← プロコピオス

秘史

§7.1-7.14

ユスティニアヌスの青党偏袒と暴徒の風潮

ユスティニアヌスが青党の暴徒を贔屓・扇動したことで国家秩序が崩壊し、対立する緑党も自暴自棄の凶行へと走る中、帝国全土を揺るがした暴徒たちのフン族風の特異な髪型や誇大な衣服の風潮が活写される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.1

Τοῦ δὲ δήμου ἐκ παλαιοῦ ἐς μοίρας δύο διεστηκότος, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, μίαν αὐτὸς τὴν Βενέτων ἑταιρισάμενος, ἥ οἱ καὶ τὸ πρότερον κατεσπουδασμένη ἐτύγχανε, ξυγχεῖν τε καὶ ξυνταράξαι ἅπαντα ἴσχυσε. καὶ ἀπ’ αὐτοῦ ἐς γόνυ ἐλθεῖν Ῥωμαίοις τὴν πολιτείαν πεποίηκεν.

民衆は昔から二つの党派に分裂していたが、前述の著作の中で私が語ったように、彼自身がその一方である青党と徒党を組み、この党派は以前から彼によって贔屓にされていたのであるが、万事を混乱させ、攪乱することができた。そしてこのことによって、ローマ人の国家を跪かせたのである。

§7.2

οὐχ ἅπαντες δὲ οἱ Βένετοι ἐπισπέσθαι τῇ τοῦδε τοῦ ἀνδρὸς γνώμῃ ἔγνωσαν, ἀλλ’ ὅσοι στασιῶται ὄντες ἐτύγχανον.

しかし、青党の全員がこの男の意図に従うことを決めたわけではなく、党派に属する暴徒であった者たちだけであった。

§7.3

καὶ αὐτοὶ μέντοι προϊόντος ἤδη τοῦ δεινοῦ σωφρονέστατοι ἔδοξαν εἶναι ἀνθρώπων ἁπάντων.

しかも彼ら自身、災禍がすでに進行するにつれて、すべての人々の中で最も分別があるように思われた。

§7.4

ἐνδεεστέρως γὰρ ἢ κατὰ τὴν ἐξουσίαν ἡμάρτανον.1 οὐ μὴν οὐδὲ τῶν Πρασίνων οἱ στασιῶται ἡσυχῆ ἔμενον, ἀλλὰ καὶ αὐτοὶ ἔπρασσον ἀεὶ τὰ ἐγκλήματα ἐς ὅσον σφίσι δυνατὰ ἐγεγόνει, καίπερ κατὰ μόνας διηνεκὲς κολαζόμενοι.

というのも、彼らはその権能に比して控えめにしか罪を犯さなかったからである。とはいえ、緑党の暴徒たちも平穏に留まっていたわけではなく、彼らもまた、常に自分たちに可能である限り罪業を働き続けたのであり、孤立して絶え間なく処罰されていたにもかかわらずそうであった。

§7.5

ὅπερ αὐτοὺς ἐς τὸ θρασύνεσθαι πολλῷ ἔτι μᾶλλον ἐς ἀεὶ ἦγεν. ἀδικούμενοι γὰρ εἰώθασιν ἐς ἀπόνοιαν τρέπεσθαι ἄνθρωποι.

このことが彼らを常にいっそう大胆さへと駆り立てた。人間は不当な扱いを受けると、自暴自棄に陥る習いがあるからである。

§7.6

τότε οὖν τοὺς Βενέτους αὐτοῦ ῥιπίζοντός τε καὶ διαφανῶς ἐρεθίζοντος ἅπασα κατ̓ ἄκρας ἡ Ῥωμαίων ἀρχὴ ἐκινήθη ὥσπερ σεισμοῦ ἢ κατακλυσμοῦ ἐπιπεσόντος ἢ πόλεως ἑκάστης πρὸς τῶν πολεμίων ἁλούσης.

そのとき、彼が青党を煽り立て、公然と挑発したため、ローマ人の支配地全体が、まるで地震や大洪水が見舞ったかのように、あるいはすべての都市が敵に攻略されたかのように、根底から揺るがされた。

§7.7

πάντα γὰρ ἐν ἅπασι ξυνεταράχθη καὶ οὐδὲν ἐφ’ ἑαυτοῦ τὸ λοιπὸν ἔμεινεν, ἀλλ’ οἵ τε νόμοι καὶ ὁ τῆς πολιτείας κόσμος ξυγχύσεως ἐπιγενομένης ἐς πᾶν τοὐναντίον ἐχώρησαν.

なぜなら、あらゆる場所であらゆるものが混乱し、もはや何一つとして本来のままに留まることはなく、法律も国家秩序も、混迷が生じたことで全く逆のものへと向かったからである。

§7.8

Καὶ πρῶτα μὲν τοῖς στασιώταις τὰ ἐς τὴν κόμην ἐς νεώτερόν τινα μετεβέβλητο τρόπον. ἀπεκείροντο γὰρ αὐτὴν οὐδὲν ὁμοίως τοῖς ἄλλοις Ῥωμαίοις.

そして第一に、暴徒たちにおいては頭髪に関する事柄が奇妙な様式へと改められた。彼らは他のローマ人とは全く似ていないやり方で髪を刈っていたのである。

§7.9

τοῦ μὲν γὰρ μύστακος καὶ τοῦ γενείου οὐδαμῆ ἥπτοντο, ἀλλ̓ αὐτοῖς κατακομᾶν ἐπὶ πλεῖστον ὥσπερ οἱ Πέρσαι ἐς ἀεὶ ἤθελον.

というのも、口髭や顎髭には全く手を触れず、ペルシア人のように常にそれらを最大限に伸ばし放題にすることを望んだ。

§7.10

τῶν δὲ ἐν τῇ κεφαλῇ τριχῶν τὰ ἔμπροσθεν ἄχρι ἐς τοὺς κροτάφους ἀποτεμόμενοι τὰ ὄπισθεν ἀποκρέμασθαι σφίσιν ἐπὶ μακρότατον λόγῳ οὐδενὶ εἴων, ὥσπερ οἱ Μασσαγέται. διὸ δὴ καὶ Οὐννικὸν τὸ τοιοῦτον εἶδος ἐκάλουν.

これに対し、頭髪の前部はこめかみに至るまで切り落としながら、後部はマッサゲタイ人のように、何らの道理もなく極めて長く垂れ下がるままに任せた。それゆえ彼らはこのような髪型を「フン族風」と呼んだのである。

§7.11

Ἔπειτα δὲ τὰ ἐς τὰ ἱμάτια εὐπάρυφοι ἠξίουν ἅπαντες εἶναι, κομπωδεστέραν ἢ κατὰ τὴν ἑκάστου ἀξίαν ἐνδιδυσκόμενοι τὴν ἐσθῆτα.

次いで衣服に関しては、彼らは皆、華美な縁飾りのある服を着ることを求め、各人の身分に比して過度に誇大な着物をまとっていた。

§7.12

κτᾶσθαι γὰρ αὐτοῖς τὰ τοιαῦτα ἐξ οὐ προσηκόντων παρῆν. τοῦ δὲ χιτῶνος τὸ ἀμφὶ τὼ χεῖρε μέρος τὰ μὲν ἐς τὸν καρπὸν ξυνῄει σφίσιν ἐν στενῷ μάλιστα, τὰ δὲ ἐνθένδε ἄχρι ἐς ὦμον ἑκάτερον ἐς ἄφατόν τι εὔρους διεκέχυτο χρῆμα.2

彼らはそのようなものを不当な手段で手に入れることができたからである。そしてチュニックの両腕の周りの部分は、手首にかけては彼らにとって極めて狭くすぼまっていたが、そこから両肩にかけては言葉に尽くせぬほど途方もない幅に広がっていた。

§7.13

ὁσάκις τε ἡ χεὶρ αὐτοῖς σείοιτο ἀναβοῶσιν ἐν τοῖς θεάτροις τε καὶ ἱπποδρομίοις, ἢ ἐγκελευομένοις, ᾗπερ εἰώθει, ἐς ὕψος αὐτοῖς τοῦτο τὸ μέρος ἀτεχνῶς ᾔρετο, αἴσθησιν παρεχόμενον τοῖς ἀνοήτοις, ὅτι δὴ αὐτοῖς οὕτω καλόν τε τὸ σῶμα καὶ ἁδρὸν εἴη ἂν, ὥστε δεῖν γε αὐτοῖς πρὸς τῶν τοιούτων ἱματίων καλύπτεσθαι, οὐκ ἐννοοῦσιν3 ὅτι δὴ αὐτοῖς τῷ τῆς ἐσθῆτος ἠραιωμένῳ τε καὶ κενῷ πολλῷ ἔτι μᾶλλον τὸ τοῦ σώματος ἐξίτηλον διελεγχθείη.

そして劇場や競馬場で叫び声を上げたり、慣例に従って声援を送ったりしながら彼らが手を振るたびに、この部分がまさに高く持ち上がり、浅はかな者たちに対しては、彼らの身体がまるで素晴らしく逞しいため、このような衣服で覆われる必要があるかのような印象を与えたが、〔浅はかな者たち〕は衣服の緩みと空洞さによって、身体の衰弱ぶりがはるかに明白に暴露されることに思い至らなかったのである。

§7.14

αἱ ἐπωμίδες δὲ καὶ ἀναξυρίδες καὶ τῶν ὑποδημάτων τὰ πλεῖστα ἐς τῶν Οὔννων τό τε ὄνομα καὶ τὸν τρόπον ἀπεκέκριτο σφίσιν.

また外套や長ズボン、そして履物の大部分も、フン族の名称と様式に合わせて彼らによって特別に仕立てられていた。

構文注3 件
  1. 7.4ἐνδεεστέρως γὰρ ἢ κατὰ τὴν ἐξουσίαν ἡμάρτανον

    比較級副詞 ἐνδεεστέρως(より不足して、より控えめに)と接続詞 ἤ、および前置詞句 κατὰ τὴν ἐξουσίαν(権能・特権に照らして)が組み合わさり、「彼らに与えられていた権力・放縦さにふさわしい基準よりも控えめに」という割合・規範の比較を表す。

  2. 7.12ἐς ἄφατόν τι εὔρους διεκέχυτο χρῆμα

    χρῆμα(事物)に属格(ここでは εὔρους「幅」)が添えられ、形容詞 ἄφατόν τι(言葉に尽くせぬほどの)と呼応して、莫大な量や並外れた度合いを強調する慣用的な迂言表現。「言葉では言い尽くせないほどの途方もない幅へと広がっていた」の意。

  3. 7.13αἴσθησιν παρεχόμενον τοῖς ἀνοήτοις ... οὐκ ἐννοοῦσιν

    中性現在分詞 παρεχόμενον は主語 τοῦτο τὸ μέρος(袖のこの部分)を修飾する。一方、後半の否定分詞句 οὐκ ἐννοοῦσιν は与格複数であり、間接目的語である τοῖς ἀνοήτοις(愚かな者たち)と一致して修飾している(主語の一致ではない点に注意)。従属節内の εἴη ἄν(潜在)および διελεγχθείη は、歴史過去文脈に伴う間接話法における希求法である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:7.1-7.14