- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:114.10-115.19
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが本質を知ることと存在の原因を知ることを同一視した根拠(93a3)について注解し、文構造の補完の可能性を論じた後、原因が被定義項と同一か別か、論証可能か不可かを怒りや雷の質料因・形相因を挙げて解説する。
" Ἐπεὶ δ’ ἐστίν, ὡς ἔφαμεν, ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστι, λόγος δὲ τούτου ὅτι ἔστι τι αἴτιον, καὶ τοῦτο ἢ τὸ αὐτὸ ἢ ἄλλο, κἂν εἰ ἄλλο, ἢ ἀποδεικτὸν ἢ ἀναπόδεικτον.1" Καὶ πρότερον εἴρηκεν ὅτι ὁ ὁρισμὸς αἴτιον· εἶδος γάρ. εἰ οὖν τὸ τί ἐστιν ὁρισμός, ὁ δὲ ὁρισμὸς εἶδος, τὸ δὲ εἶδος αἴτιον, τὸ τί ἐστιν ἄρα αἴτιον. αἴτιον δὲ τίνος; ἢ τοῦ εἶναι τὸ πρᾶγμα περὶ οὗ ἀποδίδοται, εἴ γε καὶ τὸ εἶναι ἑκάστῳ κατὰ τὸ εἶδος. ὥστε ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστι. προθέμενος οὖν ἐνταυθοῖ δεῖξαι ὅτι δείκνυται ὁ ὁρισμός, τούτοις προσχρῆται. λόγος δὲ τούτου, φησίν, ὅτι ἔστι τι αἴτιον, τουτέστιν αἰτία τούτου τοῦ ταὐτὸν εἶναι τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστιν, ὅτι αἴτιόν τί ἐστιν ὁρισμὸς ὡς εἶδος ἢ λόγος καὶ αἰτία τοῦ δύνασθαι δείκνυσθαι διὰ συλλογισμοῦ ὁρισμόν. καὶ εἰ οὕτω τὴν λέξιν ληψόμεθα, εἴη ἂν ἡ πρὸ αὐτῆς ἐλλιπὴς ἡ ἐπεὶ δέ ἐστιν ὡς ἔφαμεν ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστι·2 δεῖ γὰρ προσθεῖναι τὸ ‘οἷόν τε διὰ συλλογισμοῦ δείκνυσθαι τὸ τί ἦν εἶναι’, καὶ οὕτως ἕποιτ’ ἂν τὸ λόγος δὲ τούτου, τουτέστιν αἴτιον δὲ τούτου τοῦ ὄντος αἰτίου τοῦ τί ἐστι δύνασθαι δείκνυσθαι διὰ συλλογισμοῦ ὁρισμόν, ὅτι ἔστι τι αἴτιον, καὶ τοῦτο τὸ αἴτιον ἢ ταὐτὸν τῷ οὗ ἐστιν αἴτιον ἢ ἕτερον, κἂν εἴη ἕτερον, ἢ ἀποδεικτὸν ἢ ἀναπόδεικτον, τουτέστιν ἢ ἔμμεσον ἢ ἄμεσον. ὁ γὰρ ὅρος, αἴτιον ὤν, εἰ μὲν ἐν τῷ τί ἐστι καὶ ἴδιος, ὡς ἀντιστρέφειν πρὸς τὸ ὁριστόν, ὁ αὐτὸς πρὸς τὸ οὗ ἐστιν αἴτιον. εἰ δ’ οὖν, ἕτερος· κἂν μὲν ἀμέσως εἴη αὐτῷ ὑπάρχων, ἀναπόδεικτος, εἰ δὲ διὰ μέσου, ἀποδεικτός, ὥσπερ ἔστιν εὑρεῖν ἐπὶ τοῦ θυμοῦ καὶ ἐπὶ τῆς βροντῆς καὶ ἐπ’ ἄλλων τινῶν. ἡ γὰρ ζέσις τοῦ περικαρδίου αἵματος λόγος τίς ἐστι τοῦ θυμοῦ ἐκ τῆς ὕλης λαμβανόμενος, ἀλλ’ οὐκ ἄμεσος ὡς αὐτοῦ ἔχων αἴτιον προηγούμενον ἕτερον, ὃ δεῖ πρότερον γενέσθαι, ἵνα αὐτὸ ἐκείνῳ ἑπόμενον ἔσται θυμός. ἔστι δ’ ἐκεῖνο ἡ τῆς ἀντιλυπήσεως ὄρεξις, ἧς γενομένης εἰ ἡ τοῦ ἐν τῇ καρδίᾳ αἵματος ζέσις ἕψεται, θυμὸς γίνεται.3 ὥστε δεῖ καὶ ἀμφοῖν τούτοιν πρὸς θυμοῦ γένεσιν· διὸ καὶ ὁμοῦ συντιθέμενα ὁρισμὸς τοῦ θυμοῦ ἐστι τέλειος, οὐδέτερον δὲ καθ’ ἑαυτό. ὥστε αἴτια μὲν καὶ ἄμφω θυμοῦ, ἀλλ’ οὐ ταὐτὰ τῷ οὗ εἰσιν αἴτια, εἰ ἀλλήλων χωρίζοιντο, ὡς μὴ ἀντιστρέφοντα πρὸς τὸ ὁριστόν, καὶ τὸ μὲν διὰ μέσου θατέρου ὑπάρχον τῷ ὁριστῷ, τὸ δὲ ἀμέσως. ἐκεῖνο μὲν οὖν ἀποδεικτὸν διὰ μέσου τούτου συμπεραινόμενον, τοῦτο δὲ ἀναπόδεικτον ὡς οὐκ ἔχον μέσον, δι’ οὗ τῷ ὑποκειμένῳ ὑπάρχον δειχθήσεται. εἰ μέντοι εἰς ἓν ἀλλήλοις συνέλθοιεν, ἀντιστρέφει τε πρὸς τὸ ὁριστόν, καὶ οὐκέτι ἄλλο τοῦ οὗ ἐστιν αἴτιον, ἀλλ’ ἐκείνῳ ταὐτόν. τὸ αὐτὸ καὶ ἐπὶ βροντῆς· ἦχός τε γὰρ ἐν νέφει ἐστὶ καὶ πυρὸς ἀπόσβεσις, καὶ αἴτια πως ἄμφω ταῦτα βροντῆς, ἀλλὰ τὸ μὲν ἔμμεσον τὸ ἦχος ἐν νέφει, τὸ δὲ ἄμεσον τοῦ πυρὸς ἡ ἀπόσβεσις· καὶ ἐκεῖνο διὰ τούτου δείκνυται, οὐδέτερον δὲ τέλειος ὁρισμός ἐστι. διὸ καὶ ἄλλο ἑκάτερον τοῦ οὗ ἐστιν αἴτιον, ἂν ἰδίᾳ λαμβάνηται, ὁμοῦ δὲ ὡς ἓν εἰλημμένα τέλειός τε ὁρισμός ἐστι καὶ ταὐτὸν τῷ οὗ ἐστιν αἴτιον. ταὐτὸν γὰρ τῇ βροντῇ ὁ ἐν νέφει ἦχος διὰ πυρὸς ἀπόσβεσιν· τὸ εἶναι δὲ ἄλλο τὸ αἴτιον καὶ οὗ ἐστιν αἴτιον οὐκ ἐπὶ λόγων μόνον ἀλλὰ καὶ ἐπὶ ἁπλῶν ἔσται πραγμάτων. οἷον τὸ ζῷον μέσον τῆς οὐσίας καὶ τοῦ ἀνθρώπου τιθέμενον αἴτιον ἂν εἴη τοῦ εἶναι οὐσίαν τὸν ἄνθρωπον, ἀλλ’ οὐ ταὐτὸν τῇ οὐσίᾳ. ἀλλὰ καὶ τοῦ ζῷον εἶναι τὸν ἄνθρωπον τὸ λογικὸν αἴτιον, ἀλλ’ οὐ ταὐτὸν τῷ ζῴῳ. ἐπὶ τῶν τοιούτων οὖν αἰτίων ἅπερ ἄλλα ἐστὶ τῶν ὧν ἐστιν αἴτια εἰ εὑρίσκοιτό τι μέσον, ὡς μὴ ἀμέσως αὐτὰ τοῖς αἰτιατοῖς εἶναι, ταῦτα ἀπόδεικτα· καὶ ἡ ἀπόδειξις ἐν τῷ πρώτῳ σχήματι.
「しかし、我々が語ったように、本質を知ることと、それが存在するかの原因を知ることとは同一であるので、そしてこのことの根拠は、何か原因が存在し、そしてこの原因は同一であるか別であるかであり、たとえ別であるとしても、論証可能であるか論証不可能であるかであるということである。」 彼が以前にも定義は原因であると語ったのは、形相だからである。それゆえ、もし本質が定義であり、定義が形相であり、形相が原因であるならば、本質は原因である。しかし、何の原因なのか。それについて提示される事柄が存在することの原因である、もし各々のものにとって存在することが形相に即してあるのだとすれば。したがって、本質を知ることと、それが存在するかの原因を知ることとは同一である。それゆえ、定義が示されるということをここで示すことを企図して、彼はこれらの事柄を援用するのである。「しかし、このことの根拠は」と彼が言うのは、「何か原因が存在するということ」であり、すなわち本質を知ることとそれが存在するかの原因を知ることとが同一であることの原因は、定義が形相として何らかの原因であるということであり、あるいは〔このことの根拠とは〕推論を通じて定義が示されうることの根拠および原因である。そしてもし我々が語句をそのように解釈するならば、その前の句、すなわち「しかし、我々が語ったように、本質を知ることと、それが存在するかの原因を知ることとは同一であるので」は不完全な文ということになろう。なぜなら「本質存在が推論を通じて示されうる」ということを補う必要があり、そうして初めて、「しかし、このことの根拠は」、すなわち、本質が原因であるので推論を通じて定義が示されうるというこのことの原因は、「何か原因が存在し、そしてこの原因はそれが原因である当のものと同一であるか、あるいは別であり、たとえ別であるとしても、論証可能であるか論証不可能であるか」、すなわち媒介的であるか直接的であるかである、と続くことになろうからである。というのも、原因である定義は、もしそれが本質の中にあり、被定義項と換位するほどに固有であるならば、それが原因である当のものと同一であるからである。しかし、そうでないとすれば別である。そして、もしそれが直接的にそれに属しているならば論証不可能であり、中項を通じて属しているならば論証可能であって、怒りや雷やその他の幾つかの事例において見出すことができる通りである。実際、心臓周辺の血の沸騰は、質料から取られた怒りのある種の説明言説であるが、直接的なものではなく、先行する別の原因をそれ自身の原因として持つものであって、その別の原因は、この沸騰がそれに伴うことによって怒りとなるために、先立って生じる必要がある。そしてその別の原因とは報復への欲求であり、それが生じた上で、もし心臓の中の血の沸騰が伴うならば、怒りが生じる。したがって、怒りの生成にはこれら両方が必要である。それゆえ、共に結合されたものは怒りの完全な定義であるが、どちらも単独ではそうではない。したがって、両方とも怒りの原因ではあるが、もし互いに切り離されるならば、被定義項と換位しないので、それらが原因である当のものと同一ではなく、一方は他方を中項として被定義項に属し、他方は直接的に属している。それゆえ、前者は後者を中項として結論づけられる論証可能なものであり、後者はそれを通じて基体に属していると示されるような中項を持たないものとして論証不可能である。しかし、もし両者が互いに一つへと合わさるならば、被定義項と換位し、もはやそれが原因である当のものと別ではなく、それと同一である。雷についても同様である。実際、雲の中の音と火の消滅があり、これら両方は何らかの仕方で雷の原因であるが、雲の中の音は媒介的なものであり、火の消滅は直接的なものである。そして前者は後者を通じて示されるが、どちらも完全な定義ではない。それゆえ、個別に取られるならば、各々はそれが原因である当のものとは別であるが、一つとして共に取られるならば、完全な定義であり、それが原因である当のものと同一である。なぜなら、火の消滅による雲の中の音が雷と同一だからである。原因と、それが原因である当のものとが別であるということは、説明言説についてだけでなく、単純な事物についても成立するであろう。例えば、動物は実体と人間の中項として置かれるならば、人間が実体であることの原因であろうが、実体と同一ではない。さらにまた人間が動物であることの原因は理性的であることであるが、動物と同一ではない。それゆえ、それらが原因である当のものとは別であるような、そのような原因において、それらが直接に結果に属するのではないように何らかの中項が見出されるならば、これらは論証可能である。そしてその論証は第一格においてなされる。
- 1.124κἂν εἰ ἄλλο, ἢ ἀποδεικτὸν ἢ ἀναπόδεικτον
κἂν εἰ ἄλλο は καὶ ἐὰν/εἰ ἄλλο [ᾖ]「たとえ別であるとしても」という仮定構文の省略形であり、続く ἢ ἀποδεικτὸν ἢ ἀναπόδεικτον は接続詞 ἤ... ἤ... による主格中性単数の述語対で、主語と繋辞 τοῦτο[ἔστι](「この原因は[…である]」)が補われる。
- 1.124εἴη ἂν ἡ πρὸ αὐτῆς ἐλλιπὴς ἡ ἐπεὶ δέ ἐστιν ὡς ἔφαμεν ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστι
主節の骨格は εἴη ἄν(潜在の希求法)+主語 ἡ πρὸ αὐτῆς [λέξις]+述語 ἐλλιπής である。同格として冠詞 ἡ に導かれた引用句 ἡ ‘ἐπεὶ δέ ἐστιν...’ が置かれている。注解者は従属接続詞 ἐπεὶ δέ に対応する主節が原文に見当たらないため、文が構文上不完全(ἐλλιπής)であり、アポドシスとして ‘οἷόν τε διὰ συλλογισμοῦ δείκνυσθαι τὸ τί ἦν εἶναι’ 等の補完が必要であると分析している。
- 1.124ἧς γενομένης εἰ ἡ τοῦ ἐν τῇ καρδίᾳ αἵματος ζέσις ἕψεται, θυμὸς γίνεται
関係代名詞 ἧς は先行詞 ἡ τῆς ἀντιλυπήσεως ὄρεξις(報復の欲求)を受け、絶対属格 ἧς γενομένης(「それが生じた上で」)を形成している。この時間的・前提的条件のもとで、条件文 εἰ ... ἕψεται, ... γίνεται(未来直接法と現在直接法の組み合わせによる現実的条件文)が展開し、主動詞 γίνεται に帰着する重層構造となっている。
