配慮すべきではなく、自分に従属する者たちのことも配慮し、すべての人にとってすべてが善き状態に従って整えられるようにすべきであり、どのような事柄についても最もよく配慮して、家にある者たちが為すべきことの何一つにも欠けることなく共同生活を維持できるようにすべきだからです。

構文注3 件
  1. 1.0ὅτι τοῦ μὲν καθ’ ἕνα ἄνθρωπον ἡ βελτίωσις

    ὅτι 節の中で述語動詞(ἐστί)が省略されている。属格 τοῦ μέν は前出の τὸ ἠθικόν を受け、所属または目的を示す属格(「倫理的なものの[目的]は…である」)として解される。

  2. 1.0ὡς ὅπερ ἂν πράξαι ἕτοιμος εἶναι λόγον ἀποδιδόναι ὀρθόν

    ἵν’... καθίσταιτο(接続詞 ἵνα + 希求法)に導かれた目的節に、結果あるいは様態を表す ὡς + 不定詞(ἕτοιμος εἶναι)が後続している。さらにこの ὡς に支配される不定詞として ἀπευθύνεσθαι、χαίρειν、ἀνιᾶσθαι が並列され、倫理的向上を遂げた人物の理想的な精神状態と行動様式を一連の構造として描き出している。

  3. 1.0ὡς τῆς πρακτικῆς ἁπάσης περὶ ἐνδεχόμενα καταγινομένης

    接続詞 ὡς に属格独立構文(τῆς πρακτικῆς ἁπάσης... καταγινομένης)が後続し、主観的・論理的根拠(「…である以上/…だからである」)を提示している。前文で倫理的実践において逸脱が生じうる理由として、実践哲学全体の対象が可変的・偶然的(ἐνδεχόμενα)である点を論拠として挙げている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:1.3-2.29