- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:133.14-134.36
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
エウストラティオスは、定義を構成する質料的説明と形相的説明(原因)の論証における役割を整理し、『分析論後書』第1巻と第2巻の定義分類の対応関係を論じる。その上で、定義が証明されるか否か、何について定義が成立するか、同一の事象について定義と証明がどのように両立するかを総括する。
ἐπεὶ γὰρ οἱ τοιοῦτοι ὁρισμοὶ ἐξ ὕλης καὶ εἴδους ὑπάρχουσι σύνθετοι, αἴτιόν ἐστι τὸ εἶδος τῆς ὕλης. διὰ γὰρ τὸ τοιόνδε εἶδος τοιάδε ἡ ὕλη πεφυκυῖα δέχεσθαι αὐτό· καὶ ἔστι μέρος μὲν τοῦ ὁρισμοῦ λόγος ἐκ τῆς ὕλης, μέρος δὲ λόγος ἐκ τοῦ εἴδους· καὶ ἐν τῇ ἀποδείξει μέσον τὸ αἴτιον λαμβανόμενον συνάγει τὸ αἰτιατόν, ἤτοι ὁ ἐκ τοῦ εἴδους τὸν ἐκ τῆς ὕλης,1 εἰ μή τις ἐρεῖ καὶ ὡς ποιητικὸν εἶναι αἴτιον ἀποσβεννύμενον πῦρ τοῦ ψόφου τοῦ ἐν τοῖς νέφεσι, καὶ γῆν ἀντιφράττουσαν τῆς τοῦ φωτὸς τῆς σελήνης στερήσεως, καὶ ἐπ’ ἄλλων οὕτω τινῶν. ἅπερ δὲ ἐνταῦθα περὶ τῶν ὅρων λέγεται, καὶ ἐν τῷ πρώτῳ εἴρηται μικρὸν ἐν ταῖς λέξεσιν ὑπαλλάττοντα. ἐκεῖ μὲν γὰρ τὸν μὲν εἴρηκεν ὅρον ἀρχὴν ἀποδείξεως, τὸν δὲ ἀπόδειξιν θέσει διαφέρουσαν ἀποδείξεως, τὸν δὲ συμπέρασμά τι ἀποδείξεως. ἐνταῦθα δὲ τὸν μὲν θέσιν τοῦ τί ἐστιν ἀναπόδεικτον, καὶ αὖθις τὸν αὐτὸν λόγον τοῦ τί ἐστιν ἀναπόδεικτον· ἡ γὰρ ἀρχὴ τῆς ἀποδείξεως ἀναπόδεικτος, ὑφ’ ἑαυτὴν ἔχουσα τὴν ἀπόδειξιν, οὐχ ὑποκειμένη δὲ ἀποδείξει· ὅρος δὲ οὖσα καὶ θέσις ἐστὶ καὶ λόγος τοῦ τί ἐστιν. εἶτα τὸν ἕτερον πῇ μὲν λόγον δηλοῦντα τοῦ τί ἐστι πῇ δὲ ἀπόδειξιν τοῦ τί ἐστι, θέσει διαφέροντα τῆς ἀποδείξεως, πῇ δὲ συλλογισμὸν τοῦ τί ἐστι θέσει διαφέροντα τῆς ἀποδείξεως. τὸν δὲ τρίτον τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμπέρασμα. ἅπερ ταὐτὰ τοῖς ἐν τῷ πρώτῳ εἰρημένοις ἐστί. διελὼν δὲ τὸν τῇ ἀποδείξει ἰσοδυναμοῦντα ὁρισμόν, θάτερον μὲν αὐτοῦ μόριον τὸ ἐκ τῆς ὕλης συμπέρασμα εἴρηκεν ἀποδείξεως, θάτερον δὲ κατέλιπεν· ἢ δῆλον ὡς καὶ αὐτὸν ὄντα θέσιν τοῦ τί ἐστιν ἀναπόδεικτον·2 ἀμέσως γὰρ καὶ ἀναποδείκτως καὶ αὐτὸς τῷ ὑποκειμένῳ ὑπάρχει. Ἐκ τοίνυν τῶν εἰρημένων φανερὸν γέγονεν ὅτι οὐκ ἀποδείκνυται μὲν οὕτως ὁ ὁρισμός, ὥστε δι’ ἀποδείξεως συνάγεσθαι αὐτὸν κατὰ τοῦ ὁριστοῦ καὶ δηλοῦσθαι δι’ αὐτῆς ὅτι οὗτος ὁ ὁρισμὸς τούτου τοῦ ὁριστοῦ ὁρισμός ἐστι, καὶ κατὰ τοῦτο οὐκ ἂν ῥηθείη ὁρισμοῦ εἶναι ἀπόδειξιν·3 ὅτι δὲ ἐν ἀποδείξει λαμβάνεται καὶ ὅτι ἐν τῷ ἀποδείκνυσθαι τὸ πρᾶγμα ὅτι ἐστὶ διὰ μέσου αἰτίου ὁ ὁρισμὸς τοῦ πράγματος ἀναφαίνεται, καὶ ὅτι εἰσί τινες ὁρισμοὶ θέσει μόνῃ τῆς ἀποδείξεως διαφέροντες, ὡς καὶ συλλογισμοῖς ἐοικέναι τούτους τρόπον τινά, κατὰ τοῦτο ἔσται ἀπόδειξις ὁρισμοῦ καὶ ὁ ὁρισμὸς ὁ αὐτὸς ἀποδείξει. ἔτι δὲ καί τινές εἰσιν ὁρισμοί, ἐφ’ ὧν τὸ εἰρημένον θεωρεῖται· οὐ γὰρ ἐπὶ πάντων τοῦτό ἐστιν, ἀλλ’ ἐπὶ μόνων ἐκείνων, οἳ θέσει μόνῃ τῆς ἀποδείξεως διαφέρουσιν. ἢ καὶ ὅτι εἰσὶν ὁρισμοί τινες, οἳ δι’ ἀποδείξεως συμπεραίνονται· τῶν μὲν γὰρ τὴν αἰτίαν περιεχόντων ὁρισμῶν καὶ τῶν ἀναποδείκτων θέσεων, ἔτι δὲ τῶν κατ’ εἶδος ἀμέσως καὶ τὴν αἰτίαν λαμβανομένων, οὐκ ἔστιν ἀπόδειξις οὐδὲ δι’ ἀποδείξεως συμπεραίνονται· οἳ δέ γε συμπεράσματά εἰσιν ἀποδείξεων, τούτων ἐστὶν ἀπόδειξις· οἱ γὰρ τοιοῦτοι δι’ ἀποδείξεως δείκνυνται. καὶ τοῦτο δὲ δῆλον γέγονε, ποσαχῶς ὁ ὁρισμὸς λέγεται, καὶ πρὸς τούτοις πῶς ὁ ὁρισμὸς καὶ τὸ τί ἐστι δείκνυσι καὶ πῶς οὔ· ὡς μὲν γὰρ ἐν ἀποδείξει μέσος τιθέμενος δείκνυσιν, ὡς δὲ συμπέρασμα γινόμενος ἀποδείξεως οὐ δείκνυσιν, ἀλλὰ δείκνυται. ἢ ὅτι πολλῶν ὄντων σημαινομένων τοῦ ὁρισμοῦ, οὐδεὶς ἄλλος δεικνύναι πέφυκεν ἢ μόνον ὁ θέσει διαφέρων τῆς ἀποδείξεως. καὶ τίνων ἐστὶν ὁρισμὸς καὶ τίνων οὐκ ἔστι· τῶν μὲν γὰρ ἁπλῶν ἐστιν ὁρισμός, τῶν δὲ συνθέτων οὐχί. ὁ γὰρ ὁρισμὸς λόγος ἐστὶν ἓν καθ’ ἑνὸς δηλῶν μὴ κατὰ συμβεβηκός· ὥστ’ εἴ τι ἓν εἴη καθ’ ἑαυτὸ μὴ μεριζόμενον διαφόροις τισίν, ἐξ ὧν οὐκ ἔστι μία τις φύσις, τούτου ἔσται ὁρισμός, τοῦ δὲ μὴ οὕτως ἔχοντος οὐκ ἔσται· τὸ γὰρ ἄνθρωπος περιπατεῖ οὐκ ἔστιν ὁρίσασθαι καθ’ αὐτό, ἀλλ’ ἢ ὡς πρότασιν. πῶς τε ἔχει πρὸς τὴν ἀπόδειξιν, ὅτι θέσει διαφέρει τῆς ἀποδείξεως ὁ τὴν αἰτίαν περιέχων λόγος· καὶ πῶς ἐνδέχεται τοῦ αὐτοῦ εἶναι ὁρισμὸν καὶ ἀπόδειξιν, καὶ πῶς οὐκ ἐνδέχεται· κατὰ ταὐτὸ μὲν γὰρ εἶναι ὁριστὸν καὶ ἀποδεικτὸν τὸ αὐτὸ οὐκ ἐνδέχεται, ἄλλως δὲ καὶ ἄλλως τὸ αὐτὸ εἶναι ὁριστὸν καὶ ἀποδεικτὸν ἐνδέχοιτ’ ἄν, οἷον σελήνης ἔκλειψιν ἄλλως μὲν ὁριζόμεθα, ἄλλως δὲ ἀποδείκνυμεν. ‘τί ἐστι σελήνης ἔκλειψις; στέρησις φωτὸς ὑπὸ γῆς ἀντιφράξεως’. ‘ἡ σελήνη ἀντιφράττεται· τὸ ἀντιφραττόμενον ἐκλείπει· ἡ σελήνη ἄρα ἐκλείπει’. ὥστε διάφοροι οἱ τρόποι δι’ ὧν ὁρίζεταί τε καὶ ἀποδείκνυται, ἀλλ’ οὐχ εἷς καὶ ὁ αὐτός.
なぜなら、そのような定義は質料と形相から成る複合的なものとして存在するので、形相が質料の原因だからである。というのも、このような特定の形相のゆえに、質料はこの形相を受け入れる本性を持つものとしてこのような特定のものだからである。そして定義の一方の部分は質料から成る説明であり、他方の部分は形相から成る説明である。そして証明において原因が媒名辞として採られて結果を導出するのであり、すなわち形相から成る説明が質料から成る説明を導出するのである。ただし、誰かが、消えゆく火は雲の中の音の作用原因でもあり、遮蔽する地球は月の光の喪失の[作用原因]でもあり、他の特定の場合についても同様であると言わないならばであるが。ところで、ここで定義に関して語られている事柄は、第1巻でも言葉においてわずかに異なりながら語られている。そこでは一方の定義を証明の原理と呼び、他方の定義を配置において証明と異なる証明と呼び、もう一つの定義を証明の何らかの結論と呼んだからである。これに対してここでは、一方を「何であるか」の論証不可能な措定と呼び、さらに同じものを「何であるか」の論証不可能な説明と呼んでいる。なぜなら証明の原理は論証不可能であり、証明を自らの下に持ちながら、自らは証明に服することがないからである。そして定義であることによって、それは措定でもあり、「何であるか」の説明でもある。次いで他方の定義を、ある観点からは「何であるか」を明らかにする説明、別の観点からは配置において証明と異なる「何であるか」の証明、また別の観点からは配置において証明と異なる「何であるか」の三段論法と呼んでいる。そして第三の定義を「何であるか」の証明の結論と呼んでいる。これらは第1巻で語られた事柄と同一である。そして証明と同等の力を持つ定義を区分した上で、その部分のうち質料から成る一方を証明の結論と言い、他方を残した。あるいは、それ自身もまた「何であるか」の論証不可能な措定であることは明らかである。なぜなら、それ自身もまた無中間に、かつ論証不可能に基体に属するからである。 したがって、語られた事柄から、定義は次のように証明されるのではないこと、すなわち定義が証明によって被定義者について導出され、この定義がこの被定義者の定義であるということが証明を通じて明らかにされるような仕方では証明されないこと、そしてこの観点からは定義の証明が存在するとは言われないであろうことが明白となった。しかし、定義が証明において採られること、および事物が存在するということ[事実]が媒名辞である原因によって証明される際に、その事物の定義が露わになること、そしてある種の定義は配置においてのみ証明と異なるために、ある仕方で三段論法にも似ているということ、この観点からは定義の証明が存在することになり、定義は証明と同一であろう。さらにまた、語られた事柄が考察されるような特定の定義が存在する。なぜなら、このことはすべての定義において成り立つのではなく、配置においてのみ証明と異なる定義においてのみ成り立つからである。あるいはまた、証明によって結論づけられる特定の定義が存在するということである。なぜなら、原因を包摂する定義や論証不可能な措定、さらに形相および原因に従って無中間に採られる定義については、証明は存在せず、証明によって結論づけられることもないからである。これに対して、証明の結論であるようなものについては証明が存在する。なぜなら、そのようなものは証明を通じて示されるからである。また、定義がいくつの仕方で言われるか、さらにそれに加えて、どのように定義および「何であるか」が示し、どのように示さないのかということも明白となった。なぜなら、証明において媒名辞として置かれることによって示し、他方で証明の結論となることによって示すのではなく、むしろ示されるからである。あるいは、定義の多くの意味規定が存在する中で、配置において証明と異なるものだけが示す本性を持つからである。そして何について定義が存在し、何について存在しないかも[明白となった]。なぜなら、単純なものについては定義が存在するが、複合的なものについては存在しないからである。定義とは付帯的にではなく一なるものを一なるものについて明らかにする説明だからである。したがって、仮にそれ自身として一なるものがあり、それらから何らかの一なる本性が成り立たないような種々のものへと分割されないならば、これについては定義が存在するが、そうではないものについては定義は存在しないであろう。実際、「人間が歩く」ということは、それ自体として定義することはできず、ただ命題として定義できるだけだからである。また、定義が証明に対してどのようにあるか、すなわち原因を包摂する説明は配置において証明と異なるということも[明白となった]。そして、いかにして同一のものについて定義と証明の両方が可能であり、いかにして可能ではないかも[明白となった]。なぜなら、同じ観点に従って同一のものが被定義者であり論証可能であるということはありえないが、異なる観点に従って同一のものが被定義者であり論証可能であるということはありうるからである。例えば、我々は月の食を一方の仕方で定義し、他方の仕方で証明する。「月の食とは何か。地球の遮蔽による光の喪失である」。「月は遮蔽される。遮蔽されるものは食する。ゆえに月は食する」。したがって、それらを通じて定義され、また証明される諸々の方式は異なるのであって、同一で一なるものではないのである。
- 1.142ἤτοι ὁ ἐκ τοῦ εἴδους τὸν ἐκ τῆς ὕλης
直前の「証明において原因が媒名辞として採られて結果を導出する(καὶ ἐν τῇ ἀποδείξει μέσον τὸ αἴτιον λαμβανόμενον συνάγει τὸ αἰτιατόν)」を承けて、主語・目的語の名詞(λόγος)および動詞(συνάγει)が省略された構文。すなわち「すなわち形相から成る[説明]が質料から成る[説明]を[導出する](ἤτοι ὁ [λόγος] ἐκ τοῦ εἴδους [συνάγει] τὸν [λόγον] ἐκ τῆς ὕλης)」と補って読む。
- 1.142ἢ δῆλον ὡς καὶ αὐτὸν ὄντα θέσιν τοῦ τί ἐστιν ἀναπόδεικτον
アリストテレスが定義の形相的部分(原因)を省略したこと(θάτερον δὲ κατέλιπεν)に対する注解者の自問自答的補足構文。「あるいは……であることは明らかである(ἢ δῆλον [ἐστιν] ὡς...)」の構文において、ὡς 節内に不定詞文主語対格的に分詞対格 καὶ αὐτὸν ὄντα が置かれている。αὐτόν は前文の「もう一方の部分(θάτερον μόριον)」を男性名詞 λόγος(説明)または ὅρος(定義)に合わせて男性単数対格で受けたもの。
- 1.142οὐκ ἂν ῥηθείη ὁρισμοῦ εἶναι ἀπόδειξιν
非人称的受動希求法 ῥηθείη ἄν に対格不定詞句 ὁρισμοῦ εἶναι ἀπόδειξιν が続く構文。εἶναι は存在を表し、ἀπόδειξιν はその主語対格、ὁρισμοῦ は目的格的属格として係っている(「定義の証明が存在するとは言われないであろう」)。
