- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:30.28-31.36
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスがBekker 90a27–90a30で論じる「月面上での直接知覚による食の把握と普遍の認識」について注解する。エウストラティオスは、知覚が今起きている個別的事象を把握し、そこから知性が反復を通じて普遍的な原因(中間項)の学知を形成する過程を解説し、感覚と学知の相違に関する見かけの矛盾を解決する。
" Ἀλλ’ ἅμα δῆλον ἦν ἄν." Τοῦτό φησιν ὅτι οὐκ ἂν ἦν ζήτησις ἡμῖν ἐπὶ πράγματος ὃ τῇ αἰσθήσει καταλαμβάνεται, ἀλλὰ δῆλον ἂν ἡμῖν ἦν ἅμα τῷ προβαλεῖν τὴν αἴσθησιν· ὡς εἶναι τὸ ἅμα ἀντὶ τοῦ ἀθρόον ὡς ἀχρόνως τῇ τῆς ὄψεως προσβολῇ γινωσκόμενον καὶ μηδεμιᾶς χρῇζον ζητήσεως. ὁποῖον εἶναί τι δοκεῖ καὶ τὸ ἐν ἀρχῇ τοῦ πρὸ τούτου βιβλίου λεγόμενον, ἔνθα περὶ τῶν διαφόρων τρόπων φησὶ τῆς γνωρίσεως, τὸ ‘ἅμα ἐπαγόμενος ἐγνώρισεν’. ‘ἐνίων γάρ, φησί, τοῦτον τὸν τρόπον ἡ μάθησίς ἐστι, καὶ οὐ διὰ τοῦ μέσου τὸ ἔσχατον γνωρίζεται, ὅσα ἤδη τῶν καθ’ ἕκαστα τυγχάνει ὄντα καὶ μὴ καθ’ ὑποκειμένου τινός’. τῶν γὰρ καθ’ ἕκαστα τὴν μάθησιν ἁπλαῖς καὶ ἀθρόαις τισὶ προσβολαῖς, καὶ μάλιστα ὧν διὰ τῆς ὁράσεως ἡ κατάληψις, δεχόμεθα, καὶ οὐ διὰ ζητήσεώς τινος. ταῦτα εἰπὼν ἐπειδὴ ᾔσθετο ἑαυτοῦ ἐναντίαν ἑαυτῷ διδόντος ὑπόνοιαν, ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ ἕτερα ἀλλήλων φήσαντος ἐπιστήμην καὶ αἴσθησιν, ἐνταῦθα δὲ εἰς ταὐτὸν τρόπον τινὰ συναγαγόντος αὐτὰς1 ὡς ἐπιστητὸν πρᾶγμα τὴν ἔκλειψιν αἰσθητὸν εἶναι ἐνδέχεσθαι εἰρηκότος, λύων τὴν ἔνστασίν φησιν " Ἐκ γὰρ τοῦ αἰσθάνεσθαι καὶ τὸ καθόλου ἂν ἐγίνετο ἡμῖν εἰδέναι· ἡ μὲν γὰρ αἴσθησις ὅτι νῦν ἀντιφράττει· καὶ γὰρ δῆλον ὅτι νῦν ἐκλείπει." Οὐ γὰρ τοῦτο, φησί, λέγομεν ὅτι αἰσθητὴ οὖσα ἡ καθ’ ἕκαστα ἔκλειψις ἡ αὐτὴ καὶ ἐπιστητή ἐστιν, ἀλλ’ ὅτι ἡ μὲν αἴσθησις τοῦ νῦν ἀντιφράττειν, τουτέστι τῆς νῦν γινομένης ἐκλείψεως τὴν νῦν ἀντίφραξιν αἰτίαν ὑπάρχειν, εἶτα τοῦ νῦν ἐντεῦθεν εἰληφότος τὴν πρόφασιν καὶ τὸ καθόλου ἐν ἑαυτῷ ὑποστήσαντος ὡς καθόλου πάσης ἐκλείψεως τῆς σελήνης ἐκ τῆς ἐπιπροσθήσεως τῆς γῆς γινομένης, ἡ ἐπιστήμη ἀποτελεῖται.2 τὸ γὰρ τοιοῦτον ἅπαν καθόλου, λέγω δὴ τὸ λογικῶς λαμβανόμενον, ἐκ τῶν καθ’ ἕκαστα τὴν ἀπογέννησιν δέχεται, διὸ καὶ ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενὲς ὀνομάζεται. καὶ οὕτως τὸ αἰσθητὸν ἐπιστητὸν γίνεται, οὐχ ὡς τόδε οὐδ’ ὡς νῦν, ἀλλ’ ὡς ἁπλῶς καὶ ἀεί, ταὐτὸν δὲ εἰπεῖν ἐκ τοῦ καθ’ ἕκαστα εἰς τὸ καθόλου μεταπεσόν. Ἡ μὲν γὰρ αἴσθησις ὅτι νῦν ἀντιφράττει· καὶ γὰρ δῆλον ὅτι νῦν ἐκλείπει. κατασκευάζει πῶς ἐκ τοῦ αἰσθάνεσθαι τὸ καθόλου γίνεται, ἔτι δὲ καὶ πῶς περὶ τὴν τοῦ αὐτοῦ γνῶσιν ἔστιν οὗ ἐπιστήμη καὶ αἴσθησις ἔχουσαι ἀλλήλων διενηνόχασιν· ἡ μὲν γὰρ αἴσθησις, φησί, τοῦ νῦν γίνεσθαι κριτική ἐστι καὶ τὴν ἀντίφραξιν καὶ τὴν ἔκλειψιν.
「しかし同時に明らかであったであろう。」 彼が言うには、知覚によって把握される事象に対して私たちは探求を持たなかったであろうが、知覚を差し向けると同時に私たちにとって明らかであったであろう、ということである。ここで「同時に」は、視覚の差し向けによって無時間的に知られ、いかなる探求も必要としないものとして「一挙に」の代わりに用いられている。これは、認識の種々のあり方について彼が論じている先行する巻の初めで言われている「導かれながら同時に認識した」という事柄とも同種のものと思われる。彼が言うには、「なぜなら、いくつかのものについては学習はこのあり方であり、最後項は中間項を通じて認識されるのではなく、すでに個別的なものに属しており、いかなる基底的なものについても言われないようなものである」。なぜなら、個別的なものの学習を、私たちは単純かつ一挙のいくつかの差し向けによって受け取るのであり、視覚を通じての把握であるものは特にそうであって、何らかの探求を通じて受け取るのではないからである。彼がこれらを述べたのは、先行する巻では学知と感覚が互いに異なるものと述べていたのに、ここでは学知可能な事象である食が知覚可能であることがありうると語ってこれらをある仕方で同一のものへとまとめ上げたとして、自分が自らに矛盾するという疑念を与えていることを意識したからであり、その反論を解決して言うには、「なぜなら知覚することから、私たちにとって普遍的なものを知ることも生じたであろうからである。というのも感覚は、今遮っているということの[感覚であり]、実際、今食が生じていることは明らかだからである。」 彼が言うには、個別的な食が知覚可能であるからといって、まさにそれ自体が学知可能でもあると私たちは主張しているのではなく、感覚は今遮っていることの、すなわち今生じている食に対して今の遮蔽が原因として存在することの[感覚であり]、次いで知性がここから契機を受け取り、月のあらゆる食は普遍的に地球の遮りによって生じるというように普遍的なものを自分自身のうちに成立させることによって、学知が完成されると主張しているのである。なぜなら、そのようないかなる普遍的なものも、私が言っているのは思考において受け取られるもののことであるが、個別的なものから産出を受け取るのであり、それゆえに「多数のものの上にあるもの」とも「後生的なもの」とも呼ばれるのである。そしてこのようにして知覚可能なものが学知可能なものとなるのであり、これとしてでも今としてでもなく、端的にかつ常にとして、同じことを言えば、個別的なものから普遍的なものへと移行したとして[学知可能になる]。「というのも感覚は、今遮っているということの[感覚であり]、実際、今食が生じていることは明らかだからである。」彼は、知覚することから普遍的なものがいかに生じるかを論証し、さらに、ある場合には学知と感覚が同一のものの認識に関わりつつも互いに異なっているあり方を論証している。彼が言うには、感覚は今生じていることを判定するものであり、遮蔽をも食をも判定する。
"Ἐκ δὲ τούτου τὸ καθόλου ἂν ἐγίνετο." Ἤγουν ἐκ τοῦ νῦν πάλιν καὶ πάλιν γινομένου ἡ τοῦ καθόλου ἂν ἐγίνετο ἔννοια· τοῦτο δέ ἐστιν ἐπιστήμη, ὅταν τι καθόλου γινώσκωμεν διὰ τί γίνεται, ταὐτὸν δὲ καὶ διὰ τί ἐστιν· ὡς τὸ αὐτὸ μὲν γινώσκειν ἐν τοῖς τοιούτοις ἐπιστήμην καὶ αἴσθησιν, ἄλλως δὲ καὶ ἄλλως, ἤγουν τὴν μὲν καθολικῶς τὴν δὲ μερικῶς, καὶ τὴν μὲν ὅτι ἁπλῶς τὴν δὲ ὅτι νῦν ἢ ὡδί, ἢ τοῦτο ἤ τι τοιοῦτον. οὐ ταὐτὸ δὲ τὸ ἐκλεῖπον καὶ ἀντιφράττον, εἰ καὶ ἴσως οὕτως ἀπὸ τῆς λέξεως φαίνεται, ἀλλὰ τὸ μὲν σελήνη3 τὸ δὲ γῆ, ἢ τὸ μὲν ἥλιος, τὸ δὲ σελήνη.
「そしてこれに基づいて普遍的なものが生じたであろう。」 すなわち、今生じていることが何度も繰り返されることから、普遍の概念が生じたであろう。そしてこれが学知なのであり、ある事柄について普遍的に、なぜ生じるのか、同じことであるがなぜあるのかを認識するときがそれである。このような事柄においては、学知と感覚が同一のものを認識するとしても、異なった仕方で、すなわち前者は普遍的に、後者は部分的に、前者は端的にあることを、後者は今あるいはこのように、あるいはこれであることを、ないしはそのような何かを認識するのである。文言からおそらくそのように見えるとしても、食を受けるものと遮るものは同一ではなく、前者は月であり後者は地球、あるいは前者は太陽であり後者は月である。
- 1.34ᾔσθετο ἑαυτοῦ ἐναντίαν ἑαυτῷ διδόντος ὑπόνοιαν, ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ ἕτερα ἀλλήλων φήσαντος ἐπιστήμην καὶ αἴσθησιν, ἐνταῦθα δὲ εἰς ταὐτὸν τρόπον τινὰ συναγαγόντος αὐτὰς
動詞 ᾔσθετο(αἰσθάνομαι のアオリスト)の目的語として再帰代名詞属格 ἑαυτοῦ と一連の属格分詞(διδόντος, φήσαντος, συναγαγόντος, εἰρηκότος)が結合している。アリストテレスが『分析論後書』第1巻(前巻)で学知と感覚を明確に区別していたことと、ここ(第2巻)で食という学知の対象を知覚可能であるとして同列に扱っているように見えることとの間の矛盾の印象を指す。
- 1.35ἀλλ’ ὅτι ἡ μὲν αἴσθησις τοῦ νῦν ἀντιφράττειν, τουτέστι τῆς νῦν γινομένης ἐκλείψεως τὴν νῦν ἀντίφραξιν αἰτίαν ὑπάρχειν, εἶτα τοῦ νῦν ἐντεῦθεν εἰληφότος τὴν πρόφασιν καὶ τὸ καθόλου ἐν ἑαυτῷ ὑποστήσαντος ... ἡ ἐπιστήμη ἀποτελεῖται
対比節 ἀλλ' ὅτι の内部構造。前半の ἡ μὲν αἴσθησις には ἐστί や αἰσθάνεται が補われて不定詞 τοῦ νῦν ἀντιφράττειν (およびそれに同格の対格不定詞句)を目的語・補語とする。後半では τοῦ νῦν(写本・文脈から知性 νοῦ の意)ἐντεῦθεν εἰληφότος ... ὑποστήσαντος が属格絶対構文を成し、帰結の主節として ἡ ἐπιστήμη ἀποτελεῖται が後続する。
- 1.36οὐ ταὐτὸ δὲ τὸ ἐκλεῖπον καὶ ἀντιφράττον, εἰ καὶ ἴσως οὕτως ἀπὸ τῆς λέξεως φαίνεται, ἀλλὰ τὸ μὲν σελήνη τὸ δὲ γῆ, ἢ τὸ μὲν ἥλιος, τὸ δὲ σελήνη
アリストテレス本文(90a28)の「ἡ μὲν γὰρ αἴσθησις ὅτι νῦν ἀντιφράττει· καὶ γὰρ δῆλον ὅτι νῦν ἐκλείπει」において主語が明示されていないことを受けての構文注釈。前者の動詞(ἀντιφράττει)の主語(遮るもの=地球、または日食における月)と後者(ἐκλείπει)の主語(欠けるもの=月、または日食における太陽)が同一ではなく区別されるべきことを示している。
