← プロコピオス

戦史

§8.23.17-8.23.30

アンコーン沖での両軍の激励と激しい接舷海戦

ヨアンネスとバレリアノスは兵士たちにアンコーン死守と背水の陣での覚悟を促し、ゴート側の指揮官たちも敵の臆病さを突いて奮戦を命じ、両軍は船を突き合わせて激しい接舷海戦に突入する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.23.17

τούτων δὲ τοιούτων ὄντων ἄλλο μὲν οὐδὲν ὀχύρωμα ἡμῖν ἐκ τοῦ Δρυοῦντος ἐς Ῥάβενναν ἀπολέλειπται, ὅπη ἂν τὰ ἐδώδιμα ἡμῖν τε καὶ ἵπποις τοῖς ἡμετέροις ἀποκεῖσθαι δεήσει,1 οὕτω τε οἱ πολέμιοι κρατοῦσι τῆς χώρας ὥστε φίλιον οὐδὲν μεμένηκεν ἡμῖν ἐνταῦθα χωρίον, ὅθεν ἂν καὶ κατὰ βραχὺ τῶν τι ἐπιτηδείων ἐκπορίζεσθαι χρή.

こうした状況にあって、ドリュウスからラヴェンナに至るまで、我々と我々の軍馬のための食糧を保管しておくべき拠点は我々には他に一つも残されておらず、また敵はこの地方を完全に掌握しているため、わずかなりとも必需品を調達すべき味方の地はここに一つも残っていません。

§8.23.18

ἐς δὲ τὸν Ἀγκῶνα ἡμῖν ἡ προσδοκία μεμένηκε πᾶσα τοῦ καὶ τοῖς ἐξ ἠπείρου τῆς ἀντιπέρας καταίρουσιν ἐνταῦθα προσχεῖν δυνατοῖς εἶναι καὶ ἀσφάλειαν ἔχειν.2

しかしアンコーンに対しては、対岸の本土から渡航してくる者たちがここに碇を下ろし、安全を確保することができるという期待のすべてが我々に残されています。

§8.23.19

οὐκοῦν εὐημερήσαντες ἐν τῇ ξυμβολῇ τήμερον καὶ βασιλεῖ τὸν Ἀγκῶνα, ὡς τὸ εἰκός, κρατυνάμενοι τάχα ἂν καὶ τὰ ἄλλα τοῦ πρὸς Γότθους πολέμου ἐν ἐλπίσιν ἀγαθαῖς τὸ λοιπὸν ἕξομεν.

それゆえ、今日の戦闘で勝利を収め、当然の成り行きとしてアンコーンを皇帝のために固めるならば、我々は恐らく今後ゴート族との戦争の残りについても良き希望を抱くことになるでしょう。

§8.23.20

σφαλέντες δὲ ἐν ταύτῃ τῇ μάχῃ, ἄλλο μέντοι πικρὸν οὐκ ἂν εἴποιμεν, ἀλλὰ δοίη τὴν Ἰταλίας ἐπικράτησιν ὁ θεὸς Ῥωμαίοις διηνεκῆ εἶναι.3 κἀκεῖνο δὲ λογίζεσθαι ἡμῖν ἄξιον, ὡς κακοῖς ἐν τῷ ἔργῳ γινομένοις ἡμῖν οὐδὲ ἀποφεύγειν ἐξόν.

しかしこの戦闘で敗れるなら、――これ以上不吉な言葉は口にすまいと思いますが、願わくは神がイタリアの支配権をローマ人に永続的なものとして与え賜わんことを。 また我々は、この戦闘で臆病に振る舞うなら逃亡することさえ許されないということも銘記すべきです。

§8.23.21

οὔτε γὰρ τὴν γῆν ἕξετε πρὸς τῶν ἐναντίων κατειλημμένην οὔτε τὴν θάλασσαν πλώϊμον,4 οὕτω θαλασσοκρατούντων τῶν πολεμίων, ἀλλὰ περιέστηκεν ἡμῖν ἡ τῆς σωτηρίας ἐλπὶς ἐν ταῖς χερσὶν οὖσα καὶ ξυμμεταβαλλομένη τοῖς κατὰ τὴν ἀγώνισιν ἔργοις.

というのも、諸君は、陸地は敵によって占領されているため持つこともできず、敵がこのように制海権を握っている以上、海を航行可能なものとして持つこともできないからです。むしろ我々の生存への希望は、各人の手の中にあり、戦闘における働きとともに推移することへと至ったのです。

§8.23.22

ἀνδραγαθίζεσθε τοίνυν ὅση δύναμις, τοῦτο ἐκεῖνο ἐκλογιζόμενοι,5 ὡς ἡσσηθέντες μὲν ἐν τῷ παρόντι τὴν ὑστάτην ἧτταν κληρώσεσθε, νενικηκότες δὲ μετὰ τῶν ἄγαν εὐδαιμόνων ξὺν τῇ εὐκλείᾳ τετάξεσθε.”

それゆえ全力を尽くして勇敢に戦い、いま敗れ去るなら最終的な敗北を分け持つことになり、勝利を収めれば極めて幸運な者たちとともに栄光のうちに列せられるという、まさにこのことを深く心に刻みなさい」。

§8.23.23

Ἰωάννης μὲν καὶ Βαλεριανὸς τοσαῦτα εἶπον. καὶ οἱ Γότθων δὲ ἄρχοντες τοιάνδε τὴν παράκλησιν ἐποιήσαντο· “Ἐπειδὴ πάσης ἀπεληλαμένοι τῆς Ἰταλίας καὶ πολύν τινα χρόνον οὐκ ἴσμεν ἐν ὁποίοις ποτὲ μυχοῖς οἵδε οἱ κατάρατοι τῆς γῆς ἢ τῆς θαλάσσης διαλαθόντες τανῦν ἡμῖν τετολμήκασιν ἐς χεῖρας ἰέναι, καὶ ὡς ἀναμαχούμενοι ἐφ’ ἡμᾶς ἥκουσιν, ἐπάναγκες αὐτοῖς τὸ ἐκ τῆς ἀβουλίας ἐγγενόμενον θράσος ἀναχαιτίζειν προθυμίᾳ τῇ πάσῃ, ὡς μὴ ἐνδιδόντων ἡμῶν τὰ τῆς ἀπονοίας αὐτοῖς ἐς μέγα χωροίη.6

ヨアンネスとバレリアノスはこのように述べた。他方、ゴート族の指揮官たちも次のような激励を行った。「全イタリアから放逐され、陸か海のいかなる奥深い片隅に長らく潜んでいたのか我々も知らぬこの呪われた者どもが、今や我々と刃を交える挙に出で、再び戦端を開かんとして我々に迫ってきた以上、我々が譲歩して彼らの狂気が過大に膨らまないよう、すべての気迫をもって彼らの無謀から生じた慢心を挫くことが必然である。

§8.23.24

ἀμαθία γὰρ οὐ κατ’ ἀρχὰς ἀναστελλομένη ἀναβαίνει μὲν ἐπ’ ἄπειρον τόλμαν, ἐς ἀνηκέστους δὲ τῶν παραπιπτόντων τελευτᾷ συμφοράς.

というのも、初動で抑え込まれなかった分別のなさは際限のない無謀へと高じ、巻き込まれる者たちにとって取り返しのつかない災厄に帰着するからである。

§8.23.25

δείξατε τοίνυν αὐτοῖς ὅτι τάχιστα ὡς Γραικοί τέ εἰσι καὶ ἄνανδροι φύσει καὶ ἡσσημένοι θρασύνονται, μηδὲ συγχωρήσητε τὴν διάπειραν αὐτοῖς πρόσω ἰέναι.

それゆえ彼らに、自分たちがギリシア人であり、生来臆病であり、敗北した身でありながら傲慢になっているのだということを一刻も早く思い知らせ、これ以上試みを前進させることを許してはならない。

§8.23.26

ἀνανδρία γὰρ καταφρονηθεῖσα ἐπὶ παρρησίαν ἐξάγεται μείζω, ἐπεὶ τῷ προϊέναι τὸ θάρσος ἄοκνον γίνεται. ἐπὶ πολὺ δὲ ἀνθέξειν αὐτοὺς ἀνδραγαθιζομένοις ὑμῖν μηδαμῶς οἴεσθε. φρόνημα γὰρ τῇ δυνάμει τῶν αὐτῷ χρωμένων μὴ συμμετρούμενον πρὸ μὲν τοῦ ἔργου ἐπαιρόμενον ἐν ἀκμῇ φαίνεται, ἀρξαμένης δὲ τῆς ξυμβολῆς καταρρεῖν εἴωθεν.

なぜなら、侮られた臆病さはより大きな増長へと駆り立てられ、前進することによってその気概はためらいなきものとなるからである。 諸君が武勇を奮うとき、彼らが長く持ちこたえるなどとは決して思ってはならない。それを用いる者たちの能力に見合わない矜持は、戦闘の前には高揚して絶頂にあるように見えるが、交戦が始まれば崩壊するのが常であるからである。

§8.23.28

ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, ἀναμνήσθητε μὲν ὅντινα τρόπον οἱ πολέμιοι πολλάκις ἀποπειρασάμενοι τῆς ἀρετῆς τῆς ὑμετέρας ἀπήλλαξαν, ἐκλογίζεσθε δὲ ὡς οὐκ ἀμείνους ἐκ τοῦ αἰφνιδίου γεγενημένοι ἐφ’ ἡμᾶς ὥρμηνται, ἀλλὰ τὰ παραπλήσια τοῖς προλαβοῦσι τετολμηκότες, τὴν ὁμοίαν καὶ νῦν κληρώσονται τύχην.”

それゆえ、事態がこの通りである以上、敵が何度も諸君の武勇を試みていかなる結末を迎えたかを思い起こし、彼らが突然優れた者となって我々に襲いかかってきたのではなく、以前と同じ暴挙に及んだ以上、今また同じ運命を分け持つことになるのだと銘記せよ」。

§8.23.29

Τοσαῦτα καὶ οἱ τῶν Γότθων ἄρχοντες παρακελευσάμενοι καὶ τοῖς πολεμίοις ὑπαντιάσαντες μελλήσει οὐδεμιᾷ ἐς χεῖρας ἦλθον. ἦν τε ἡ ναυμαχία ἐσάγαν ἰσχυρά, πεζομαχίᾳ ἐμφερὴς οὖσα.

ゴート族の指揮官たちもこのように激励し、敵を迎え撃つと、何の躊躇もなく白兵戦へと突入した。その海戦は、陸戦に酷似した極めて激しいものであった。

§8.23.30

τάς τε γὰρ ναῦς μετωπηδὸν ἀντιπρώρους ταῖς τῶν ἐναντίων ἑκάτεροι στήσαντες τὰ τοξεύματα ἐς ἀλλήλους ἀφίεσαν, καὶ αὐτῶν ὅσοι ἀρετῆς τι μετεποιοῦντο, ἄγχιστά πη ἀλλήλων γινόμενοι ἐν χρῷ τε ξυνιόντες ἀπὸ τῶν καταστρωμάτων ξυνέμισγον, ξίφεσί τε καὶ δόρασιν, ὥσπερ ἐν πεδίῳ, μαχόμενοι.

双方が船を横一列に並べて敵船と舳先を向かい合わせ、互いに矢を放ち合い、また武勇を誇る者たちは互いに極めて接近して舷側を接し、甲板から入り乱れて、まるで野原にいるかのように剣や槍で戦ったのである。

構文注6 件
  1. 8.23.17ὅπη ἂν τὰ ἐδώδιμα ἡμῖν τε καὶ ἵπποις τοῖς ἡμετέροις ἀποκεῖσθαι δεήσει

    関係副詞 ὅπη に小辞 ἄν と直説法未来 δεήσει が結合した構文。古典期アッティカ方言では ἄν と接続法が標準的だが、後期ギリシア語では未来直説法との結合がしばしば見られる。先行詞 ὀχύρωμα に対する目的・結果的性格を帯びた限定的関係節として機能している。

  2. 8.23.18ἐς δὲ τὸν Ἀγκῶνα ἡμῖν ἡ προσδοκία μεμένηκε πᾶσα τοῦ καὶ τοῖς ἐξ ἠπείρου τῆς ἀντιπέρας καταίρουσιν ἐνταῦθα προσχεῖν δυνατοῖς εἶναι καὶ ἀσφάλειαν ἔχειν

    名詞 προσδοκία(期待)を、属格定冠詞 τοῦ を伴う不定詞句 τοῦ ... δυνατοῖς εἶναι καὶ ἀσφάλειαν ἔχειν が内容的に規定する同格的・説明的属格構文。不定詞 εἶναι の述語 δυνατοῖς は意味上の主語である与格分詞 καταίρουσιν に格一致している。

  3. 8.23.20σφαλέντες δὲ ἐν ταύτῃ τῇ μάχῃ, ἄλλο μέντοι πικρὸν οὐκ ἂν εἴποιμεν, ἀλλὰ δοίη τὴν Ἰταλίας ἐπικράτησιν ὁ θεὸς Ῥωμαίοις διηνεκῆ εἶναι

    σφαλέντες は条件を表す分詞(「もし敗れるならば」)。主節の帰結部が、不吉な予測を忌み嫌う言葉(ἄλλο μέντοι πικρὸν οὐκ ἂν εἴποιμεν: 潜在の ἄν+希求法)で中断され、願望の希求法 δοίη を伴う祈願文(「神が〜を与え賜わんことを」)へと転じるアポシオーペーシス(言いさし・言い淀み)的な破格構文。

  4. 8.23.21οὔτε γὰρ τὴν γῆν ἕξετε πρὸς τῶν ἐναντίων κατειλημμένην οὔτε τὴν θάλασσαν πλώϊμον

    動詞 ἕξετε の目的語 τὴν γῆν には完了受動分詞 κατειλημμένην が理由を表す状況分詞(「敵に占領されているので」)として添えられ、もう一方の目的語 τὴν θάλασσαν には形容詞 πλώϊμον が二次述語(「海を航行可能なものとして」)として機能している構文。

  5. 8.23.22τοῦτο ἐκεῖνο ἐκλογιζόμενοι

    τοῦτο ἐκεῖνο は格言や周知の教訓を引き合いに出す際に用いられる慣用句的表現(「まさにこれというあの真理」)。ここでは直後の ὡς 節(「いま敗れれば最終的な敗北となり、勝てば栄光を得る」)がその内容を具体的に展開している。

  6. 8.23.23ὡς μὴ ἐνδιδόντων ἡμῶν τὰ τῆς ἀπονοίας αὐτοῖς ἐς μέγα χωροίη

    否定の目的節 ὡς μή+希求法 χωροίη(「〜とならないように」)の内部に、条件的な属格独立構文 ἐνδιδόντων ἡμῶν(「我々が屈するならば」)が挿入された構造。τὰ τῆς ἀπονοίας は「狂気に属する事柄、狂気の結果」を意味する中性複数限定句。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.23.17-8.23.30