← プロコピオス

戦史

§8.6.11-8.6.20

古代の境界論と海峡の潮流の不可解さ

著者はヘロドトスやアイスキュロスの証言を引いてファシス川が大陸の境界とみなされていた古代の伝統を立証し、さらに黒海とマイオティス湖の関係や海峡の潮流の不可解さ、そしてエウリポスの潮流を解明できずに没したとされるアリストテレスの逸話を語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.6.11

ἥ τε γὰρ πεῖρα ἐγγὺς καὶ ἡ ὄψις ἐς μαρτυρίαν ἱκανωτάτη, οὐδέν τε παρεμποδισθήσεσθαι οἶμαι τοῖς τὸ ἀληθὲς εὑρέσθαι ἐν σπουδῇ ἔχουσιν.

というのも、経験は身近にあり、視覚こそ証言として極めて十分であって、真理を見出すことに熱心な人々にとって何の妨げにもなることはないと私は考えるからである。

§8.6.12

ὁ τοίνυν Ἁλικαρνασεὺς Ἡρόδοτος ἐν τῇ τῶν ἱστοριῶν τετάρτῃ φησὶ μίαν μὲν εἶναι τὴν γῆν ξύμπασαν, νομίζεσθαι δὲ εἰς μοίρας τε καὶ προσηγορίας τρεῖς διαιρεῖσθαι, Λιβύην τε καὶ Ἀσίαν καὶ Εὐρώπην.

さて、ハリカルナッソスのヘロドトスは『歴史』の第4巻において、全大地は一つであるが、三つの部分と呼称、すなわちリビア、アジア、ヨーロッパに分けられると考えられていると述べている。

§8.6.13

καὶ αὐτῶν Λιβύης μὲν καὶ τῆς Ἀσίας Νεῖλον τὸν Αἰγύπτιον ποταμὸν μεταξὺ φέρεσθαι, τὴν δὲ δὴ Ἀσίαν τε καὶ Εὐρώπην διορίζειν τὸν Κόλχον Φᾶσιν. εἰδὼς δέ τινας ἀμφὶ Τανάϊδι ποταμῷ ταῦτα οἴεσθαι, καὶ τοῦτο ἐν ὑστέρῳ ἐπεῖπε.

そしてそのうち、リビアとアジアの間をエジプトのナイル川が流れ、アジアとヨーロッパを分かつのはコルキスのファシス川であるとする。しかし、ある者たちがタナイス川についてこのように考えているのを知っていたため、ヘロドトスは後でこの点をも言い添えた。

§8.6.14

καί μοι οὐκ ἀπὸ καιροῦ ἔδοξεν εἶναι αὐτὰ τοῦ Ἡροδότου τὰ γράμματα τῷ λόγῳ ἐνθεῖναι ὧδέ πη ἔχοντα· “Οὐδὲ ἔχω συμβαλέσθαι ἀπὸ τοῦ μιῇ ἐούσῃ γῇ1 ὀνόματα τριφάσια κέαται, ἐπωνυμίην ἔχοντα γυναικῶν, καὶ ὁρίσματα αὐτῇ Νεῖλός τε ὁ Αἰγύπτιος ποταμὸς ἐτέθη καὶ Φᾶσις ὁ Κόλχος.

そして、およそ以下のような内容を持つヘロドトス自身の文章を論述の中に挿入することは、時宜に適わないことではないと私には思われた。「全地は一つであるのに、なぜ女性の名をとった三つの名が与えられ、境界としてエジプトのナイル川とコルキスのファシス川が定められたのか、私には推し量ることができない。

§8.6.15

οἱ δὲ Τάναϊν ποταμὸν τὸν Μαιήτην καὶ πορθμήια τὰ Κιμμέρια λέγουσιν.” ἀλλὰ καὶ ὁ τραγῳδοποιὸς Αἰσχύλος ἐν Προμηθεῖ τῷ Λυομένῳ εὐθὺς ἀρχόμενος τῆς τραγῳδίας τὸν ποταμὸν Φᾶσιν τέρμονα καλεῖ γῆς τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης.

しかし、ある人々はマイオティス湖のタナイス川とキンメリアの海峡を挙げている。」さらに悲劇詩人アイスキュロスも『解放されたプロメテウス』において、悲劇の冒頭で直ちにファシス川をアジアの地とヨーロッパの境界と呼んでいる。

§8.6.16

Κἀκεῖνο δέ μοι ἐν τῷ παρόντι εἰρήσεται, ὡς τούτων δὴ τῶν τὰ τοιαῦτα σοφῶν οἱ μὲν τὴν Μαιῶτιν οἴονται Λίμνην ἀπεργάζεσθαι τὸν Εὔξεινον Πόντον, καὶ αὐτοῦ τὸ μὲν ἐν ἀριστερᾷ, τὸ δὲ ἐν δεξιᾷ τῆς Λίμνης χωρεῖν, μητέρα τε διὰ τοῦτο τοῦ Πόντου καλεῖσθαι τὴν Λίμνην.

また、私としては現時点で次のことも述べておかねばならない。すなわち、こうした事柄に通じた者たちのうち、ある人々はマイオティス湖がエウクセイノス・ポントス(黒海)を作り出していると考え、そのある部分は湖の左側に、ある部分は右側に流れており、それゆえ湖はポントスの母と呼ばれているのだと。

§8.6.17

ταῦτά τέ φασι τεκμηριούμενοι, ὅτι δὴ ἐκ τοῦ καλουμένου Ἱεροῦ ἡ τούτου δὴ τοῦ Πόντου ἐκροὴ ἐπὶ Βυζαντίου καθάπερ τις ποταμὸς κάτεισι, καὶ ἀπ’ αὐτοῦ πέρας εἶναι τοῦτο τοῦ Πόντου οἴονται οἱ δὲ τοῦ λόγου κατηγοροῦντες ἀποφαίνουσιν ὅτι δὴ μία τις ἐξ Ὠκεανοῦ ξύμπασα ἡ θάλασσα οὖσα καὶ οὐδαμῆ ἑτέρωθι ἀπολήγουσα ἐς γῆν τὴν Λαζῶν κατατείνει, πλήν γε εἰ μή τις, φασί, τὸ ἐν τοῖς ὀνόμασι διάλλασσον ἑτερότητα εἴπῃ,2 ὅτι δὴ τὸ ἐνθένδε ἡ θάλασσα Πόντος ὠνόμασται.

彼らは、いわゆるヒエロン(聖所)からこのポントスの流出流が川の如くビザンティオンに向かって下っていることを論拠としてこう主張し、これゆえにここがポントスの終わりであると考えている。これに対し、この説を非難する者たちは、オケアノスから出る全海は一つであって、他のいかなる場所でも途切れることなくラズ人の地へと延びているのだと指摘する。ただし、彼らが言うには、ここより先の海がポントスと名づけられているからといって、名称の相違を本質的な差異と呼ぶ者がいなければの話であるが。

§8.6.19

Εἰ δὲ τὰ ῥεύματα ἐκ τοῦ Ἱεροῦ καλουμένου κάτεισιν ἐς Βυζάντιον, οὐδὲν τοῦτο πρᾶγμα. τὰ γὰρ ἐν πορθμοῖς ἅπασι ξυμπίπτοντα πάθη οὐδενὶ λόγῳ φαίνεται εἴκοντα, οὐδέ τις αὐτὰ φράσαι πώποτε ἱκανὸς γέγονεν.

もし仮にいわゆるヒエロンからの流れがビザンティオンへと下っているとしても、それは何の問題にもならない。およそすべての海峡において生じる事象はいかなる理屈にも従わないように見え、かつて誰もそれらを説明し得た者はいなかったからである。

§8.6.20

ἀλλὰ καὶ ὁ Σταγειρίτης Ἀριστοτέλης,3 σοφὸς ἀνὴρ ἐν τοῖς μάλιστα, ἐν Χαλκίδι τῇ τῆς Εὐβοίας τούτου δὴ ἕνεκα γεγονώς, κατανοῶν τε τὸν ταύτῃ πορθμόν, ὅνπερ Εὔριπον ὀνομάζουσι, καὶ λόγον τὸν φυσικὸν ἐς τὸ ἀκριβὲς διερευνᾶσθαι βουλόμενος, ὅπως δὴ καὶ ὅντινα τρόπον ἐνίοτε μὲν τὰ τοῦ πορθμοῦ τούτου ῥεύματα ἐκ δυσμῶν φέρεται, ἐνίοτε δὲ ἐξ ἡλίου ἀνατολῶν, καὶ κατὰ ταῦτα πλεῖν τὰ πλοῖα ξύμπαντα ἐνταῦθα ξυμβαίνει. ἢν δέ ποτε τοῦ ῥοῦ ἐξ ἀνίσχοντος ἡλίου ἰόντος, ἀρξαμένων τε τῶν ναυτῶν ἐνθένδε ξὺν τῇ τοῦ ῥοθίου ἐπιρροῇ ναυτίλλεσθαι, ᾗπερ εἰώθει, ἀπ’ ἐναντίας αὐτοῦ τὸ ῥεῦμα ἴῃ, ὅπερ πολλάκις ἐνταῦθα φιλεῖ γίνεσθαι, ἀναστρέφει μὲν τὰ πλοῖα ταῦτα εὐθὺς ἔνθεν ὥρμηται, τὰ δὲ ἄλλα ἐκ δυσμῶν ἐπὶ θάτερα πλεῖ, καίπερ αὐτοῖς τῶν ἀνέμων τινὸς ὡς ἥκιστα ἐπιπνεύσαντος, ἀλλὰ γαλήνης τε βαθείας τινὸς καὶ νηνεμίας ἐνταῦθα οὔσης, ταῦτα ὁ Σταγειρίτης ἐννοῶν τε καὶ ἀνακυκλῶν ἐπὶ χρόνου μῆκος, δυσθανατῶν ἐπὶ ξυννοίᾳ ἀφίκετο ἐς τὸ μέτρον τοῦ βίου.

実際、極めて優れた賢人であったスタゲイラの民アリストテレスでさえ、まさにこのことのためにエウボイアのカルキスに滞在し、エウリポスと呼ばれる当地の海峡を観察して、いかにして、またいかなる仕方で、時にこの海峡の流れが西から流れ、時に東から流れるのか、そしてそれに応じて当地ではあらゆる船が航行することになるのか、その自然の理を精確に究明しようと欲した。また、もしある時、流れが昇る太陽の方角から来ており、水夫たちが習慣に従って潮流の勢いとともにそこから航行し始めた際に、当地でしばしば起こるように、流れがそれとは反対方向へと向かうならば、これらの船は出港した場所へと直ちに引き返し、他の船は風が全く吹きつけていないにもかかわらず、深い凪と無風がそこにあるにもかかわらず、西から反対側へと航行する。スタゲイラ人はこうした現象を長期にわたって熟考し思案を巡らせた末、深い懊悩のあまり命の限界を迎えたのである。

構文注3 件
  1. 8.6.14ἀπὸ τοῦ μιῇ ἐούσῃ γῇ

    ヘロドトス(4.45)からの直接引用。ἀπὸ τοῦ は疑問代名詞 τίνος の代わりに定冠詞/関係詞の中性属格 τοῦ を用いたイオン方言的な間接疑問表現で、「いかなる理由から(何ゆえに)」を意味する。μιῇ ἐούσῃ γῇ は与格名詞句で、後続の動詞 κέαται(=κεῖνται「付与されている」)の利益/帰属の与格、あるいは譲歩的(「大地が一つであるのに」)ニュアンスを含む。

  2. 8.6.18πλήν γε εἰ μή τις, φασί, τὸ ἐν τοῖς ὀνόμασι διάλλασσον ἑτερότητα εἴπῃ

    πλήν γε εἰ μή「〜でない限りは」という例外節。τὸ ἐν τοῖς ὀνόμασι διάλλασσον は中性単数分詞の実質化で「名称における差異」を表す対格目的語。ἑτερότητα は「本質的な相違/別のもの」を表す述語対格で、二重対格構文(A を B と呼ぶ)を形成している。

  3. 8.6.20ἀλλὰ καὶ ὁ Σταγειρίτης Ἀριστοτέλης

    箇所の末尾に至る長大な文。文頭の主語 ὁ Σταγειρίτης Ἀριστοτέλης に対し、複数の分詞句(γεγονώς, κατανοῶν, βουλόμενος)が先行し、中間に条件節(ἢν δέ ποτε... ἴῃ)および主節の叙述(ἀναστρέφει μὲν... πλεῖ)が挿入された後、末尾で ταῦτα ὁ Σταγειρίτης ἐννοῶν τε καὶ ἀνακυκλῶν... ἀφίκετο として主語が反復・回収され、主動詞 ἀφίκετο に着地する(照応的な主語の反復を伴う緩慢な文構造)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.6.11-8.6.20