- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:10.17-12.1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ソフォニアスはアリストテレス『霊魂論』1.2に基づき、先行者たちが運動、認識、非物体性に着目して魂を定義した諸学説の検討を開始し、魂を運動の原因かつ動かされるものとしたデモクリトスの原子論や呼吸論、ピュタゴラス派の塵芥説、自己運動者説、およびアナクサゴラスの知性説を整理している。
Ἐπεὶ δὲ ἐπισκοποῦμεν περὶ ψυχῆς, ἀναγκαῖον προδιελθόντας τὰς τῶν προτέρων δόξας καὶ ἅμα ἀποροῦντας περὶ ὧν ἀπορεῖν δεῖ, συμπαραλαμβάνειν καὶ ὅσοι τι περὶ αὐτῆς ἀπεφήναντο, ὅπως τὰ μὲν εἰρημένα καλῶς λάβωμεν, εἴ τι δὲ μὴ καλῶς, τοῦτο εὐλαβηθῶμεν. μὴ λάθωμεν δὲ παρέντες1 καὶ ὃν ἄνωθεν ὑφηγησάμεθα τρόπον τῆς καταλήψεως, τὸν ἐκ τῶν φαινομένων τὴν οὐσίαν γνωρίζοντα. ἀλλ’ ἔστω ἀρχὴ τῆς ζητήσεως καὶ οἱονεί τινα λήμματα καὶ τοῖς περὶ ψυχῆς λόγοις τὰ μάλιστα δοκοῦντα ὑπάρχειν αὐτῇ κατὰ φύσιν καὶ ἃ τοῖς πολλοῖς ὡμολόγηται. ταῦτα δὲ τὸ κινεῖσθαι, τὸ γινώσκειν τε καὶ αἰσθάνεσθαι, καὶ πρὸς τούτοις τὸ λεπτότατόν τι αὐτὴν καὶ ἀσώματον οἴεσθαι. τούτοις γὰρ καὶ μάλιστα διαφέρει τοῦ ἀψύχου τὸ ἔμψυχον, καὶ παρὰ τῶν προγενεστέρων δὲ σχεδὸν τοσαύτας καὶ τοιαύτας δόξας περὶ ψυχῆς παρειλήφαμεν. οἱ μὲν γὰρ πρὸς τὴν κίνησιν, οἱ δὲ πρὸς τὴν γνῶσιν καὶ αἴσθησιν, οἱ δὲ πρὸς τὴν ἀσωματότητα ἀποβλέψαντες διωρικέναι ταύτῃ τὴν φύσιν ᾠήθησαν. φασὶν γὰρ ἔνιοι ψυχὴν εἶναι τὸ πρώτως καὶ μάλιστα κινοῦν· κινεῖ μὲν γὰρ καὶ ἡ βακτηρία τὸν λίθον καὶ ταύτην ἡ χείρ, ἀλλ’ οὐ πρώτως, ὡς ἐκεῖθεν κινούμενα καὶ παρὰ ψυχῆς. οἰηθέντες δ’ ὑπ’ ἀπειρίας τὸ μὴ κινούμενον αὐτὸ μὴ ἐνδέχεσθαι κινεῖν ἕτερον, τῶν κινουμένων τι τὴν ψυχὴν εἶναι ὑπέλαβον. ὅθεν Δημόκριτος πῦρ καὶ θερμὸν αὐτήν φησιν εἶναι· ἀπείρων γὰρ ὄντων σχημάτων καὶ ἀτόμων τὰ σφαιροειδῆ πῦρ καὶ ψυχὴν λέγει, οἷον ἐν τῷ ἀέρι τὰ καλούμενα ξύσματα, ἃ φαίνονται ἐν ταῖς διὰ τῶν θυρίδων ἀκτῖσιν. ὡς γὰρ τὰ κονιορτώδη ταῦτα σωμάτια εἰσὶ μέν, οὐ φαίνονται δὲ διὰ τὸ μικρομερές, εἰ μήπου περιτύχοι τῷ ἐν τῇ σκιᾷ φωτί, οὕτω κἀκεῖνα τὰ πρῶτα διὰ τὴν ὑπερβολὴν τῆς λεπτότητος ἀθεώρητα· ὧν τὸ πλῆθος καὶ τὴν πανσπερμίαν στοιχεῖα τῆς ὅλης ὡρίζετο φύσεως (ἄτομοι γὰρ καὶ κενὸν κατ’ αὐτὸν τῶν φυσικῶν σωμάτων καὶ πρώτων τῶν τεσσάρων δηλαδὴ στοιχείων ἀρχαί, ὥσπερ ταῦτα τῶν ἐξ αὐτῶν καὶ συνθέτων· οὕτω δὲ καὶ Λεύκιππος τίθεται) τούτων δὲ τὰ σφαιροειδῆ ψυχήν,2 διὰ τὸ μάλιστα διὰ παντὸς δύνασθαι διαδύνειν τοὺς τοιούτους ῥυσμούς (εὐκινητότατον γὰρ ἡ σφαῖρα) καὶ κινεῖν τὰ λοιπὰ κινούμενα καὶ αὐτά, ὡς ὑπολαμβάνοντες μὴ δύνασθαι καὶ ἠρεμοῦσαν τὴν ψυχὴν ὅσον κατὰ τὴν τοπικὴν κίνησιν δυνάμεσί τισι κινεῖν τὸ σῶμα, ἀλλὰ τῷ αὐτὴν κινεῖσθαι κινεῖν. διὸ καὶ τοῦ ζῆν ὅρον τὴν ἀναπνοὴν ἔθεντο· συνάγοντος γὰρ τοῦ περιέχοντος ἡμᾶς ἔξωθεν καὶ πυκνοῦντος τὰ σώματα καὶ ἐκθλίβοντος τῶν σχημάτων τὰ παρέχοντα τοῖς ζῴοις τὴν κίνησιν διὰ τὸ μηδ’ αὐτὰ ἠρεμεῖν μηδέποτε, βοήθειαν γίνεσθαι θύραθεν ἐπεισιόντων ἄλλων ἐν τῷ ἀναπνεῖν. κωλύει γὰρ ἡ εἰσπνοὴ αὐτά τε τὰ σφαιρικὰ καὶ τἆλλα τὰ ἐνυπάρχοντα τοῖς ζῴοις ἐκκρίνεσθαι, συνανείργοντα τῇ θερμότητι τὸ συνάγον ἔξωθεν καὶ πηγνύον.3 ἔνθεν καὶ ὅρος ζωῆς ἡ λῆξις τῆς ἀναπνοῆς· ζῶμεν γὰρ ἕως ἂν τοῦτο ποιεῖν δυνώμεθα. ῥυσμὸς δὲ καὶ τροπὴ καὶ διαθιγή, οἷς ἀλλήλων αἱ ἄτομοι διαφέρουσιν, τὸ μὲν σχῆμα, τὸ δὲ θέσις, τὸ δὲ τάξις τῷ Δημοκρίτῳ νενόηνται. τὰ αὐτὰ δὲ τούτοις καὶ τὰ παρὰ τῶν Πυθαγορείων λεγόμενα, καὶ πρὸς τὴν αὐτὴν τείνει διάνοιαν ὅσον κατὰ τὸ πρόχειρον, εἰ μή πού τι δηλοῦται συμβολικώτερον. ἔφασαν γάρ τινες αὐτῶν ψυχὴν εἶναι τὰ ἐν τῷ ἀέρι ξύσματα, ἕτεροι δὲ τούτων οὐ ταῦτα, ἀλλὰ τὸ ταῦτα κινοῦν· εἴη δ’ ἂν ἡ τοῦ παντὸς ψυχή. εἴρηται δὲ αὐτοῖς τοῦτο, ἐπεὶ συνεχῶς φαίνεται κινούμενα, κἂν ᾖ νηνεμία πολλή. ἐπὶ τὸ αὐτὸ δὲ φέρονται καὶ ὅσοι λέγουσι τὴν ψυχὴν τὸ αὑτὸ κινοῦν εἴτ’ οὖν αὐτοκίνητον. εἶεν δ’ ἂν οἱ περὶ Πλάτωνα καὶ Ξενοκράτην καὶ Ἀλκμαίωνα καὶ ἕτεροι τῶν ἐκ τοῦ Σωκρατικοῦ διδασκαλείου· ἐοίκασι γὰρ οὗτοι πάντες ὑπειληφέναι οἰκειότατον εἶναι ψυχῇ τὴν κίνησιν καὶ τὰ μὲν ἄλλα πάντα κινεῖσθαι διὰ τὴν ψυχήν, αὐτὴν δ’ ὑφ’ ἑαυτῆς, διὰ τὸ μηδὲν ὁρᾶν κινοῦν ὃ μὴ καὶ αὐτὸ κινεῖται. ὁμοίως δὲ καὶ Ἀναξαγόρας ψυχὴν εἶναι λέγει τὴν κινοῦσαν καὶ εἴ τις ἄλλος εἴρηκεν ὡς τὸ πᾶν ἐκίνησε νοῦς· οὐ μὴν παντελῶς γε ὥσπερ Δημόκριτος. οὗτος γὰρ ταὐτὸν εἶναι ἄντικρυς λέγει ψυχὴν καὶ νοῦν, οὐδενὶ διαστέλλων· φάσκει γὰρ ταὐτὸ εἶναι τὸ ἀληθὲς καὶ φαινόμενον καὶ οὐ χρῆται τῷ νῷ ὡς δυνάμει τινὶ περὶ τὴν ἀλήθειαν καὶ ἑτέρῳ αἰσθήσεως· εἰ γὰρ νοῦς μὲν περὶ τὸ ἀληθὲς καὶ τὸ νοούμενον, ψυχὴ δὲ περὶ τὸ αἰσθητὸν καὶ φαινόμενον, ἓν δὲ καὶ ἄμφω αἴσθησις καὶ ἀλήθεια, καὶ νοῦς καὶ ψυχὴ τὸ αὐτό. διὸ καὶ Ὅμηρον ἐπαινεῖ ποιήσαντα ὡς Ἕκτωρ κεῖτο δ’ ἀλλοφρονέων, ἀλλοφρονέοντα λέγων τὸν ὑπὸ τῆς πληγῆς σκοτωθέντα καὶ παραισθανόμενον Ἕκτορα.
さて、我々は魂について考察するのであるから、先行者たちの意見をあらかじめ吟味し、同時に疑念を抱くべきことについて疑念を抱きつつ、魂について何らかの主張をした人々[の見解]も共に取り上げることが必然である。それは、見事に語られたことは我々が受け入れ、もし何か見事に語られていないものがあればこれを警戒するためである。また、我々が先立って示した把握の仕方、すなわち現象から実体を認識するやり方を見落として置き去りにしないようにせねばならない。むしろ、魂についての諸議論においても、本性上何よりも魂に属していると思われ、また多くの人々に承認されている事柄を探求の始元とし、いわば前提命題としよう。これらは、運動すること、認識することならびに感覚すること、そしてこれらに加えて魂を何か極めて微細で非物体的なものと見なすことである。実際、有魂のものは無魂のものとこれらによって最も際立って異なっており、我々が先行者たちから受け継いだ魂についての意見も、ほぼこれほどであり、またこのようなものである。というのも、ある者たちは運動に着目し、ある者たちは認識と感覚に着目し、またある者たちは非物体性に着目して、この点において魂の本性を規定したと考えたからである。 実際、ある人々は魂を第一にかつ何よりも動かすものであると言う。なぜなら杖も石を動かし、手もこの杖を動かすが、第一に[動かす]のではなく、向こうから、すなわち魂から動かされているものとして動かすからである。彼らは未熟さゆえに、自らは動かされないものが他のものを動かすことはありえないと考え、魂を動かされるものの一つであると想定した。そこからデモクリトスは魂を火であり熱であると言う。すなわち、原子と図形が無数にある中で、球状のものを彼は火であり魂であると述べる。たとえば空気の中のいわゆる塵芥のようなものであり、それらは窓を通る光線の中に見えるものである。なぜなら、それら塵芥のような微小な物体が存在してはいながらも極小であるために見えず、もし影の中の光に出遭うのでなければ見えないのと同じように、あの第一のものたちもその微細さの過剰ゆえに観取できないからである。そして彼は、それらの多数性と汎種子を自然全体の構成要素と規定した(というのも彼によれば、原子と空虚が自然的な諸物体の原理であり、また第一のもの、すなわち四元素の原理であって、あたかもこれら四元素がそれらから成る複合体の原理であるのと同様である。レウキッポスもまたこのように想定している)。そしてこれら[原子]のうち球状のものを魂と規定した。なぜなら、そのような形状は万物をくぐり抜けて浸透することが最もよくでき(球体は最も運動しやすいからである)、自らも運動しつつ残りのものを動かすことができるからである。これは、彼らが、場所的運動に関する限りでは魂が静止していながら何らかの能力によって身体を動かすことはできず、魂自身が運動することによって動かすのだと想定したからである。このゆえに彼らは呼吸を生きることの定義とした。なぜなら、外部から我々を取り巻くものが身体を収縮させ濃密にし、動物たちに運動を提供している図形を、それら自身が決して静止しないがゆえに押し出すとき、呼吸において外部から他のものが入り込むことによって援助が生じるからである。実際、吸気はそれら球状のものや動物たちのうちに内在する他のものが排出されるのを妨げ、その熱性によって、外部から収縮させ凝固させるものを共に阻止するのである。ここから呼吸の終止が生命の境界ともされる。我々はこれをなしうる間だけ生きているからである。 そしてデモクリトスにおいては、原子が互いに異なる[要因である]リズム、回転、接触というものは、それぞれ図形、位置、配列として理解されている。 ピュタゴラス派の人々によって語られることもこれらと同じであり、何かもっと象徴的なことが示されているのでない限り、差し当たりは同じ意図へと向かっている。実際、彼らのうちのある人々は空気中の塵芥が魂であると言い、これらのうちの別の者たちはこれらではなく、これらを動かすものがそうであると言った。そしてそれは万物の魂であろう。彼らによってこれが言われたのは、それらの塵芥がたとえ風が全くなくとも絶えず運動しているように見えるからである。 また、魂を自らを動かすもの、あるいは自己運動者であると言う者たちも同じ[結論]へと向かっている。それはプラトン、クセノクラテス、アルクマイオン、およびソクラテス学派に属するその他の人々であろう。というのも、彼らすべては、運動が魂にとっていかにも固有なものであり、他のすべてのものは魂によって動かされ、魂自身は自らによって動かされるのだと想定したように思われるからである。自らも動いていない動かすものを何も見ていないからである。 同様にアナクサゴラスも、動かすものが魂であると言い、もし知性が万物を動かしたと語った他の誰かがいるとすれば、その者もそうである。もっとも、全くデモクリトスのようであるわけではない。というのも、デモクリトスは魂と知性を全く同一であるとあからさまに言い、何ひとつ区別しないからである。彼は真なるものと現れるものとが同一であると主張し、知性を真理に関する何らかの能力として、また感覚とは別のものであるとして用いてはいない。なぜなら、もし知性が真なるものと思考されるものに関わり、魂が感覚されるものと現れるものに関わるとして、感覚と真理の双方が一つであるならば、知性と魂も同一であるからである。このゆえに彼はまた、ホメロスが「ヘクトルは正気を失って横たわっていた」と創作したことを称賛し、打撃によって目が眩み意識が混濁したヘクトルを正気を失っている者と呼んでいるのである。
- 2.1.2μὴ λάθωμεν δὲ παρέντες
μὴ λάθωμεν は接続法による禁止・勧告を表し、付帯状況の分詞 παρέντες を伴って「〜することを見落とさないようにしよう」「うっかり〜を置き去りにしないようにしよう」を意味する古典ギリシア語の慣用表現である。
- 2.1.2ὧν τὸ πλῆθος ... τούτων δὲ τὰ σφαιροειδῆ ψυχήν
関係詞節 ὧν ... φύσεως の後に括弧的な注記 (ἄτομοι γὰρ ... τίθεται) が挟まれ、その直後に指示代名詞属格 τούτων によって先行詞(原子)が拾い直されて τούτων δὲ τὰ σφαιροειδῆ ψυχήν [ἔλεγεν/ὡρίζετο] へと接続する、長大な挿入を伴う文構造である。
- 2.1.2συνανείργοντα τῇ θερμότητι τὸ συνάγον ἔξωθεν καὶ πηγνύον
分詞 συνανείργοντα は中性複数対格(主語 ἡ εἰσπνοὴ の支配下にある名詞 αὐτά τε τὰ σφαιρικὰ καὶ τἆλλα を修飾するのではなく、吸気そのものの作用を描く文法的な不一致あるいは副詞的・叙述的用例)と見ることも可能だが、文脈上は先行する中性複数対格(動物内に残る原子群)あるいは吸気に伴う諸要素を受けており、「それら(または吸気)が自らの熱性によって外部の凝固作用を押しとどめる」ことを示している。
