- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:30.1-30.15
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
プロコピオスはユスティニアヌスが国家の利益を無視した実例として、迅速な公用通信網の縮小・改悪および古来の諜報員(スパイ)制度の廃止を告発し、それらが帝国の防衛、治安、地方経済に及ぼした深刻な弊害を詳述する。
Εἰ δέ τινα καὶ τοῦ τῆς πολιτείας ξυμφόρου ποιεῖται λόγον, τὰ ἐς δρόμον τε αὐτῷ τὸν δημόσιον καὶ τοὺς κατασκόπους εἰργασμένα δηλώσει.
彼が国家の利益に対してもいささかでも意を払っているかどうかは、公用の早馬通信網および間諜たちに対して彼が行った措置が明らかにするであろう。
οἱ μὲν γὰρ Ῥωμαίων αὐτοκράτορες ἐν τοῖς ἄνω χρόνοις γεγενημένοι, προνοήσαντες ὅπως ἅπαντά τε σφίσιν ἐπαγγέλλοιτο τάχιστα καὶ μηδεμιᾷ διδῷτο μελλήσει, τά τε πρὸς τῶν πολεμίων ἐν χώρᾳ ἑκάστῃ ξυμπίπτοντα καὶ ταῖς πόλεσι κατὰ στάσιν ἢ ἄλλο τι ἀπρόοπτον συμβαίνοντα πάθος τά τε πρὸς τῶν ἀρχόντων καὶ τῶν ἄλλων ἁπάντων πανταχόθι πρασσόμενα τῆς Ῥωμαίων ἀρχῆς, ὅπως τε οἱ τοὺς φόρους παραπέμποντες τοὺς ἐπετείους διασώζοιντο βραδυτῆτός τε καὶ κινδύνου χωρὶς, δημόσιον ὀξύν τινα πανταχόσε πεποίηνται δρόμον τρόπῳ τοιῷδε.
かつての時代に現れたローマ皇帝たちは、敵の側から各地方で生じる事態であれ、諸都市において内乱や他の何らかの予期せぬ禍変によって生じる災難であれ、またローマ帝国の至る所で長官たちや他のすべての者たちによって行われている事態であれ、万事が自分たちへと最も速やかに、一切の遅滞なく報告されるよう、また毎年の租税を護送する者たちが遅れも危険もなく無事に守られるようあらかじめ配慮して、以下のような方法で各地に通ずる迅速な公用通信網を整備していたのである。
ἐς ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ1 σταθμοὺς κατεστήσαντο, πὴ μὲν ὀκτὼ, πὴ δὲ τούτων ἐλάσσους, οὐ μέντοι ἧσσον ἐκ τοῦ ἐπὶ πλεῖστον ἢ κατὰ πέντε.
身軽な旅人の一日の行程に対して、ある所では八箇所、またある所ではそれより少なく、とはいえ概ね五箇所を下らない宿駅を設置した。
ἵπποι δὲ ἵσταντο ἐς τεσσαράκοντα ἐν σταθμῷ ἑκάστῳ. ἱπποκόμοι δὲ κατὰ λόγον τοῦ τῶν ἵππων μέτρου ἐτετάχατο ἐν πᾶσι σταθμοῖς.
各宿駅には四十頭ほどの馬が配置されていた。またすべての宿駅には、馬の頭数に応じた割合で馬丁たちが配置されていた。
συχναῖς δὲ ἵππων δοκιμωτάτων ὄντων διαδοχαῖς ἐλαύνοντες ἀεὶ οἷσπερ ἐπίκειται τὸ ἔργον τοῦτο, δέκα τε, ἂν οὕτω τύχοι, ὁδὸν ἡμερῶν ἀμείβοντες ἐν ἡμέρᾳ μιᾷ ἔπρασσον ἅπαντα ὅσα μοι ἀρτίως δεδήλωται, πρὸς δὲ καὶ οἱ τῶν χωρίων πανταχῆ κύριοι, ἄλλως τε κἂν ἐν μεσογείοις τὰ χωρία ὄντα ἐτύγχανεν, εὐδαιμονέστατοι ἐπ̓ αὐτοῖς ἐν τοῖς μάλιστα ἦσαν.
この任務を課された者たちは、極めて選び抜かれた馬の頻繁な乗り継ぎによって常に疾走し、折によっては十日分の道のりを一日のうちに走破して、私が先ほど明らかにしたすべてのことを成し遂げていたのであり、その上、各地の所領の所有者たちも、とりわけその所領が内陸部にある場合には、これらによって極めて大いに潤っていた。
τοὺς γὰρ ὄντας ἐκ τοῦ περιόντος σφίσι καρποὺς ἵππων τε καὶ ἱπποκόμων τροφῆς ἕνεκα τῷ δημοσίῳ ἀνὰ πᾶν ἔτος ἀποδιδόμενοι, χρήματα μεγάλα ἐφέροντο. ξυνέβαινέ τε διὰ ταῦτα τῷ δημοσίῳ δέχεσθαι μὲν ἀεὶ τοὺς ἐγκειμένους ἑκάστῳ φόρους, ἀντιπαραδέχεσθαι δὲ αὐτοὺς τοῖς ἐσκομίζουσιν2 αὐτίκα δὴ μάλα, καὶ προσῆν τὸ γεγενῆσθαι τῇ πολιτείᾳ τὰ δέοντα.
というのも、彼らは余剰の収穫物を馬や馬丁を養うために毎年国庫に売り渡すことで、多額の金銭を得ていたからである。このため、国庫は各自に課された租税を常に受け取る一方、それを納入する者たちもそれを直ちに再び受け取ることになり、国家にとっても必要なものが備わるという利点が加わっていた。
Τὰ μὲν οὖν πρότερα ταύτῃ πη εἶχεν. ὁ δὲ αὐτοκράτωρ οὗτος πρῶτα μὲν τὸν ἐκ Καλχηδόνος ἄχρι ἐς Δακίβιζαν καθελὼν δρόμον ἠνάγκασε πάντας ἐκ Βυζαντίου εὐθὺς ἄχρι ἐς τὴν Ἑλενούπολιν οὔτι ἐθελουσίους ναυτίλλεσθαι.
以前の事態はこのようであった。ところがこの皇帝は、まずカルケドンからダキビザに至る通信路を廃止して、すべての者に、少しも望んでいないのにビザンティオンから直接ヘレノポリスまで海路をとることを余儀なくさせた。
πλέοντες οὖν ἐν ἀκάτοις βραχείαις τισὶν, οἷαι διαπορθμεύεσθαι τῇδε εἰώθασι, χειμῶνος, ἂν οὕτω τύχοι, ἐπιπεσόντος, ἐπὶ μέγα κινδύνου χωροῦσι. τῆς γὰρ ἀναγκαίου σπουδῆς ἐγκειμένης σφίσι καιροφυλακεῖν τε καὶ προσδέχεσθαι μέλλουσαν τὴν γαλήνην ἀδύνατά ἐστιν.
したがって、この地で渡しに使われるのが常であるような小型の小舟で航行するため、折悪しく嵐に見舞われれば、大いなる危険に陥ることになる。なぜなら、緊急の急務が課されているため、好機をうかがったり、訪れるであろう凪を待ったりすることは不可能だからである。
ἔπειτα δὲ κατὰ μὲν τὴν ἐπὶ Πέρσας ὁδὸν φέρουσαν τὸν δρόμον ἐπὶ σχήματος τοῦ πρόσθεν ὄντος εἴασεν εἶναι, ἐς δὲ τὴν λοιπὴν ξύμπασαν ἕω μέχρι ἐς Αἴγυπτον ἐν ἡμέρας ὁδῷ κατὰ σταθμὸν ἕνα κατεστήσατο μόνον, οὐχ ἵππων μέντοι, ἀλλ’ ὄνων ὀλίγων.3 διὸ δὴ τὰ μὲν ξυμβαίνοντα ἐν χώρᾳ ἑκάστῃ μόλις τε καὶ ὀψὲ τοῦ καιροῦ καὶ ὀπίσω τῶν πραγμάτων ἐσαγγελλόμενα ἐπικουρίας οὐδεμιᾶς τυγχάνειν εἰκὸς, οἱ δὲ τοὺς ἀγροὺς κεκτημένοι καρπῶν τῶν σφετέρων σεσηπότων τε καὶ εἰκῆ κειμένων ἀνόνητοι ἐς ἀεὶ γίνονται.
次いでペルシアへ通ずる道に沿った通信路については以前の形態のまま存続させたものの、エジプトに至る東方の残りの全域においては、一日の行程につき宿駅をただ一箇所のみ設置させ、それも馬ではなく、わずかな驢馬を配するだけであった。それゆえ、各地方で起きる出来事は、かろうじて、しかも時機を逸し、事態のあとに報告されることになり、何の救援も得られないのも当然であり、土地を所有する者たちも、自分たちの収穫物が腐敗して無為に放置されるため、永続的に何らの恩恵も得られなくなった。
Τὰ δὲ τῶν κατασκόπων τοιαῦτά ἐστιν. ἄνδρες πολλοὶ ἐν δημοσίῳ τὸ ἀνέκαθεν ἐσιτίζοντο, οἳ δὴ ἐς τοὺς πολεμίους ἰόντες ἔν τε τοῖς Περσῶν βασιλείοις γινόμενοι ἢ ἐμπορίας ὀνόματι ἢ τρόπῳ ἑτέρῳ, ἔς τε τὸ ἀκριβὲς διερευνώμενοι ἕκαστα, ἐπανήκοντες ἐς Ῥωμαίων τὴν γῆν πάντα τοῖς ἄρχουσιν ἐπαγγέλλειν ἠδύναντο τὰ τῶν πολεμίων ἀπόρρητα.
間諜たちに関する事態は以下のごときものである。古くから多くの男たちが公費によって養われていたが、彼らは敵地へと赴き、商人という名目であれ他の方法であれペルシアの王宮に入り込み、万事を厳密に探り出して、ローマ人の地へと帰還すると、敵のあらゆる機密を長官たちに報告することができた。
οἱ δὲ προὔμαθον ἐφύλασσόν τε καὶ ἀπρόοπτον οὐδὲν ξυνέπιπτε σφίσι. τοῦτο δὲ τὸ χρῆμα κἀν τοῖς Μήδοις ἐκ παλαιοῦ ἦν. Χοσρόης μὲν οὖν μείζους, ὥσπερ φασὶ, πεποιημένος τὰς τῶν κατασκόπων ξυντάξεις προμηθείας τῆς ἐνθένδε ἀπήλαυσεν.
長官たちは事前に知ったので警戒し、彼らに不測の事態が生じることは皆無であった。この制度はメディア人の間にも古くから存在していた。現にホスローは、伝えられるところによれば、間諜たちの手当を増額したことによって、ここから生じる先見の恩恵を享受した。
οὐδὲν γὰρ αὐτὸν ἐλάνθανε τῶν ἐν Ῥωμαίοις γινομένων. ὁ δὲ Ἰουστινιανὸς οὐδ’ ὁτιοῦν ἀναλώσας καὶ αὐτὸ τὸ τῶν κατασκόπων ὄνομα ἐξέτριψεν ἐκ Ῥωμαίων τῆς γῆς, ἐξ οὗ δὴ ἄλλα τε πολλὰ ἡμαρτήθη καὶ Λαζικὴ πρὸς τῶν πολεμίων ἑάλω, Ῥωμαίων οὐδαμῆ πεπυσμένων ὅποι ποτὲ γῆς ὁ Περσῶν βασιλεὺς ξὺν τῷ στρατῷ εἴη.
ローマ人の間で起きている事柄で、彼に見逃されたものは何一つなかったからである。しかるにユスティニアヌスは何一つ出費せず、間諜という名そのものをローマ人の地から根絶してしまったため、他の多くの過誤が生じたばかりか、ラジカが敵の手に落ちるに至った。ローマ人はペルシア王が軍勢とともに地のどこにいるのかすら全く察知していなかったのである。
ἀλλὰ καὶ καμήλους παμπληθεῖς τὸ δημόσιον ἐκ παλαιοῦ τρέφειν εἰώθει, αἳ δὴ τῷ Ῥωμαίων στρατῷ ἐπὶ πολεμίους ἰόντι ἅπαντα φέρουσαι τὰ ἐπιτήδεια εἵποντο.
そればかりか、国庫は古くから極めて多数の駱駝を飼育することを常としており、それらは敵に向かって進軍するローマ軍に従軍し、必要な物資をことごとく運んでいたのである。
- 30.3ἐς ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ
与格「εὐζώνῳ ἀνδρὶ」(身軽な男にとって、軽装の徒歩旅行者にとって)は、距離の基準を定める「判断者・基準の与格(dativus iudicantis / reference)」として「ἡμέρας ὁδὸν」(一日の行程)に係る。「軽装の旅人が一日で進む距離ごとに」宿駅の間隔を定めたことを示す。
- 30.7ἀντιπαραδέχεσθαι δὲ αὐτοὺς τοῖς ἐσκομίζουσιν
「αὐτούς」は直前の対格名詞「τοὺς ἐγκειμένους ἑκάστῳ φόρους」(各自に課された租税)を指す代名詞。与格「τοῖς ἐσκομίζουσιν」(それを納入する者たち、すなわち納税者)は前節の「τῷ δημοσίῳ」と並列で「ξυνέβαινε」に係り、動詞「ἀντιπαραδέχεσθαι」(引き換えに再び受け取る)の意味上の主語となって、国庫に納めた税を糧食売却代金として直ちに受け取り直す財政的循環を表している。
- 30.10οὐχ ἵππων μέντοι, ἀλλ’ ὄνων ὀλίγων
属格「ἵππων」「ὄνων ὀλίγων」は、直前の「κατὰ σταθμὸν ἕνα」(宿駅一つ)の性格・設備内容を限定する「記述・性質の属格」あるいは「内容の属格」。前文で述べられた各駅四十頭の馬(「ἵπποι δὲ ἵσταντο ἐς τεσσαράκοντα」)との対比であり、「馬の(宿駅)ではなく、わずかな驢馬の(宿駅)」を意味する。
