- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:66.5-67.21
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
感覚器官の変調による受動の説明から、運動・受動・現実活動の概念の区別へと論を進め、可能態の三段階(自然的適性、休止中の状態、現勢的活動)と受動の二重性(反対者による破壊と、完全態による能力の保全・完成)を定義して、感覚が本来的な受動ではなく能力の完成であることを論じる。
ὡς γὰρ τὰ κεχρωσμένα τῶν σπέκλων1 ἐρυθρῷ ἢ κυανῷ βάμματι πάντα τὰ δι’ αὐτῶν ὁρώμενα ὁμόχροα ἑαυτοῖς δείκνυσιν, οὕτω δὴ καὶ ὅταν φθάσῃ τῶν αἰσθητηρίων ἕκαστον ὑπό τινος νόσου προκαταληφθῆναι, πᾶσι τοῖς ἄλλοις αἰσθητοῖς, ὧν ἐστι κριτικόν, τὴν ἰδίαν ποιότητα περιτίθησιν. ἢ καὶ δυσχεράνειεν ἄν τις· τί δ’ ἂν ἔτι καὶ τοῖς πολλοῖς ἐγκαλέσομεν αὐτοὶ τὰ πράγματα φύροντες· χωρὶς γὰρ ὄντων κινήσεως πάθους καὶ ἐνεργείας, ἡμεῖς ὡς καθ’ ἑνὸς τούτοις χρώμεθα καὶ ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καὶ κινεῖσθαι καὶ ἐνεργεῖν λέγομεν, ὡς ἂν καὶ τὸ περὶ τὴν αἴσθησιν ποτὲ μὲν κίνησιν, ποτὲ δὲ πάθος, ἔστιν οἷς καὶ ἐνέργειαν ὀνομάζοιμεν. ἀλλὰ πᾶσα μὲν κίνησις καὶ ἐνέργεια, οὐκ ἔμπαλιν δέ· καὶ πᾶν πάθος κίνησις, οὐκ ἀντιστρέφει δέ. δεῖ γὰρ διαιρεῖν· καὶ ἡ μὲν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀτελὴς ἐλέγετο πρόοδος, ἐνέργεια δὲ πρὸς ταύτῃ καὶ ἡ τελεία προβολὴ τῆς ἕξεως, ἥ τε ἀθρόα ὁμοῦ καὶ μὴ συμπροϊοῦσα τῇ κινήσει μηδὲ τῷ χρόνῳ συρρέουσα,2 ὥσπερ ἡ τοῦ φωτὸς ἐν τῷ παντὶ προβολὴ καὶ διάδοσις ἄχρονος (ἅμα γὰρ τῷ φανῆναι φωτιστικόν, καὶ ἀθρόως ᾧ [δ’] ἂν προσβάλοι, ἀστράπτεται) καὶ ἐν παντὶ μέρει χρόνου ταῖς ἐνεργείαις ὁμοίως ἔχει ἑστῶσα καθ’ ἕν, ὡς ἂν καὶ ἐπὶ τῶν αἰσθήσεων εἴποιμεν (καὶ κατὰ ταὐτὸ γὰρ τό τε ὄμμα διήραμεν καὶ τῶν ὁρατῶν ἀντελάβομεν) ἥ τε μεριστὴ καὶ τῷ χρόνῳ συμπαροδεύουσα, οἷα τὰ τοῦ διανοητικοῦ ἐνεργήματα καὶ κινήματα τὰ ἀπὸ προτάσεως ἐπὶ τὰ συμπεράσματα τέλεια μὲν τῇ ἕξει, οὐκ ἀθρόα δὲ τῇ ἐνεργείᾳ, ἀλλὰ τὸ μὲν πρῶτον, τὸ δὲ μετ’ αὐτό, καὶ ἔσχατον τὸ συμπέρασμα. διττὸν δὲ καὶ τὸ πάσχειν, ὡς προϊόντες ἐροῦμεν. πρότερον δὲ διαιρετέον περὶ δυνάμεως καὶ ἐντελεχείας (νῦν γὰρ ἁπλῶς λέγομεν περὶ αὐτῶν), ἵν’ ἐπιόντες τοὺς τρόπους, ὅπη περ ἡ αἴσθησις δύναμις, εὕρωμεν καὶ εἰ τὴν ἀπὸ τῆς δυνάμεως αὐτῆς εἰς τὴν ἐνέργειαν ἔγερσιν ἀλλοιοῦσθαι κυρίως ἢ πάσχειν καλεῖν δεῖ, ἀλλὰ μή τι ἕτερον. λέγεται μὲν οὖν δυνάμει καὶ τὸ κατ’ ἐπιτηδειότητα μόνην φυσικήν· ἔστι γάρ πως οὕτως ἐπιστῆμόν τι, ὡς ἂν εἴποιμεν ἄνθρωπον ἐπιστήμονα δυνάμει καὶ τὸ παιδίον φύσει ἐπιστήμης δεκτικόν· ἕτερον δὲ ὡς ἤδη λέγομεν ἐπιστήμονα τὸν ἔχοντα τελείαν τὴν ἐπιστήμην, οἷον εἰπεῖν τὴν γραμματικήν, ἀργοῦντα δὲ ἢ καθεύδοντα. φανερὸν οὖν ὡς οὐ τὸν αὐτὸν τρόπον ἑκάτερος τούτων δυνατός ἐστιν, ἀλλ’ ὁ μὲν ὅτι τὸ γένος τοιοῦτον καὶ ἡ ὕλη, ὁ δὲ ὅτι βουληθεὶς δυνατὸς θεωρεῖν καὶ ἐνεργεῖν, ἂν μή τι κωλύσοι τῶν ἔξωθεν. τρίτος δὲ παρὰ τούτους ὁ καθ’ ἐνέργειαν καὶ ἤδη θεωρῶν ἐντελεχείᾳ ὢν καὶ κυρίως ἐπιστάμενος τόδε τὸ Α. ἀμφότεροι μὲν οὖν οἱ πρῶτοι κατὰ δύναμιν ἐπιστήμονες, ἀλλ’ ὁ μὲν πρώτως, ὁ δὲ δευτέρως, καὶ ὁ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις ἐξ ἐναντίας μεταβαλὼν ἕξεως, ὁ δὲ ἐκ τοῦ ἔχειν τὴν αἴσθησιν τελείαν ἢ τὴν γραμματικὴν μὴ ἐνεργεῖν δέ· καθ’ ὃ μόνον καὶ τὸ αἰσθητικὸν δυνάμει λέγομεν καὶ τὴν αἴσθησιν δύναμιν. καὶ ἔτι ἄλλον τρόπον δυνάμει ὁ ἤδη ἐνεργῶν ὁ διδάσκων γραμματικὸς καὶ ὁ ὁρῶν τόδε τὸ λευκόν. οὐκ ἔστι δὲ ἁπλοῦν οὐδὲ τὸ πάσχειν, ἀλλὰ τὸ μὲν φθορά τις ὑπὸ τοῦ ἐναντίου, ὡς τὸ ξύλον πάσχει καιόμενον ὑπὸ τοῦ πυρός, καὶ τὸ μέλαν ὅτε λευκαίνεται, τὸ δὲ σωτηρία μᾶλλον τοῦ δυνάμει ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ οὕτως ὁμοίου ὡς δύναμις ἔχει πρὸς ἐντελέχειαν, ὡς τό τε παιδίον πάσχει μανθάνον καὶ τελειούμενον εἰς γραμματικὴν ὑπὸ τοῦ ἐνεργείᾳ γραμματικοῦ, ὅ τε καθ’ ἕξιν ἐπιστήμων γινόμενος ἐνεργείᾳ θεωρῶν, ὃ πρότερον ἐλέγομεν ἄνω δυνάμει καὶ δεύτερον· ὅπερ οὐδὲ κυρίως πάσχειν ἂν ἢ ἠλλοιῶσθαι λέγοιτο. πῶς γὰρ πάθος ἢ ἀλλοίωσις ἡ τοῦ εἴδους πλήρωσις καὶ τελείωσις; εἰς ἑαυτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν.3 ἢ τῷ πτωχεύειν ὀνομάτων κοινωνήσει μὲν τοῦ ὀνόματος, διοίσει δὲ τῇ φύσει, καὶ ἕτερον τοῦτο γένος πάθους ἔσται καὶ ἀλλοιώσεως. οὔκουν καλῶς ἔχει λέγειν τὸ καθ’ ἕξιν φρονοῦν ἢ ἐπιστάμενον, οἷον τὸν καθεύδοντα γεωμέτρην, ὅταν ἐγείρηται καὶ ἐνεργείᾳ φρονῇ καὶ ἐπίστηται, παθεῖν τι ἢ ἠλλοιῶσθαι, ὥσπερ οὐδὲ τὸν οἰκοδόμον ὅταν οἰκοδομῇ. ἀλλ’ οὐδὲ διδασκαλίαν τοῦτο λεκτέον, ἀλλ’ ἑτέραν ἐπωνυμίαν ἔχειν δίκαιον. οὕτως οὐδὲ τὸ δυνάμει αἰσθητικόν, ὅταν ἐνεργείᾳ αἰσθάνηται, πάσχειν κυρίως ἢ ἠλλοιῶσθαι λέγειν δεῖ.
赤や青の染料で着色された鏡が、それを通して見られるすべてのものを自己と同じ色に見せるように、感覚器官の各々が何らかの病によって先んじて占められるときにも、まさに同様にして、それが判定者である他のすべての感覚対象に自己固有の性質を付与するのである。あるいは、誰かが不満を抱くかもしれない。「運動と受動と現実活動が別のものであるのに、われわれ自身が事柄を混同して、これらをあたかも一つのものについてであるかのように用い、受動すること、運動すること、現実活動することが同じであるかのように語り、感覚に関わることをあるときは運動、あるときは受動、またある人たちにとっては現実活動とさえ名づけているとしたら、なおも大衆を非難することなどどうしてできようか」と。しかし、すべての運動は現実活動でもあるが、逆は成り立たず、すべての受動は運動であるが、換位は成り立たない。というのも区分が必要だからである。すなわち、可能態から現実態への不完全な移行は[運動と]呼ばれていたが、これに加えて、状態の完全な発現もまた現実活動であり、一挙に全体として生じて運動とともに進むことも時間に沿って流れ去ることもないもの(全宇宙における光の発現と無時間的な伝播のように。というのも、照らすものが現れると同時に、それがぶつかるものへと一挙に閃光が走るからである)、また単一のものにとどまりつつその現実活動においてあらゆる時間の部分において等しい状態にあるもの(感覚についてもわれわれが言うであろうように。われわれは目を上げることと可視的対象を把握することとを同時に行うからである)、そして他方では、部分に分かれ時間とともに道を進むもの、たとえば推論能力の諸現実活動や、前提から結論へと向かう諸運動のように、状態としては完全であるものの現実活動としては一挙ではなく、一方が最初であり、他方がその次であり、結論が最後となるようなものである。また、進むにつれてわれわれが語るように、受動することも二重である。しかし、諸々の仕方を検討することで、感覚がどのような仕方で能力であるか、またこの能力そのものから現実活動への覚醒を本来の意味で変質あるいは受動と呼ぶべきか、それとも別の何かと呼ぶべきかを見出すために、まず可能態と完全態について区分しておかねばならない(現在われわれはこれらについて無制限に語っているからである)。 さて、単なる自然な適合性に従うものも可能態にあると言われる。ある意味でこのように知識を持つものがあるからであり、われわれが人間を可能態において知識を持つ者と呼び、子どもを本性上知識を受け入れうるものと呼ぶようなものである。また別様には、われわれがすでに知識を持つ者、たとえば文法学[の知識]を完全に持っているが休止しているか眠っている者を知識を持つ者と呼ぶようなものである。したがって、これらのおのおのが同じ仕方で可能的なのではないことは明らかであり、前者は類と質料がそのようなものであるからであり、後者は外的な妨げが何もないなら、欲したときに観想し現実活動することができるからである。そしてこれらに加えて第三の者は、現実活動に従っており、すでに観想していて完全態にあり、本来の意味でこの特定のΑを知っている者である。したがって、初めの二者はともに能力に従って知識を持つ者であるが、一方は第一の仕方で、他方は第二の仕方であり、前者は学習を通じて変質し、しばしば反対の状態から変化した者であり、後者は完全な感覚や文法学を持ちながら現実活動していないことによる者である。この後者に即してのみ、われわれは感覚的なものを可能態にあると言い、感覚を能力と言うのである。さらにまた別の仕方で可能態にあるのは、現に活動していて教えている文法学者や、この特定の白いものを見ている者である。しかし受動することもまた単純ではなく、一方は反対のものによるある種の消滅であり、木が火によって焼かれて受動し、黒いものが白くされるときに受動するようなものであり、他方はむしろ可能態にあるものが完全態にあるものによって、また可能態が完全態に対するのと同じように似ているものによって救われることであり、子どもが現実態にある文法学者によって学び文法学へと完成されることで受動し、状態に従って知識を持つ者が現に観想する者となることで受動するようなものであって、これは先にわれわれが上において可能態および第二の仕方と呼んだものである。そしてこれこそは本来の意味で受動するとか変質したと言われることすらありえないであろう。形相の充足と完成がどうして受動や変質でありえようか。自己自身への、また完全態への進展だからである。あるいは、名称の乏しさによって名称を共有しはするが、本性においては異なっており、これは受動と変質の別の類となるであろう。したがって、状態に従って思慮深くある者や知っている者、たとえば眠っている幾何学者が、目覚めて現に思慮深くあり知っているときに、何かを受動したとか変質したと言うことは適切ではなく、建築家が建築しているときにそう言えないのと同様である。むしろこれを教示と呼ぶことすらできず、別の呼び名を持つのが正当である。同様に、可能態にある感覚的なものが現に感覚するときにも、本来の意味で受動するとか変質すると言うべきではないのである。
- 3.2.5τῶν σπέκλων
ラテン語 speculum(鏡、反射ガラス)に由来する名詞 σπέκλον の複数属格。全体を表す属格(部分属格)として τὰ κεχρωσμένα(「染料で着色されたものたち」)に係る構文。
- 3.2.5ἥ τε ἀθρόα ὁμοῦ καὶ μὴ συμπροϊοῦσα τῇ κινήσει μηδὲ τῷ χρόνῳ συρρέουσα
先行する ἐνέργεια δὲ πρὸς ταύτῃ καὶ ἡ τελεία προβολὴ τῆς ἕξεως(「これに加えて、状態の完全な発現もまた現実活動であり」)の主語を敷衍する名詞句。後続の ἥ τε μεριστὴ καὶ τῷ χρόνῳ συμπαροδεύουσα と τε...τε により対比をなし、時間的推移を伴わず一挙に成立する現実活動(光の伝播や感覚)と、時間を伴って継起的に進む現実活動(論証的思考)の二種に区分している。
- 3.2.5εἰς ἑαυτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν
名詞 ἐπίδοσις(進展・増大)に対する前置詞句 εἰς ἑαυτό(自己自身へ)と εἰς ἐντελέχειαν(完全態へ)の並列構造。動詞 ἐστί が省略されている文解釈をとる。アリストテレス『霊魂論』417b6–7 の定式を踏まえ、素質の完成は自己を損なう運動ではなく自己の本性への進展であることを端的に示している。
