- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:29.1-29.20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ユスティニアヌスはリベリウスとヨアンネスの双方に相反する密書を送って衝突とヨアンネスの死を招き、さらに遺言を残さず没した高官や富裕層の遺産を横領したほか、男子の後継ぎのない参事会員の遺産相続に関する法律を改悪してその大半を国庫に奪い取った。
Ὅτι δὲ εἴρων τε καὶ κατάπλαστος ἦν, αὐτίκα δηλώσω. τὸν Λιβέριον τοῦτον, οὗπερ ἐμνήσθην ἀρτίως, παραλύσας ἧς εἶχεν ἀρχῆς, Ἰωάννην ἀντ’ αὐτοῦ κατεστήσατο Αἰγύπτιον γένος, ἐπίκλησιν Λαξαρίωνα.
彼が偽善的で二枚舌を使う人物であったことを、直ちに明らかにしよう。先ほど言及したこのリベリウスを、皇帝は就いていた官職から解任し、その代わりにエジプト生まれでラクサリオンという通称をもつヨアンネスを任命した。
ὅπερ ἐπεὶ Πελάγιος ἔγνω Λιβερίῳ φίλος ἐς τὰ μάλιστα ὢν, τοῦ αὐτοκράτορος ἀνεπυνθάνετο εἴπερ ὁ ἀμφὶ Λαξαρίωνα λόγος ἀληθὴς εἴη.
リベリウスの極めて親しい友人であったペラギオスがこのことを知るや、ラクサリオンに関する風聞が真実であるかどうかを皇帝に尋ねた。
καὶ ὃς εὐθὺς ἀπηρνήσατο μηδὲν πεπραγέναι τοιοῦτο ἀπισχυρισάμενος, γράμματά τε αὐτῷ πρὸς Λιβέριον ἐνεχείρισεν, ἐντελλόμενος βεβαιότατα τῆς ἀρχῆς ἔχεσθαι, καὶ μηδενὶ αὐτῆς τρόπῳ μεθίεσθαι.
すると皇帝は、自分はそのようなことは何一つ行っておらぬと強く主張して即座に否定し、官職を最も堅固に保持し、いかなる手段によってもそれを放棄してはならぬと命じるリベリウス宛ての書簡を彼に手渡した。
οὐ γὰρ ταύτης ἐθέλειν ἐν τῷ παρόντι αὐτὸν παραλῦσαι.1 ἦν δέ τις τῷ Ἰωάννῃ ἐν Βυζαντίῳ θεῖος, Εὐδαίμων ὄνομα, ἔς τε τὸ τῶν ὑπάτων ἀξίωμα ἥκων καὶ χρήματα περιβεβλημένος πολλὰ ἐπίτροπος τέως τῆς βασιλέως οὐσίας ἰδίας.
現時点では彼をその職から解任することを望んでいないから、というのであった。ところで、このヨアンネスにはビザンティオンにエウダイモンという名の叔父がおり、執政官の位階に達し、多くの富に囲まれ、かねてより皇帝個人の財産の管理者を務めていた。
οὗτος Εὐδαίμων ἐπειδὴ ταῦτα ἠκηκόει ἅπερ ἐρρήθη, καὶ αὐτὸς βασιλέως ἀνεπυνθάνετο εἰ ἐν βεβαίῳ τῷ ἀδελφιδῷ τὰ τῆς ἀρχῆς εἴη.
このエウダイモンは言明された事柄を聞くや、彼自身も甥の官職が揺るぎないものであるかどうかを皇帝に尋ねた。
ὁ δὲ ὅσα οἱ πρὸς Λιβέριον ἐγέγραπτο ἀρνησάμενος, πρὸς τὸν Ἰωάννην γράμματα γράψας ἀντιλαβέσθαι τῆς ἀρχῆς δυνάμει πάσῃ ἐπέστελλεν.
皇帝はリベリウス宛てに書き送ったすべてのことを否定し、ヨアンネス宛てに手紙を書いて、全力で官職に就くよう命じた。
οὐδὲ γὰρ οὐδ’ αὐτῷ νεώτερον ἀμφ’ αὐτῇ βεβουλεῦσθαι.2 οἷσπερ ὁ Ἰωάννης ἀναπεισθεὶς Λιβέριον ἀναχωρεῖν τοῦ τῆς ἀρχῆς καταγωγίου ἅτε αὐτῆς παραλελυμένον ἐκέλευε.
彼自身としても、官職に関して何ら新しい決定を下したわけではないから、というのであった。ヨアンネスはこれに説き伏せられ、官職からすでに解任された者として官邸から退去するようリベリウスに命じた。
Λιβέριος δὲ αὐτῷ πείθεσθαι οὐδαμῆ ἔφασκεν, ἠγμένος δηλονότι τοῖς βασιλέως καὶ αὐτὸς γράμμασιν.
しかしリベリウスは彼に従うことを断固として拒んだ。明らかに彼自身も皇帝の書簡によって動かされていたからである。
ὁ μὲν οὖν Ἰωάννης τούς οἱ ἑπομένους ὁπλίσας ἐπὶ τὸν Λιβέριον ᾔει, ὁ δὲ ξὺν τοῖς ἀμφ’ αὑτὸν εἰς ἀντίστασιν εἶδε. μάχης τε γενομένης, ἄλλοι τε πολλοὶ πίπτουσι καὶ Ἰωάννης αὐτὸς ὁ τὴν ἀρχὴν ἔχων.
そこでヨアンネスは従者たちを武装させてリベリウスに向かって進み、リベリウスも側近たちとともに抵抗態勢を取った。そして戦闘が生じ、他の多くの者たちとともに、現に官職を保持していたヨアンネス自身も斃れた。
Εὐδαίμονος οὖν ἰσχυρότατα ἐγκειμένου, μετάπεμπτος εὐθὺς ἐς Βυζάντιον ὁ Λιβέριος ἦν, ἥ τε σύγκλητος βουλὴ τὴν διάγνωσιν ποιουμένη τῶν πεπραγμένων, ἀπεψηφίσατο τοῦ ἀνθρώπου, ἐπεὶ αὐτοῦ οὐκ ἐπελθόντος, ἀλλ̓ ἀμυνομένου τὸ μίασμα ξυνηνέχθη γενέσθαι.3
そこでエウダイモンが極めて激しく詰め寄ったため、リベリウスは直ちにビザンティオンへと召喚された。元老院会議は起きた出来事について審理を行い、彼が無罪であるとの判決を下した。彼が攻め寄せたのではなく、身を守る中でその血の穢れが生じたからである。
βασιλεὺς μέντοι οὐ πρότερον ἀπέστη ἕως αὐτὸν ἐζημίωσε χρήμασι λάθρα.
それにもかかわらず皇帝は、彼から密かに金を毟り取るまでは手を引かなかった。
Οὕτω μὲν οὖν Ἰουστινιανὸς ἀληθίζεσθαί τε ἠπίστατο καὶ εὐθύγλωσσος ἦν. ἐγὼ δὲ πάρεργόν τι τοῦδε τοῦ λόγου εἰπεῖν οὐκ ἄπο τοῦ καιροῦ οἴομαι εἶναι. ὁ μὲν γὰρ Εὐδαίμων οὗτος ἐτελεύτησεν οὐ πολλῷ ὕστερον, ξυγγενῶν μέν οἱ ἀπολελειμμένων πολλῶν, οὔτε διαθήκην τινὰ διαθέμενος οὔτε τι ἄλλο τὸ παράπαν εἰπών.
このようにユスティニアヌスは真実を語ることを心得ており、誠実な物言いをする男であった。ところで、私はこの話の余談を一つ語ることも時宜に適わぬことではないと考える。というのも、このエウダイモンはそれから程なくして死去したが、多くの親族を残したにもかかわらず、遺言書を作成することも、他のことを何か言うこともまったくなかったからである。
ὑπὸ χρόνον τε τὸν αὐτὸν καί τις ἄρχων γεγονὼς τῶν ἐν Παλατίῳ εὐνούχων ὄνομα Εὐφρατᾶς ἀπελύθη τοῦ βίου, ἀδελφιδοῦν μὲν ἀπολιπὼν, οὐδὲν δὲ ἐπὶ τῇ οὐσίᾳ διαθέμενος τῇ αὑτοῦ πολλῇ ἐς ἄγαν οὔσῃ. ἄμφω δὲ βασιλεὺς τὰς οὐσίας ἀφείλετο, κληρονόμος γεγενημένος αὐτόματος καὶ οὐδὲ τριώβολόν τινι τῶν νομίμων κληρονόμων προέμενος.
また同じ頃、宮廷の宦官たちの長官を務めていたエウフラタスという名の人物も世を去ったが、甥を残したものの、過度に巨額であった自身の財産について何ら遺言を残していなかった。 皇帝はこの双方の財産を奪い去り、自らを自然発生的な相続人とし、正規の相続人の誰に対しても三オボロスすら与えなかった。
τοσαύτῃ αἰδοῖ ἔς τε τοὺς νόμους καὶ τῶν ἐπιτηδείων τοὺς ξυγγενεῖς ὁ βασιλεὺς οὗτος ἐχρῆτο.
これほどの敬意を、この皇帝は法律に対しても、また親しい者たちの親族に対しても払ったのである。
οὕτως καὶ τὰ Εἰρηναίου πολλῷ ἔμπροσθεν τελευτήσαντος δικαίωμα οὐδ’ ὁτιοῦν ἐπ’ αὐτοῖς ἔχων ἀφείλετο.
同様にして、はるか以前に死去したエイレナイオスの財産についても、何ら法的な権利を持たないまま奪い取った。
Τούτων δὲ τὸ ἐχόμενον ὑπὸ χρόνον τε τὸν αὐτὸν γεγονὸς οὐκ ἂν σιωπῴην. Ἀνατόλιός τις ἦν ἐν Ἀσκαλωνιτῶν τῷ λευκώματι τὰ πρωτεῖα ἔχων. τούτου τὴν παῖδα γαμετὴν γυναῖκα τῶν τις Καισαρέων πεποίηται, Μαμιλιανὸς ὄνομα, οἰκίας ἐπιφανοῦς ἄγαν. ἦν δὲ ἡ κόρη ἐπίκληρος, ἐπεὶ μόνης αὐτῆς Ἀνατόλιος ἐγεγόνει πατήρ.
これに続いて同じ時期に起きた出来事についても、私は沈黙を守るつもりはない。アスカロン人の市参事会名簿で筆頭の地位を占めるアナトリオスという男がいた。この者の娘を、カエサレアの人で極めて名高い家柄に属するマミリアノスという者が正妻として娶っていた。この娘は一人娘の女相続人であった。アナトリオスにとって子が彼女一人しかいなかったからである。
νόμῳ δὲ ἄνωθεν διωρισμένον, ἐπειδὰν βουλευτὴς τῶν τινος πόλεων οὐκ ἀπολελειμμένων οἱ παίδων γόνου ἄρρενος ἐξ ἀνθρώπων ἀφανισθείη, τῶν ἀπολελειμμένων ὑπὸ τούτου χρημάτων τὸ μὲν τεταρτημόριον δίδοσθαι τῷ τῆς πόλεως βουλευτηρίῳ, πάντων δὲ τῶν ἄλλων τοὺς κληρονόμους τοῦ τετελευτηκότος ἀπόνασθαι, γνώρισμα ἤθους τοῦ οἰκείου κἀνταῦθα ὁ αὐτοκράτωρ ἐνδεικνύμενος, νόμον ἔναγχος ἐτύγχανε γράψας,4 ἔμπαλιν τὰ τοῦ πράγματος διοικούμενον ὅπως δὴ, ἐπειδὰν βουλευτὴς ἄπαις τελευτῴη γόνου ἄρρενος τῆς οὐσίας οἱ μὲν κληρονόμοι τὸ τέταρτον ἔχοιεν, τἄλλα δὲ πάντα τό τε δημόσιον καὶ τὸ τῆς πόλεως λεύκωμα φέροιντο.
古来の法律では、いずれかの都市の参事会員が男子の子孫を残さずに世を去った場合、この者によって残された財産の四分の一は都市の参事会に与えられ、他のすべては死者の相続人たちが享受すると定められていた。ここでも自らの品性を露わにしつつ、皇帝は最近法律を制定し、参事会員が男子の跡継ぎなく死去した場合には、相続人たちが財産の四分の一を持ち、他のすべては国庫と都市の参事会名簿が取得するというように、事態を正反対に規定したのであった。
καίτοι οὐδεπώποτε δημόσιον ἢ βασιλεὺς ἀφ’ οὗ γεγόνασιν ἄνθρωποι χρημάτων βουλευτικῶν μετασχεῖν ἔσχε.
人間が存在して以来、国庫や皇帝が参事会員の財産にあずかったことなど一度もなかったにもかかわらずである。
- 29.4οὐ γὰρ ταύτης ἐθέλειν ἐν τῷ παρόντι αὐτὸν παραλῦσαι
間接話法における不定詞構文。前文の ἐντελλόμενος(命じながら)あるいは主動詞に導かれ、皇帝自身が言明した内容(理由)が不定詞 ἐθέλειν で表されている。意味上の主語(皇帝)は文脈上自明として省略されており、αὐτόν は παραλῦσαι の目的語(リベリウス)である。
- 29.7οὐδὲ γὰρ οὐδ’ αὐτῷ νεώτερον ἀμφ’ αὐτῇ βεβουλεῦσθαι
二重否定(οὐδὲ ... οὐδʼ)を伴う間接話法の完了不定詞構文。前出の ἐπέστελλεν に従属し、皇帝がヨアンネス(αὐτῷ)に対して「官職に関して(ἀμφʼ αὐτῇ)何ら新しい決定(νεώτερον)を下してはいない」と弁明した内容を表す。βουλεύομαι が非人称的受動形あるいは中動態完了不定詞として用いられている。
- 29.10ἐπεὶ αὐτοῦ οὐκ ἐπελθόντος, ἀλλ̓ ἀμυνομένου τὸ μίασμα ξυνηνέχθη γενέσθαι
ἐπεὶ 節の内部に属格絶対構文(αὐτοῦ οὐκ ἐπελθόντος, ἀλλ̓ ἀμυνομένου)が埋め込まれている。αὐτοῦ はリベリウスを指し、対比される現在分詞 ἀμυνομένου とアオリスト分詞 ἐπελθόντος によって「彼が攻撃を仕掛けたのではなく防戦した」という状況が示され、それが流血(τὸ μίασμα)の不可抗力的な発生の理由となっている。
- 29.19νόμῳ δὲ ἄνωθεν διωρισμένον... ἔναγχος ἐτύγχανε γράψας
長大な対比文の骨格。冒頭の διωρισμένον は絶対対格(「古来の法律によって~と定められていたのに」)として譲歩・前置きの状況を提示し、主文の主語・動詞である ὁ αὐτοκράτωρ... νόμον ἔναγχος ἐτύγχανε γράψας(皇帝は最近法律を制定した)に接続する。文末の ὅπως 節が改悪された新法の規定内容を表す。
