- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.5.1-8.5.17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
フン族がウティグルとクトリグルの兄弟に率いられて二分された起源と、狩猟中の鹿の追跡によって渡渉路を発見し、対岸のゴート人を急襲して駆逐した経緯が語られる。追われたゴート人はローマ領に入り後にイタリアへ向かい、残留したクトリグル人は現地に定住してローマと和戦を繰り返すようになった。
Πάλαι μὲν Οὔννων, τῶν τότε Κιμμερίων καλουμένων, πολύς τις ὅμιλος τὰ χωρία ταῦτα ἐνέμοντο ὧν ἄρτι ἐμνήσθην, βασιλεύς τε εἷς ἅπασιν ἐφειστήκει.
昔は、当時キンメリオイ人と呼ばれていたフン族の夥しい群衆が、私が今述べたこれらの土地を領有しており、一人の王が全員の上に立っていた。
καί ποτέ τις αὐτῶν τὴν ἀρχὴν ἔσχεν, ᾧ δὴ παῖδες ἐγένοντο δύο, ἅτερος μὲν Οὐτιγοὺρ ὄνομα, Κουτριγοὺρ δὲ ὁ ἕτερος.
そしてかつて彼らのうちのある者が王位に就いたが、彼には二人の息子が生まれ、一方はウティグル、他方はクトリグルという名であった。
οἵπερ, ἐπειδὴ αὐτοῖν ὁ πατὴρ τὸν βίον συνεμετρήσατο, τήν τε ἀρχὴν ἄμφω ἐν σφίσιν αὐτοῖς διεδάσαντο καὶ τὴν ἐπωνυμίαν τοῖς ἀρχομένοις αὐτοῖς ἔδοσαν·
彼らは父親がその生涯を終えると、二人で王権を自分たちの間で分割し、自分たちに従う民に自分たちの名を与えた。
οἱ μὲν γὰρ Οὐτίγουροι, οἱ δὲ Κουτρίγουροι καὶ ἐς ἐμὲ ὀνομάζονται. οὗτοι μὲν ἅπαντες τῇδε ᾤκηντο, κοινὰ μὲν τὰ ἐπιτηδεύματα ξύμπαντα ἔχοντες, οὐκ ἐπιμιγνύμενοι δὲ ἀνθρώποις οἳ δὴ τῆς τε Λίμνης καὶ τῆς ἐνθένδε ἐκροῆς ἐς τὰ ἐπὶ θάτερα ἵδρυντο, ἐπεὶ οὔτε διέβαινόν ποτε τὰ ὕδατα ταῦτα οὔτε διαβατὰ εἶναι ὑπώπτευον, πρὸς τὰ εὐκολώτατα περίφοβοι ὄντες, τῷ μηδὲ ἀποπειράσασθαι αὐτῶν πώποτε, ἀλλ’ ἀμελέτητοι τῆς διαβάσεως παντάπασιν εἶναι.1
というのも、彼らは私の時代に至るまで一方はウティグロイ人、他方はクトリグロイ人と呼ばれているからである。これら全員がこの地に住み、あらゆる生業を共有していたが、湖やそこからの流出路の向こう側に定住していた人々とは交わることがなかった。彼らはこれらの水域を決して渡ることもなく、渡れるものだとは思いもしなかったからである。彼らは極めて容易な事柄に対してもひどく怯えており、それらに一度も挑戦したことがなく、渡河の経験がまったくなかったからであった。
Λίμνην δὲ τὴν Μαιῶτιν καὶ τὴν ἐξ αὐτῆς ἐκβολὴν ὑπερβάντι2 εὐθὺς μὲν ἐς αὐτήν που τὴν ταύτης ἀκτὴν οἱ Τετραξῖται καλούμενοι Γότθοι τὸ παλαιὸν ᾤκηντο, ὧν ἐπεμνήσθην ἀρτίως· πολλῷ δὲ αὐτῶν ἄποθεν Γότθοι τε καὶ Οὐισίγοτθοι καὶ Βανδίλοι καὶ τὰ ἄλλα Γοτθικὰ γένη ξύμπαντα ἵδρυντο.
さて、マイオーティス湖とその流出路を渡った者から見ると、まさにその海岸のあたりに、私が先ほど言及したテトラクシタイと呼ばれるゴート人が古くは住んでいた。そして彼らから遠く離れたところに、ゴート人、西ゴート人、ヴァンダル人、その他すべてのゴート系民族が定住していた。
οἳ δὴ καὶ Σκύθαι ἐν τοῖς ἄνω χρόνοις ἐπεκαλοῦντο, ἐπεὶ πάντα τὰ ἔθνη ἅπερ τὰ ἐκείνῃ χωρία εἶχον, Σκυθικὰ μὲν ἐπὶ κοινῆς ὀνομάζεται, ἔνιοι δὲ αὐτῶν Σαυρομάται ἢ Μελάγχλαινοι, ἢ ἄλλο τι ἐπεκαλοῦντο.
彼らは古くはスキタイ人とも呼ばれていた。というのも、あの地方の土地を領有していたすべての諸部族が総称してスキタイ系と呼ばれ、そのうちの幾つかはサウロマタイ人やメランクライノイ人、あるいは別の名で呼ばれていたからである。
Προϊόντος δὲ τοῦ χρόνου, φασίν, εἴπερ ὁ λόγος ὑγιής ἐστι, τῶν μὲν Κιμμερίων νεανίας τινὰς ἐν κυνηγεσίῳ διατριβὴν ἔχειν, ἔλαφον δὲ μίαν πρὸς αὐτῶν φεύγουσαν ἐς τὰ ὕδατα ἐσπηδῆσαι ταῦτα.
時が経つにつれ、伝えられるところでは(もしその話が信ずるに値するならば)、キンメリオイ人の若者たちが狩猟に興じていたとき、彼らから逃げる一頭の雌鹿がこれらの水域に飛び込んだという。
τούς τε νεανίας, εἴτε φιλοτιμίᾳ εἴτε φιλονεικίᾳ τινὶ ἐχομένους, ἢ καί τι δαιμόνιον αὐτοὺς κατηνάγκασε, τῇ ἐλάφῳ ἐπισπέσθαι ταύτῃ, μηχανῇ τε μεθίεσθαι αὐτῆς οὐδεμιᾷ, ἕως ξὺν αὐτῇ ἐς τὴν ἀντιπέρας ἀκτὴν ἵκοντο.
そして若者たちは、功名心からか、あるいは何らかの負けん気にとらわれてか、もしくは神的な力が彼らを駆り立てたのか、この雌鹿の後に続き、決してそれを手放そうとはせず、ついに雌鹿と共に対岸の地へとたどり着いた。
καὶ τὸ μὲν διωκόμενον ὅ τι ποτ’ ἦν εὐθὺς ἀφανισθῆναι· (δοκεῖν γάρ μοι3 οὐδὲ ἄλλου του ἕνεκα ἐνταῦθα ἐφάνη, ὅτι μὴ τοῦ γενέσθαι κακῶς τοῖς τῇδε ᾠκημένοις βαρβάροις) τοὺς δὲ νεανίας τοῦ μὲν κυνηγεσίου ἀποτυχεῖν, μάχης δὲ ἀφορμὴν καὶ λείας εὑρέσθαι.
そして追われていたものは、それが何であれ直ちに姿を消した(私の考えでは、この地に住んでいた野蛮人たちに災いをもたらすため以外の目的でここに現れたのではないと思われる)。だが若者たちは狩りには失敗したものの、戦いと略奪の好機を見出したのである。
ἐς ἤθη γὰρ τὰ πάτρια ὅτι τάχιστα ἐπανήκοντες ἔνδηλα πᾶσι Κιμμερίοις πεποίηνται ὅτι δὴ ταῦτα βατὰ σφίσι τὰ ὕδατα εἴη. ἀνελόμενοι οὖν αὐτίκα τὰ ὅπλα πανδημεί τε διαβάντες ἐγένοντο μελλήσει οὐδεμιᾷ ἐν τῇ ἀντιπέρας ἠπείρῳ, Βανδίλων μὲν ἤδη ἐνθένδε ἀναστάντων ἐπί τε Λιβύης ἱδρυσαμένων, ἐν Ἱσπανίᾳ δὲ Οὐισιγότθων οἰκησαμένων.
彼らはできるだけ速やかに故郷へと戻り、これら水域が自分たちにとって渡渉可能であることをキンメリオイ人全員に明らかにした。そこで彼らは直ちに武器を取り、全軍で渡河して、何ら躊躇することなく対岸の大陸へと進出した。その時にはすでにヴァンダル人はここから立ち退いてリビアに定住しており、西ゴート人はヒスパニアに住み着いていた。
Γότθοις οὖν τοῖς ἐς τὰ τῇδε ᾠκημένοις πεδία ἐξαπιναίως ἐπιπεσόντες πολλοὺς μὲν ἔκτειναν, τοὺς δὲ λοιποὺς ἐτρέψαντο ἅπαντας.
そこで彼らは現地の平原に住んでいたゴート人たちに不意に襲いかかり、多くの者を殺害し、残りの者全員を敗走させた。
ὅσοι τε αὐτοὺς διαφυγεῖν ἴσχυσαν, ξὺν παισί τε καὶ γυναιξὶν ἐνθένδε ἀναστάντες ἀπέλιπον μὲν τὰ πάτρια ἤθη, διαπορθμευσάμενοι δὲ ποταμὸν Ἴστρον ἐν γῇ τῇ Ῥωμαίων ἐγένοντο.
彼らから逃れることができた人々は、妻子を連れてこの地から立ち退き、故郷を捨ててイストロス川(ドナウ川)を渡り、ローマ人の地へと入った。
Καὶ πολλὰ μὲν τοὺς ταύτῃ ᾠκημένους δεινὰ ἔδρασαν, μετὰ δὲ δόντος βασιλέως ᾠκήσαντο ἐς τὰ ἐπὶ Θρᾴκης χωρία, καὶ τὰ μὲν ξυνεμάχουν Ῥωμαίοις, τάς τε συντάξεις ὥσπερ οἱ ἄλλοι στρατιῶται πρὸς βασιλέως κομιζόμενοι ἀνὰ πᾶν ἔτος καὶ φοιδερᾶτοι ἐπικληθέντες· οὕτω γὰρ αὐτοὺς τότε Λατίνων φωνῇ ἐκάλεσαν Ῥωμαῖοι, ἐκεῖνο, οἶμαι, παραδηλοῦντες, ὅτι δὴ οὐχ ἡσσημένοι αὐτῶν τῷ πολέμῳ Γότθοι, ἀλλ’ ἐπὶ ξυνθήκαις τισὶν ἔνσπονδοι· ἐγένοντο σφίσι· φοίδερα γὰρ Λατῖνοι τὰς ἐν πολέμῳ καλοῦσι ξυνθήκας, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν δεδήλωται λόγοις· τὰ δὲ καὶ πόλεμον πρὸς αὐτοὺς διέφερον οὐδενὶ λόγῳ, ἕως ᾤχοντο ἀπιόντες ἐς Ἰταλίαν, Θευδερίχου ἡγουμένου σφίσι. τὰ μὲν οὖν τῶν Γότθων τῇδε κεχώρηκεν.
そして現地の住民に多くの惨禍をもたらしたが、後に皇帝の許しを得てトラキア地方の土地に定住し、ある時にはローマ人の味方として戦い、他の兵士たちと同様に皇帝から毎年給与を受け取り、フォエデラティと呼ばれた。というのも、ローマ人たちは当時彼らをラテン語でこのように呼んだのであり、それは私が思うに、ゴート人が戦争で彼らに屈服したのではなく、ある種の条約によって〔ローマ人の〕同盟者となったことをほのめかしていたからである。ラテン人は戦争における条約をフォエデラと呼ぶからであり、このことは私の以前の記述ですでに示された通りである。しかしまたある時には、彼らは何の理屈もなくローマ人に対して戦争を仕掛け、ついにはテオデリクスに率いられてイタリアへと去っていった。さて、ゴート人の事跡はこのように推移した。
Οὖννοι δὲ αὐτῶν τοὺς μὲν κτείναντες, τοὺς δέ, ὥσπερ ἐρρήθη, ἐξαναστήσαντες τὴν χώραν ἔσχον. καὶ αὐτῶν Κουτρίγουροι μὲν παῖδάς τε καὶ γυναῖκας μεταπεμψάμενοι ἐνταῦθα ἱδρύσαντο, οὗ δὴ καὶ ἐς ἐμὲ ᾤκηνται. καὶ δῶρα μὲν πολλὰ πρὸς βασιλέως ἀνὰ πᾶν ἔτος κομίζονται, καὶ ὣς δὲ διαβαίνοντες ποταμὸν Ἴστρον καταθέουσιν ἐσαεὶ τὴν βασιλέως χώραν, ἔνσπονδοί τε καὶ πολέμιοι Ῥωμαίοις ὄντες. Οὐτίγουροι δὲ ξὺν τῷ ἡγουμένῳ ἐπ’ οἴκου ἀπεκομίζοντο, μόνοι τὸ λοιπὸν ἐνταῦθα καθιζησόμενοι.
一方、フン族は彼らの一部を殺害し、一部を述べられたように追い払って、その土地を占領した。そして彼らのうちクトリグロイ人は妻子を呼び寄せてそこに定住し、そこには私の時代に至るまで彼らが住んでいる。彼らは皇帝から毎年多くの贈り物を受け取っているが、それにもかかわらずイストロス川を渡っては常に皇帝の領土を荒らし回り、ローマ人にとって同盟者でありかつ敵である状態にある。他方ウティグロイ人は指導者とともに故郷へと帰還し、今後は彼らだけでそこに住むことになった。
- 8.5.4τῷ μηδὲ ἀποπειράσασθαι αὐτῶν πώποτε, ἀλλ’ ἀμελέτητοι τῆς διαβάσεως παντάπασιν εἶναι
原因を表す冠詞付き不定詞の与格 τῷ μηδὲ ἀποπειράσασθαι(一度も試みたことがなかったことによって)に続いて、接続詞 ἀλλά の後で ἀμελέτητοι... εἶναι と主格+不定詞へ構文が移行している(アナコルトン)。ἀμελέτητοι は主文の主語(οὗτοι / περίφοβοι ὄντες)と一致している。
- 8.5.5Λίμνην δὲ τὴν Μαιῶτιν καὶ τὴν ἐξ αὐτῆς ἐκβολὴν ὑπερβάντι
与格分詞 ὑπερβάντι は視点・関係を表す与格(局所的観点の与格)。「マイオーティス湖とその流出路を渡った者から見ると/渡ったところには」を意味し、旅人の視座から地理的配置を記述する構文である。
- 8.5.9δοκεῖν γάρ μοι
挿入節(制限・限定の不定詞)として機能する独立不定詞構文(「私の考えでは/私に思われるところでは」)。文全体の主動詞ではなく、著者の見解・推測を差し挟む慣用表現である。
