- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:107.27-109.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
共通感覚が諸感覚の活動を統括して感覚対象の異同を判別することを示し、共通感覚対象には固有の感覚器官がなく諸感覚がそれ自体において受動を通じて把握すること、および数学の対象でもある共通感覚対象をよりよく把握するために複数の感覚器官が備わっている理由を論じる。
ἐκείνη γάρ ἐστιν ἡ κρίνουσα τὴν ταυτότητα τῶν αἰσθητῶν καὶ ἑτερότητα, καὶ τὰ ἀλλήλων ἴδια ἔνθεν κατὰ συμβεβηκὸς αἱ αἰσθήσεις αἰσθάνονται, οὐχ ᾗ αὗται, ἀλλ’ ἡ μία· ὅταν γὰρ τύχοιεν αἱ αἰσθήσεις διάφοροι περὶ τὸ αὐτὸ ἐνεργήσασαι, εἶτα ἡ μία καὶ πρώτη καὶ κοινὴ δι’ ὁποιασοῦν ὕστερον μετὰ μνήμης προσβάλοι τῷ πράγματι, ᾔσθετο μὲν καθ’ αὑτὸ οὗ τὴν ἀντίληψιν ἴσχει τότε, γνωρίζει δὲ καὶ διὰ τῆς μνήμης τῷ συνεργῆσαι πρότερον τὸ λοιπὸν ἢ τὰ λοιπά.1 εἰ γὰρ μὴ ἦν κοινή τις αἴσθησις ἡ τὰ τοῦ πάθους κρίνουσα, κἂν μυριάκις συνενήργησαν, οὐκ ἄν ποτε ἡ ἑτέρα τὸ τῆς ἑτέρας πάθος ἔκρινεν· ὅμοιον γὰρ ὡς εἰ τοῦ μὲν ἐγώ, τοῦ δὲ σὺ αἴσθοιο. εἰ γὰρ τοῦ μέλιτος τυφλὸς μὲν γεύσοιτο ξανθοῦ ὄντος μὴ ἰδών, ἄλλος δέ τις ἴδοι, μὴ γεύσοιτο δέ, οὐκ ἄν ποτε οὔτε οὗτος εἴποι γλυκύ, οὔτ’ ἐκεῖνος ξανθόν· καὶ εἰ τὸν αὐτὸν ὑποθοίμεθα μύοντα μὲν ἀεὶ καὶ γευόμενον μέλιτος, ὁρῶντα δὲ ὅτι ξανθὸν μὴ γευόμενον, οὐκ ἄν ποτε τῷ ἑτέρῳ πάθει τὸ ἕτερον κρίνειε. καὶ περὶ μὲν τῆς κοινῆς αἰσθήσεως προϊόντες ἐντελέστερον ἐπεξέλθωμεν· νυνὶ δὲ τῶν προκειμένων ἐχώμεθα. εἰ τοίνυν οὕτω καὶ παντὸς αἰσθητοῦ μία μὲν καθ’ αὑτό τις ἀντιλαμβάνεται αἴσθησις, αἱ δὲ ἄλλαι κατὰ συμβεβηκός, καὶ κοινή τις ἐπὶ πάσαις διήκει μία, δῆλον καὶ ἐπὶ τῶν κοινῶν αἰσθητῶν, εἴ γε τι ἦν αὐτῶν ἴδιον αἰσθητήριον καὶ ἰδία αἴσθησις παρὰ τὰς πέντε, αὗται ἂν κατὰ συμβεβηκὸς αὐτῶν ἀντελαμβάνοντο· εἰ δὲ μὴ τοῦτο ἀλλὰ καθ’ αὑτό, δῆλον ὡς οὐκ ἂν εἴη αὐτῶν ἴδιον αἰσθητήριον. ὅτι δὲ καθ’ αὑτὸ ταῖς αἰσθήσεσι τῶν κοινῶν ἡ ἀντίληψις φανερόν· πάσχουσι γάρ. οὐ γὰρ ἂν ὁμοίως πάθοι ὄψις ὑπὸ πολλοῦ λευκοῦ καὶ ὀλίγου ὁμοίου, οὐδὲ ὑπὸ τοῦ ἠρεμοῦντος καὶ κινουμένου, ἢ ὑπὸ τοῦ συνεχοῦς ἢ διῃρημένου. ἀμέλει, εἰ σφοδρῶς ποταμὸν εἴδομεν ῥέοντα ἤ τι τοιοῦτον ἕτερον, δίνη τις ἡμῖν καὶ ἴλιγγος γίνεται ἅτε δὴ παθούσης τι τῆς αἰσθήσεως. οὐ πάσχουσι δὲ ἐν τοῖς κατὰ συμβεβηκός· τί γὰρ ὄψις πάθοι ὑπὸ τοῦ γλυκέος ἢ πικροῦ; διττὸν δὲ καὶ τὸ κατὰ συμβεβηκὸς αἰσθητόν, ὡς καὶ διῄρηται πρότερον· τὸ μὲν ὅταν ἀνταλλαγὴ γένηται καὶ τοῦ δι’ ἑτέρας ἑτέρᾳ ἀντιληψώμεθα, τὸ δὲ ὥσπερ ὅταν αἰσθέσθαι Κλέωνος λέγωμεν ὁρῶντες αὐτόν· οὐ γὰρ ὅ τί ποτε τὴν οὐσίαν αὐτὸς ἑωρῶμεν2 (οὐδὲ γάρ ἐστιν ὅλως οὐσίας αἴσθησις νῷ θεωρουμένης), ἀλλὰ τὰ περὶ αὐτὸν χρώματα. ζητήσειε δ’ ἄν τις, τίνος ἕνεκα πλείους αἰσθήσεις ἔχομεν τῶν κοινῶν αἰσθητῶν. ἢ ὅπως ἧττον λανθάνῃ3 τὰ ἀκολουθοῦντα ταῦτα καὶ καθολικά, μηδὲ συγχέηται τῇ τοῦ ἰδίου ἐπιμιξίᾳ αἰσθητοῦ. εἰ γὰρ μιᾷ αἰσθήσει ἐκρίνομεν, οἷον τῇ ὄψει, ἡ αὐτὴ δὲ καὶ χρωμάτων, ἐλάνθανεν ἂν μᾶλλον καὶ ἐδόκει ταὐτὰ εἶναι πάντα διὰ τὸ ἀκολουθεῖν ἀλλήλοις ἅμα χρῶμα καὶ μέγεθος· νῦν δὲ ἐπεὶ καὶ ἑτέρᾳ αἰσθήσει τὰ κοινὰ ὑπάρχει, δῆλον ποιεῖ ὅτι ἄλλο τι ἕκαστον αὐτῶν. ὥσπερ γὰρ εἴρηται ἐπὶ τῆς ἁφῆς καὶ γεύσεως, εἰ κατὰ πᾶν τὸ σῶμα ἐγευόμεθα, δυσχερὲς ἦν διακρῖναι τὴν ἁφὴν ἀπὸ τῆς γεύσεως τῷ συνεργεῖν ἀλλήλαις αὐτάς, ἀλλ’ ἐνομίσαμεν μίαν εἶναι αἴσθησιν ἀμφοτέρας (νῦν δὲ τῷ κατὰ λοιπὸν σῶμα μὴ γεύεσθαι ἐναργὴς τῶν δύο αἰσθήσεών τε καὶ αἰσθητῶν ἡ διάκρισις), οὕτως ἂν συνέβαινε καὶ ἐπὶ τῶν κοινῶν, εἰ μιᾷ τινι τῶν αἰσθήσεων ἐγνωρίζομεν. ἐπεὶ οὖν θειότερα τὰ κοινὰ τῶν ἄλλων, καὶ ἐχρῆν εἶναι καὶ γνωριμώτερα. περὶ γὰρ ταῦτα αἱ μαθηματικαὶ τῶν ἐπιστημῶν, ἀστρονομία μὲν περὶ κίνησιν καὶ στάσιν, γεωμετρία δὲ περὶ σχῆμα καὶ μέγεθος· τοῦ δὲ ἀριθμοῦ τὸ μὲν ἐν σχέσει ἁρμονικῆς θεωρεῖν, τὸ καθ’ αὑτὸ δὲ ἀριθμητικοῦ. ταῦτ’ ἄρα ἡ φύσις πλείοσιν αἰσθήσεσιν αὐτὰ διενείματο. τοῦτο δὲ εἰ καὶ περὶ τῶν ἰδίων αἰσθητῶν ἠπόρησέ τις, διὰ τί τόσας αἰσθήσεις ἔχομεν, καὶ οὐ κοινὴν ἐπὶ πάντων μίαν, τοῦτ’ ἂν εἴποιμεν ὅτι τῷ διαφέρειν καὶ γένει καὶ εἴδει ἀλλήλων τὰ αἰσθητὰ καὶ τὰς αἰσθήσεις διαφόρους εἶναι ἀνάγκη καὶ πλείονας.
なぜなら、感覚対象の同一性と差異性を判別するのはかの[共通感覚]であり、そこから感覚は互いの固有感覚対象を付帯的に感覚するが、それはこれら[各感覚]としてのあり方においてではなく、かの単一のものとしてのあり方においてであるからである。実際、異なる感覚が同じものに関してたまたま活動し、その後に単一かつ第一の共通感覚が記憶を伴っていずれかの感覚を通じてその事象に関与するとき、それはその時点で把握しているものについてはそれ自体において感覚するが、以前に協働したことによって、残りのもの、あるいは残りのものどもをも記憶を通じて認識するのである。というのも、もし受動に関することを判別する何らかの共通感覚が存在しないならば、たとえ何万回協働したとしても、一方の感覚が他方の受動を判別することは決してないであろうからである。それは、あたかも私が一方のものを感覚し、あなたが他方のものを感覚するようなものである。なぜなら、もし盲人が黄色い蜜を見ていないまま味わい、別の誰かが見はするが味わわないとすれば、後者が甘いと言うことも、前者が黄色いと言うことも決してないからである。また、同一人物が常に目を閉じて蜜を味わう一方、味わうことなく黄色いと見ている、と私たちが想定したとしても、この人が一方の受動によって他方を判別することは決してないであろう。そして共通感覚については後ほど進んでより完全に取り扱うことにしよう。今は当面の問題を捉えておくことにする。それゆえ、もしこのようにすべての感覚対象に対してある一つの感覚がそれ自体において把握し、他の感覚が付帯的に把握するのであり、すべての感覚に及ぶ単一の共通のものが存在するならば、共通感覚対象についても、もしそれらに五つの感覚とは別に固有の感覚器官と固有の感覚が存在するならば、これら[五つの感覚]はそれらを付帯的に把握することになるであろうことは明らかである。しかし、もしそうではなく[五つの感覚が共通感覚対象を]それ自体において把握するならば、それらには固有の感覚器官が存在しないであろうことは明らかである。そして感覚が共通感覚対象をそれ自体において把握することは明白である。感覚は受動するからである。実際、視覚が大量の白と少量の同等の白から、あるいは静止しているものと動いているものから、あるいは連続したものと分割されたものから同様に受動することはないであろう。現に、激しく流れる川や何かそのような別のものを私たちが見つめた場合、感覚が何らかの受動を被ったまさにそのことによって、私たちに何らかの眩暈や目眩が生じる。しかし感覚は付帯的なものにおいては受動しない。視覚が甘いものや苦いものから何を受動するというのだろうか。また、前に区分されたように、付帯的感覚対象も二重である。一つは、交換が生じて、他方[の感覚]を通じて把握されるものを他方[の感覚]によって把握する場合であり、もう一つは、私たちがクレオンを見ながら彼を感覚すると言うような場合である。なぜなら、私たちは彼自身がその実体において何であるかを見たわけではなく(実体は知性によって観察されるものであって、実体の感覚はまったく存在しない)、彼を取り巻く色を見たにすぎないからである。しかし、なぜ私たちが共通感覚対象に対して複数の感覚を持っているのか、と尋ねる者もいるかもしれない。あるいは、これら後続する普遍的なものが気付かれないままでいることを減らし、固有の感覚対象の混入によって混同されないようにするためである、と言うべきであろうか。もし私たちが単一の感覚、例えば視覚によって判別し、その同じ視覚が色の感覚でもあるとすれば、色と大きさが同時に互いに伴い合うことによって、それらはより一層気付かれないままとなり、すべてが同一のものであると思われることになったであろう。しかし今や、共通感覚対象が他の感覚にも属していることによって、それらの各々が別のものであることが明らかにされている。というのも、触覚と味覚について言われたように、もし私たちが身体全体において味わっていたならば、触覚と味覚が互いに協働することによって、触覚を味覚から判別することは困難であり、両者が単一の感覚であると考えたであろうが(しかし今や、身体の残りの部分では味わわないことによって、二つの感覚および感覚対象の区別が明瞭である)、もし私たちが感覚の一つによって[共通感覚対象を]認識していたならば、共通感覚対象についても同様のことが生じたであろうからである。したがって、共通感覚対象は他のものよりも神的である以上、より認識されやすくもあるべきであった。なぜなら、これら[共通感覚対象]を巡って数学的な諸学問が成立しており、天文学は運動と静止を、幾何学は形と大きさを巡り、数に関しては関係における数を調和論が、それ自体における数を算術が考察するからである。まさにそれゆえ、自然はこれら[共通感覚対象]を複数の感覚に割り振ったのである。しかし、もし誰かが固有の感覚対象についても、なぜこれほど多くの感覚を持ち、すべてのものに共通の単一の感覚を持たないのかと問うならば、感覚対象が類においても種においても互いに異なっていることによって、感覚も異なっており複数でなければならない必然性があるからだ、と私たちは言うであろう。
- 4.3.1τῷ συνεργῆσαι πρότερον τὸ λοιπὸν ἢ τὰ λοιπά
与格の冠詞付き不定詞 τῷ συνεργῆσαι は原因を表す(「以前に協働したことによって」)。対格の τὸ λοιπὸν ἢ τὰ λοιπά は、この原因句によって後置されているが、主動詞 γνωρίζει の直接目的語である。
- 4.3.1οὐ γὰρ ὅ τί ποτε τὴν οὐσίαν αὐτὸς ἑωρῶμεν
τὴν οὐσίαν は限定の対格(いわゆる「観点の対格」)で、動詞 ἑωρῶμεν の目的語節をなす間接疑問節 ὅ τί ποτε αὐτός [ἐστι](「彼自身が何であるか」)に係り、「彼自身が実体において何であるか」を意味する。
- 4.3.1ἢ ὅπως ἧττον λανθάνῃ
小辞 ἤ は直前の疑問(ζητήσειε δ’ ἄν τις, τίνος ἕνεκα...)に対する省略的な自問自答を導いており、「[それとも…のためであろうか]」「[あるいは…と言うべきか]」のように主節動詞(λέγοιμεν ἄν など)を補って理解する。
