- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:52.11-53.24
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ソフォニアスは魂の諸能力(栄養摂取・感覚・欲求・運動・思惟)の生物への配分を整理し、触覚がすべての動物に共通する根本的な感覚であり、栄養摂取と不可分であって快苦および欲求の根拠となることを論じる。さらに味覚が触覚の一種であることや、快が魂と身体を結びつける役割を果たしていることを述べ、表象能力の有無については後の検討に委ねる。
τῶν οὖν εἰρημένων δυνάμεων τῆς ψυχῆς τοῖς μὲν ἐνυπάρχουσι πᾶσαι, καθάπερ εἴπομεν, τοῖς δὲ τινὲς αὐτῶν, ἐνίοις δὲ μία μόνη. δυνάμεις δ’ εἴπομεν θρεπτικόν, ὀρεκτικόν, αἰσθητικόν, κινητικὸν κατὰ τόπον, διανοητικόν. ὑπάρχει δὲ τοῖς μὲν φυτοῖς τὸ θρεπτικὸν μόνον· τοῦτο γὰρ αὐτοῖς καὶ αὔξην παρέχει καὶ γέννησιν· ἑτέροις δὲ τοῖς ἀλόγοις αὐτό τε καὶ τὸ αἰσθητικόν, τοῖς ἀνθρώποις δὲ πρὸς τούτοις καὶ νοῦς. ἔνθα δὲ τὸ αἰσθητικόν, καὶ τὸ ὀρεκτικὸν πάντων. κοινὸν δέ τι τὸ τῆς ὀρέξεως·1 καὶ γὰρ καὶ ἐπιθυμίᾳ καὶ θυμῷ, ἔτι δὲ βουλήσει ὄρεξις ἕπεται, καὶ μόνοις τοῖς τρισὶ τούτοις ὁρίζεται καὶ ὁμωνύμως πρόσεστιν. ἡ μὲν γὰρ ὄρεξις τοῦ ἐπιθυμητικοῦ πρὸς λῆψιν τοῦ ἡδέος, ὁ δὲ τοῦ θυμικοῦ πρὸς ἄμυναν τοῦ λυπήσαντος, ἡ δὲ τοῦ βουλευτικοῦ καὶ λογικοῦ πρὸς τὴν τῶν πρακτέων τελείωσιν. ἔτι πᾶσα μὲν αἴσθησις ἡδέος ἐστὶ καὶ λυπηροῦ· ἐν οἷς δὲ τοῦτο, καὶ ὄρεξις. πάντα δὲ τὰ ζῷα, εἰ καὶ μὴ πάσας ἢ τινάς, κἂν μίαν τῶν αἰσθήσεων τὴν ἁφὴν ἔχει. ᾧ δ’ αἴσθησις ὑπάρχει ἁπλῶς, τούτῳ ἡδονή τε καὶ λύπη ἢ τὸ ἡδύ τε καὶ λυπηρόν· οἷς δὲ ταῦτα, καὶ ἐπιθυμία· τοῦ γὰρ ἡδέος ἐστὶν ὄρεξις αὕτη πρώτως, ἡ δὲ ἡδονὴ παρακολούθημα· ὅθεν καὶ τὰ προσπεφυκότα τῶν ζῴων μόνης τῆς ἁφῆς κοινωνοῦντα ὁρᾶται συστελλόμενα καὶ διαχεόμενα, ὧν τὸ μὲν ἡδέος ἐστί, τὸ δὲ λυπηροῦ. ἀλλὰ τοῖς τοιούτοις τῶν ζῴων μόνην τὴν ἁφὴν ἔχουσι καὶ μόνη ἐπιθυμία ὑπάρχει, τοῖς δὲ πάσας καὶ θυμός, τοῖς λογικοῖς δὲ πρὸς τούτοις καὶ βούλησις, νοῦ καὶ λόγου οὖσα ἀπότεγμα. ἔτι τὰ ὁπωσοῦν αἰσθητικὰ πρώτην τὴν ἁφὴν ἔχειν ἀνάγκη· τρέφεσθαι γὰρ ἀνάγκη, αὕτη δὲ τροφῆς αἴσθησις. αἰσθάνεται μὲν γὰρ τῶν τεττάρων, θερμοῦ, ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, ἐξ ὧν καὶ τὸ ζῶον συνέστηκεν· ἐξ ὧν δὲ συνέστηκεν, ἐκ τούτων καὶ τρέφεται, ὡς κἂν ὁμοίοις τὸ ὅμοιον.2 ἡ ἁφὴ ἄρα τροφῆς αἴσθησις καὶ διὰ τοῦτο καὶ πᾶσι σύνεστι. καὶ πεῖνα μὲν καὶ δίψα ἔνδειαι τροφῆς, ἡ μὲν ξηροῦ καὶ θερμοῦ, ἡ δὲ ὑγροῦ καὶ ψυχροῦ, ἐπείπερ τὸ ἀπορρέον δεῖται πληρώσεως. καὶ εἴπερ ποτὲ διψῶντες τῷ ὑγρῷ καὶ θερμὸν προσεμίξαμεν, οὐ καθ’ αὑτὸ τὸ θερμὸν ὡς ποτὸν προσελάβομεν, ὥσπερ οὐδ’ οἶνος ὑγρότητι ἔστιν ὅτε πεῖναν κατέπαυσεν (ἦ γὰρ ἂν μᾶλλον ὕδωρ), ἀλλ’ ᾗ θερμός. θερμὸν δὲ καὶ ξηρὸν καὶ τὰ ἕτερα οὐ τῇ θίξει κρίνομεν μᾶλλον ἢ τῇ δυνάμει. οὐ πάντοτε δὲ ἡ δίψα καὶ ἄμφω, ἀλλ’ ἔστιν ὅτε ψυχροῦ μόνου. οἱ γοῦν πυρέττοντες δεόμενοι ψύξεως, καίπερ ὑγρῶν πολλάκις πλήρεις ὄντες τὰς γαστέρας, διψῶσιν· οἷς καὶ ψυχρὸς πολλάκις ἀὴρ ἐπήρκεσεν. ἔτι πρὸς τὰς κενώσεις ἢ πληρώσεις καὶ τὰς ἐφέσεις ἔχομεν· οἱ μὲν γὰρ καὶ ποτοῦ καὶ τροφῆς τοῖς σώμασιν ἐνδεεῖς ἄμφω τῶν ἐναντίων κατὰ τὸ αὐτὸ τὴν ἐπιθυμίαν ἔχομεν· εἰ δὲ τοῦτο παρὰ μέρος, κἀκεῖνο κατὰ λόγον. ἀλλὰ τρεφόμεθα μέν, ὡς εἴρηται, τοῖς κατὰ τὴν ἁφὴν αἰσθητοῖς, τοῖς δὲ ἄλλοις τῶν αἰσθητῶν τῶν παρ’ ἑτέραις αἰσθήσεσιν, ὄψει ὀσφρήσει καὶ ἀκοῇ οὔ· οὐδὲν γὰρ εἰς τροφὴν τούτων συμβάλλεται πλὴν ἢ κατὰ συμβεβηκός, οἷον ψόφος, χρῶμα, ὀσμή. ἡ μὲν γὰρ κατὰ τὴν ἁφὴν αἴσθησις τῆς τροφῆς ὡς καθ’ αὑτήν· ὅτι μέντοι λευκὸς ἢ ἡδὺς ὁ οἶνος ἢ εὔοσμος ἢ ὁ ἄρτος, κατὰ συμβεβηκὸς ὀρεγόμεθα. ἡ δὲ γεῦσις αὐτόθεν ἁφή· ὅθεν καὶ οἱ χυμοί, πικρόν, γλυκύ, ἁλμυρόν, τῶν ἁπτῶν εἰσιν οἷον ἀρτύματα καὶ ἡδύσματα. ἔθρεψαν μὲν γὰρ ἂν τὰ ἁπτὰ καὶ χωρὶς προσφερόμενα τῆς ἐν τῷ λάρυγγι συναισθήσεως, τῇ κατὰ τὴν γλῶσσαν μόνῃ διακρίσει ἀρκούμενα, οὐκ ἂν δὲ μέγας ἦν ὁ δεσμός, ἀλλ’ ᾤχετο καθάπαξ ψυχὴ3 καὶ τοῖς προστυχοῦσι λυπηροῖς ἐδυσχέρανεν. νυνὶ δ’ ἡ φύσις ὡς περόνῃ τῇ ἡδονῇ τὴν ψυχὴν τῷ σώματι συνεδήσατο. ἀγαπητὴν δὲ καὶ τὴν ἐξ ἀλλήλων γένεσιν ἡ ἡδονὴ καὶ διαδοχὴν ἐνεποίησεν, ἣν καὶ ταύτης χωρὶς οὐδὲν ἐκώλυε γίνεσθαι. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον· διασαφητέον δὲ ὕστερον περὶ αὐτῶν· νυνὶ δ’ ἐπὶ τοσοῦτον διωρίσθω, ὅτι τῶν ζώων τοῖς ἔχουσιν ἁφὴν καὶ ὄρεξις ὑπάρχει. περὶ δὲ φαντασίας ὡς μήπω περὶ αὐτῆς εἰποῦσιν ἄδηλον ἔτι. τοῖς τε γὰρ σπόγγοις καὶ ἄλλοις τῶν ὀστρακοδέρμων εἰ εὐθύς, ὥσπερ ἁφῆς μετεδώκαμεν, οὕτω καὶ φαντασίαν ὑποληψόμεθα, οὐκ ἂν εἴη ἐπεσκεμμένον.
したがって、魂の語られた諸能力のうち、我々が述べたように、あるものたちにはすべてが内在し、他のものたちにはそれらのうちの幾つかが、さらにあるものたちにはただ一つだけが内在している。諸能力として我々が語ったのは、栄養摂取能力、欲求能力、感覚能力、場所的運動能力、思惟能力である。植物には栄養摂取能力のみが属している。なぜなら、この能力が植物に成長と生殖をも提供するからである。理性を欠いた他の動物たちには、それ自体と感覚能力が属し、人間にはこれらに加えて知性も属する。そして感覚能力があるところには、すべての場合に欲求能力もある。欲求の能力は共通の何ものかである。実際、欲望にも気概にも、さらに意志にも欲求は伴い、これら三つのみによって限定され、同名異義的に備わるからである。実際、欲望能力の欲求は快いものの獲得へ向かい、気概能力の[欲求]は苦痛を与えたものへの報復へ向かい、熟慮し理性的なものの[欲求]はなされるべき事柄の完成へ向かう。さらに、あらゆる感覚は快いものと苦しいものの感覚である。そしてこれがあるところには、欲求もある。あらゆる動物は、たとえ諸感覚のすべてあるいは幾つかを持たないとしても、少なくとも感覚のうちの一つである触覚を持っている。そして端的に感覚が属する者には、快と苦、あるいは快いものと苦しいものが属する。これらが属する者たちには、欲望もまた属する。なぜなら、この[欲望]こそが第一義的に快いものの欲求であり、快は付随するものだからである。それゆえ、[岩などに]固着した動物たちも、触覚のみを分有しながら、収縮したり弛緩したりするのが見られるのであり、これらのうち一方は快いものに、他方は苦しいものに属する。しかし、触覚のみを持つそのような動物たちには欲望のみが属し、すべての[感覚を]持つ動物たちには気概も属し、理性的なものたちにはこれらに加えて、知性とロゴスの所産である意志も属する。さらに、どのようにであれ感覚能力を持つものは、触覚を最初に持つことが必然である。なぜなら、栄養を摂取することが必然であり、触覚こそが栄養の感覚だからである。実際、触覚は温・冷・乾・湿という四つのものを感知するのであり、動物もこれらから成り立っている。そして成り立っているまさにそれらのものから動物は養われるのであり、類似のものが類似のものによって[養われる]かのようである。それゆえ触覚は栄養の感覚であり、このゆえにすべての[動物]に備わっている。そして飢えと渇きは栄養の欠乏であり、前者は乾と温の、後者は湿と冷の[欠乏]である。流出するものは補充を必要とするからである。そして、もし渇いているときに我々が湿ったものに温かいものを混ぜ合わせたとしても、温かいものをそれ自体として飲み物として摂取したのではない。それはちょうど、葡萄酒も時に飢えを鎮めたのはその湿気によってではなく(もしそうなら水の方がより鎮めたであろう)、温かいものである限りにおいてであったのと同じである。しかし温や乾やその他のものを、我々は接触によって判断する以上に、その能力によって判断する。しかし渇きは常に双方[湿と冷]を求めるのではなく、冷たいもののみを求める場合もある。実際、発熱している者たちは冷却を必要とし、胃がしばしば水分で満ちているにもかかわらず渇きを覚える。彼らにはしばしば冷たい空気で十分事足りるのである。さらに、排出や補充に応じて我々は欲求をも抱く。実際、身体において飲み物と食物の双方を欠乏している我々は、双方の反対のものへの欲望を同時に抱く。もしこれが交互であるなら、かの[欲望]も相応じて生じる。しかし我々は、語られたように触覚に応じた感覚対象によって養われるのであり、他の感覚、すなわち視覚・嗅覚・聴覚のもとにある他の感覚対象によっては[養われない]。なぜなら、これらの感覚対象、例えば音、色、匂いは、付帯的によるのでなければ栄養には何も寄与しないからである。触覚に応じた感覚こそが、それ自体としての栄養の感覚なのである。もっとも、葡萄酒やパンが白いとか快いとか良い香りであるということは、我々が付帯的に欲求しているのである。他方、味覚はそれ自体として触覚である。それゆえ、苦い、甘い、塩辛いといった味も、触知可能なもののいわば調味料であり甘味なのである。実際、触知可能なものは、喉における共感覚を伴わずに摂取され、舌による分別のみで事足りるとしても栄養となったであろうが、その結びつきは大きなものとはならず、魂は一挙に立ち去り、偶々出遭った苦痛なものに嫌気がさしたであろう。しかし今や自然本性は、留め針のように快によって魂を身体に結びつけたのである。そして快は、互いからの生成と継承をも好ましいものとしたが、この[生成と継承]は快なしでも生じることを何ら妨げられなかったはずである。これらのことについてはこれくらいにしておこう。これらについては後で明確に論じなければならない。今は、動物のうち触覚を持つものには欲求も属する、ということだけが規定されたとせよ。しかし表象については、まだそれについて語っていないので、依然として不分明である。実際、海綿や他の硬殻類に対し、触覚を分け与えたからといって直ちに表象をも想定するなら、それはよく吟味されたことにはならないであろう。
- 3.2.3κοινὸν δέ τι τὸ τῆς ὀρέξεως
名詞 τὸ τῆς ὀρέξεως は迂言的な表現で「欲求に属すること/欲求の能力」を指し、述語 κοινόν が先行する構文である。直後に述べるように、エピテュミア(欲望)、テュモス(気概)、ブーレーシス(意志)の三者に共通して上位概念として現れることを意味している。
- 3.2.3ὡς κἂν ὁμοίοις τὸ ὅμοιον
接続詞 ὡς に κἂν(= καὶ ἄν)が後続し、動詞(τρέφοιτο など)を省略した慣用的な比較・比喩の短縮構文である。「あたかも類似のものが類似のものによって[養われる]かのように」という格言的命題を挿入的に受けている。
- 3.2.3ἔθρεψαν μὲν γὰρ ἂν τὰ ἁπτὰ καὶ χωρὶς προσφερόμενα τῆς ἐν τῷ λάρυγγι συναισθήσεως ... οὐκ ἂν δὲ μέγας ἦν ὁ δεσμός, ἀλλ’ ᾤχετο καθάπαξ ψυχὴ
反実仮想の構文。条件文が分詞句 χωρὶς προσφερόμενα... に圧縮され、主節はアオリスト+ἄν(ἔθρεψαν ἄν)および未完了過去+ἄν(οὐκ ἂν ἦν)、さらに ἄν を共有しつつ事態の必然的帰結を描写する直説法過去(ᾤχετο... ἐδυσχέρανεν)が並列されている。味覚の快がない場合を想定した反実的推論を形成している。
