← プロコピオス

戦史

§8.3.9-8.3.21

アバスゴイ人の風習と去勢の廃止および改宗

著者はフン族の戦死者から女性が見つかった例を挙げてアマゾーン伝承の背景を説明したのち、アバスゴイ人の習俗や支配者による残虐な少年去勢・父親殺害と、ユスティニアヌス帝による禁令およびキリスト教化を記す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.3.9

τὰ γὰρ ἐπιτηδεύματα μέχρι ἐς τοὺς ἀπογόνους παραπεμπόμενα τῶν προγεγενημένων τῆς φύσεως ἴνδαλμα γίνεται.

というのも、先祖から子孫へと受け継がれる習俗は、あたかも生まれつきの性質であるかのように見えるようになるからである。

§8.3.10

Οὔννων τοίνυν καταδραμόντων πολλάκις τὴν Ῥωμαίων ἀρχήν, τοῖς τε ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντων, τινὰς μὲν αὐτῶν πεσεῖν ἐνταῦθα τετύχηκε, μετὰ δὲ τῶν βαρβάρων τὴν ἀναχώρησιν Ῥωμαῖοι διερευνώμενοι τῶν πεπτωκότων τὰ σώματα καὶ γυναῖκας ἐν αὐτοῖς εὗρον.

事実、フン族がしばしばローマ帝国の領土を襲撃し、立ち向かってきた者たちと白兵戦を交えた際、彼らのうち何人かがその場で討ち死にすることがあったが、野蛮人たちの撤退後、ローマ人たちが戦死者の遺体を調べたところ、その中から女たちも見出されたのである。

§8.3.11

ἄλλο μέντοι γυναικῶν στράτευμα οὐδαμῆ τῆς Ἀσίας ἢ τῆς Εὐρώπης ἐπιχωρίαζον ἐφάνη. οὐ μὴν οὐδὲ τὰ Καυκάσια ὄρη ἀνδρῶν ἔρημα γεγενῆσθαι πώποτε ἀκοῇ ἴσμεν. περὶ μὲν οὖν τῶν Ἀμαζόνων τοσαῦτα εἰρήσθω.

もっとも、これ以外の女の軍勢がアジアやヨーロッパのどこかに存在していたということは見られない。それにまた、カウカソス山脈がかつて男のいない土地になったということも伝え聞いたことはない。アマゾーンたちについては、この程度にしておこう。

§8.3.12

Μετὰ δὲ Ἀψιλίους τε καὶ τοῦ μηνοειδοῦς τὴν ἑτέραν ἀρχὴν ἐς τὴν παραλίαν Ἀβασγοὶ ᾤκηνται, ἄχρι ἐς τὰ Καυκάσια ὄρη διήκοντες. οἱ δὲ Ἀβασγοὶ Λαζῶν μὲν κατήκοοι ἐκ παλαιοῦ ἦσαν, ἄρχοντας δὲ ὁμογενεῖς δύο ἐσαεὶ εἶχον. ὧν ἅτερος μὲν ἐς τῆς χώρας τὰ πρὸς ἑσπέραν, ὁ δὲ δὴ ἕτερος ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον ἵδρυτο.

アプシーリオイ人、および三日月形の湾のもう一方の端を過ぎると、海岸沿いにアバスゴイ人が住んでおり、カウカソス山脈にまで至っている。このアバスゴイ人は古くからラゾイ人に服属していたが、常に同族の二人の支配者を戴いていた。その支配者の一方はこの国の西部に、もう一方は東部に拠点を構えていた。

§8.3.14

οἱ δὲ βάρβαροι οὗτοι μέχρι μὲν ἐς ἐμὲ ἄλση τε καὶ ὕλας ἐσέβοντο· θεοὺς γὰρ τὰ δένδρα βαρβάρῳ τινὶ ἀφελείᾳ ὑπώπτευον εἶναι.

この野蛮人たちは私の時代に至るまで聖なる森や樹林を崇拝していた。というのも、野蛮な素朴さから木々を神々であると思い込んでいたからである。

§8.3.15

πρὸς δὲ τῶν ἐν σφίσιν ἀρχόντων τὰ δεινότατα διὰ φιλοχρηματίας μέγεθος ἔπασχον. ἄμφω γὰρ αὐτῶν οἱ βασιλεῖς, ὅσους ἂν παῖδας ἐν τούτῳ τῷ ἔθνει ἀγαθούς τε τὴν ὄψιν καὶ τὸ σῶμα καλοὺς ἴδοιεν, τούτους δὴ ὀκνήσει οὐδεμιᾷ ἐκ τῶν γειναμένων ἀφέλκοντες εὐνούχους τε ἀπεργαζόμενοι ἀπεδίδοντο ἐς Ῥωμαίων τὴν γῆν τοῖς ὠνεῖσθαι βουλομένοις χρημάτων μεγάλων.

しかし彼らは、自らの支配者たちの甚だしい貪欲さゆえに、この支配者たちから最も悲惨な苦難を被っていた。彼らの二人の王は、この部族の中で容貌が優れ肉体の美しい少年たちを見つけると、躊躇することなく親のもとから引き離し、去勢した上で、大金で買い取ろうとする者たちに向けてローマ人の地へと売り払っていたからである。

§8.3.16

τούς τε αὐτῶν πατέρας ἔκτεινον εὐθύς, τοῦ μὴ αὐτῶν τινὰς τίσασθαί ποτε τῆς ἐς τοὺς παῖδας ἀδικίας τὸν βασιλέα ἐγχειριεῖν,1 μηδὲ ὑπόπτους αὐτοῖς τῶν κατηκόων τινὰς ἐνταῦθα εἶναι. ἥ τε τῶν υἱέων εὐμορφία σφίσιν ἐς τὸν ὄλεθρον ἀπεκρίνετο·

さらに彼らは、その父たちが少年たちへの不正に対していつの日か王へ復讐を企てたり、そこで服属民のなかに彼らにとって疑わしい者がいたりすることがないよう、その父たちをただちに殺害していた。こうして息子たちの美しさは、親たちにとって破滅へと転じることになった。

§8.3.17

διεφθείροντο γὰρ οἱ ταλαίπωροι, παίδων θανάσιμον δεδυστυχηκότες εὐπρέπειαν.2 καὶ ἀπ’ αὐτοῦ τῶν ἐν Ῥωμαίοις εὐνούχων οἱ πλεῖστοι καὶ οὐχ ἥκιστα ἐν τῇ βασιλέως αὐλῇ γένος Ἀβασγοὶ ἐτύγχανον ὄντες.

哀れな父親たちは、子どもたちの命取りとなる美しさという不運を被って殺されていたのである。それゆえ、ローマ人たちの間にいる宦官の大部分、とりわけ皇帝の宮廷にいる宦官の多くが、素性としてはアバスゴイ人であった。

§8.3.18

Ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος ἅπαντα Ἀβασγοῖς ἐπὶ τὸ ἡμερώτερον τετύχηκε μεταμπίσχεσθαι.3

だが、現今の皇帝ユスティニアヌスの治下において、アバスゴイ人の万事はより文明的な方向へと一変することとなった。

§8.3.19

τά τε γὰρ Χριστιανῶν δόγματα εἵλοντο καὶ αὐτοῖς Ἰουστινιανὸς βασιλεὺς τῶν τινὰ ἐκ Παλατίου εὐνούχων στείλας, Ἀβασγὸν γένος, Εὐφρατᾶν ὄνομα, τοῖς αὐτῶν βασιλεῦσι διαρρήδην ἀπεῖπε μηδένα τὸ λοιπὸν ἐν τούτῳ τῷ ἔθνει τὴν ἀρρενωπίαν ἀποψιλοῦσθαι, σιδήρῳ βιαζομένης τῆς φύσεως. ὃ δὴ ἄσμενοι Ἀβασγοὶ ἤκουσαν, καὶ τῇ τοῦ Ῥωμαίων βασιλέως ἐπιτάξει θαρροῦντες ἤδη τὸ ἔργον τοῦτο σθένει παντὶ διεκώλυον. ἐδεδίει γὰρ αὐτῶν ἕκαστος μή ποτε παιδίου πατὴρ εὐπρεποῦς γένηται.

彼らはキリスト教の教義を受け入れ、またユスティニアヌス帝は宮廷の宦官の一人でアバスゴイ人のエウプラタスという名の男を派遣して、今後はこの部族において鉄によって自然の理を損ない、男らしさを奪い去るようなことが二度とあってはならないと、彼らの王たちに明確に禁じたのである。アバスゴイ人たちはこれを喜んで聞き入れた。そしてローマ皇帝の命に意を強くした彼らは、今や全力を挙げてこの蛮行を阻止するようになった。彼らは誰もが、いつの日か自分が美しい子の父親になるのではないかと恐れていたからである。

§8.3.21

τότε δὴ Ἰουστινιανὸς βασιλεὺς καὶ ἱερὸν τῆς θεοτόκου ἐν Ἀβασγοῖς οἰκοδομησάμενος, ἱερεῖς τε αὐτοῖς καταστησάμενος, διεπράξατο ἅπαντα αὐτοὺς ἤθη τῶν Χριστιανῶν ἐκδιδάσκεσθαι, τούς τε βασιλεῖς ἄμφω Ἀβασγοὶ καθελόντες αὐτίκα ἐν ἐλευθερίᾳ βιοτεύειν ἐδόκουν. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.

そのときユスティニアヌス帝はアバスゴイ人の地に神の母の聖堂を建立し、彼らのために司祭たちを任じることで、キリスト教徒のすべての習俗を彼らが教え込まれるよう取り計らい、またアバスゴイ人たちは直ちに両王を打ち倒し、〔自分たちは〕自由のうちに生きていると思った。さて、これらの事柄はこのように推移した。

構文注3 件
  1. 8.3.16τοῦ μὴ αὐτῶν τινὰς τίσασθαί ποτε τῆς ἐς τοὺς παῖδας ἀδικίας τὸν βασιλέα ἐγχειριεῖν

    属格冠詞 τοῦ に導かれた否定目的(〜しないように)を表す動名詞的・不定詞構文。意味上の主語は対格 αὐτῶν τινάς(彼らのうち誰かが)。不定詞 ἐγχειριεῖν(企てる、着手する)が補足不定詞 τίσασθαι(復讐する、報復する)を従え、さらに τίσασθαι は復讐の対象を表す対格(τὸν βασιλέα)と原因を表す属格(τῆς ἐς τοὺς παῖδας ἀδικίας)を支配している。

  2. 8.3.17παίδων θανάσιμον δεδυστυχηκότες εὐπρέπειαν

    完了分詞 δεδυστυχηκότες(不運に見舞われた)が、同族対格あるいは内的対格・限定の対格として εὐπρέπειαν(端麗さ、美しさ)をとっている。形容詞 θανάσιμον(致命的な、死をもたらす)が εὐπρέπειαν を修飾し、先行する属格 παίδων は「子どもたちの美しさ」という所属または起因を表す属格である。

  3. 8.3.18ἅπαντα Ἀβασγοῖς ἐπὶ τὸ ἡμερώτερον τετύχηκε μεταμπίσχεσθαι

    非人称的動詞 τετύχηκε(〜という結果になった)に受動態不定詞 μεταμπίσχεσθαι(着替える、改める)が結合した構文。主語は中性複数主格/対格 ἅπαντα(万事)。衣服を改める動詞 μεταμπίσχομαι が、前置詞句 ἐπὶ τὸ ἡμερώτερον(より文明的・穏和な状態へと)を伴って「状態が一変する」という比喩的意味で機能している。与格 Ἀβασγοῖς は関係の与格(アバスゴイ人において)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.3.9-8.3.21