← プロコピオス

戦史

§8.14.19-8.14.36

ローマ軍の出撃と暴走する戦象によるペルシア軍敗退

オドナコスとババスの激励を受けて出撃したローマ軍は、内通者の放火を消火しつつ油断していたペルシア軍を奇襲し、暴走した戦象の混乱も加わって大勝を収める。著者はかつてエデッサで豚を用いて象を撃退した故事に触れ、今回の混乱が純然たる偶然であったことを特筆する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.14.19

ἄνευ δὲ τούτων εὐημερήσαντες μὲν ἐν τῇ ξυμβολῇ οἱ ἀπὸ τοῦ περιβόλου μαχόμενοι οὐδὲν ἄν τι τῆς εὐημερίας ἀπόναιντο μέγα, ἐπεὶ ἐν μὲν τῷ παραυτίκα τοὺς πολεμίους σφίσιν ἀπεῶσθαι ξυμβαίνει, ἐς δὲ τὴν ὑστεραίαν ὁ κίνδυνος αὖθις ἐν ἀκμῇ γίνεται, καὶ κατὰ μικρὸν δὲ σφαλέντες αὐτοῖς, ὡς τὸ εἰκός, συνδιαφθείρονται τοῖς ὀχυρώμασιν. ἐκ χειρὸς δὲ τοὺς ἐναντίους νενικηκότες ἐν τῷ ἀσφαλεῖ τὴν σωτηρίαν τὸ λοιπὸν ἕξουσιν. ὧν ἐνθυμηθέντες1 ἴωμεν ἐπὶ τοὺς πολεμίους προθυμίᾳ τῇ πάσῃ, τὴν ἄνωθεν ἐπικουρίαν ἐπαγαγόμενοι, εὐέλπιδές τε τῇ προσπεσούσῃ τανῦν ἀπογνώσει γεγενημένοι.

これらに加えて、城壁の上から戦う者たちは、その交戦で首尾よく行ったとしても、その勝利から何ら大きな実りを得ることはないであろう。なぜなら、その場では敵を撃退することになっても、翌日には再び危険が頂点に達し、わずかでも躓けば、当然ながら、砦とともに共倒れになるからである。しかし白兵戦で敵に打ち勝ったならば、以後は安全のうちに生還を確保できるのである。これらを心に留め、我らに降りかかった絶望のゆえに今や大いに希望を抱き、天からの加護を願いつつ、全身全霊の気迫をもって敵へ向かおうではないか。

§8.14.21

τοὺς γὰρ ἐλπίδα σωτηρίας τινὸς ἐν σφίσιν αὐτοῖς οὐδαμῆ ἔχοντας τὸ θεῖον ἀεὶ διασώζεσθαι μάλιστα εἴωθε.”

自らの力では生還の望みをまったく抱けない者たちこそ、神意が常に最もよく救い給うのが常だからである。」

§8.14.22

Τοσαῦτα Ὀδόναχός τε καὶ Βάβας παρακελευσάμενοι τάς τε πύλας ἀνέῳγον καὶ τὸ στράτευμα δρόμῳ ἐξῆγον, ὀλίγων ἀπολελειμμένων ἐνταῦθά τινων ἐξ αἰτίας τοιᾶσδε.

オドナコスとババスはこのように激励すると、門を開いて軍勢を駆け足で出撃させた。ただし、次のような理由から少数の者がその場に残されていた。

§8.14.23

τῶν τις Λαζῶν τῇ προτεραίᾳ, λόγιμος μὲν ὢν ἐν τούτῳ τῷ ἔθνει, ἐν Ἀρχαιοπόλει δὲ ᾠκημένος, ἔπρασσε πρὸς Μερμερόην ἐπὶ τῇ πατρίδι προδοσίας πέρι.

前日、ラゾイ人の一人で、この部族の名士であり、アルカイオポリスに居住していた者が、祖国の裏切りについてメルメロエスと密通していたのである。

§8.14.24

ὁ δέ οἱ ἄλλο οὐδὲν ἐπήγγελλε χαρίζεσθαι Πέρσαις, πλήν γε δὴ ὅπως, ἡνίκα ἐς τειχομαχίαν καθιστῶνται, τὰ οἰκία ἐμπρήσῃ λάθρα, ἔνθα ὅ τε σῖτος καὶ τὰ λοιπὰ τῶν ἐπιτηδείων ἀπέκειτο.

メルメロエスは彼に対し、ペルシア軍のために他に何ら尽くすことは求めず、ただ彼らが城攻めを開始した時に、穀物やその他の食糧が保管されている家屋にひそかに火を放つことだけを命じた。

§8.14.25

ἐπέστελλε δὲ ταῦτα, δυοῖν γενήσεσθαι τὸ ἕτερον λογισάμενος·2 ἢ γὰρ Ῥωμαίους περὶ τὸ πῦρ τοῦτο σπουδάζοντάς τε καὶ διατριβὴν ποιουμένους ἐνδώσειν σφίσι κατ’ ἐξουσίαν ἐπιβατεύειν τοῦ περιβόλου, ἢ τειχομαχοῦντας ἀποκρούεσθαι βουλομένους Πέρσας ταῦτα δὴ τὰ οἰκία ἐν ὀλιγωρίᾳ ποιήσεσθαι·

彼がこれを命じたのは、二つのことのうちどちらか一方が起こると計算したからであった。すなわち、ローマ軍がこの消火に奔走し手間取ることで、ペルシア軍が意のままに城壁へよじ登る隙を与えるか、あるいは城攻めを行うペルシア軍を撃退することを望んで、ローマ軍がこれらの家屋を放置するかのいずれかである。

§8.14.26

καιομένων δὲ τῷ τρόπῳ τούτῳ τοῦ τε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων πόνῳ σφᾶς οὐδενὶ πολιορκίᾳ ἐν χρόνῳ ὀλίγῳ Ἀρχαιόπολιν ἐξαιρήσειν.

そして、このやり方で穀物やその他の糧食が焼き払われれば、少しの時を経ずして何の苦もなく兵糧攻めによってアルカイオポリスを奪取できると考えたのである。

§8.14.27

τοιαύτῃ μὲν γνώμῃ ὁ Μερμερόης τούτῳ δὴ τῷ Λαζῷ ταῦτα ἐπέστελλεν· ὁ δέ οἱ τὴν ἐπίταξιν ὡμολόγει ἐπιτελῆ δράσειν, ἡνίκα τὴν τειχομαχίαν ἀκμάζουσαν ἴδῃ, πῦρ ὡς λαθραιότατα τοῖς δωματίοις τούτοις ἐνάψας.

このような思惑からメルメロエスはこのラゾイ人にこれを指示し、彼も城攻めがたけなわとなったのを見たなら、これらの部屋に極力ひそかに火を放ち、その命令を完全に実行すると約束していた。

§8.14.28

αἰρομένην δὲ τὴν φλόγα ἐξαπιναίως Ῥωμαῖοι ἰδόντες ὀλίγοι μέν τινες ἐβοήθουν ἐνταῦθα, καὶ πόνῳ πολλῷ τὸ πῦρ ἔσβεσαν ἀμηγέπη λυμηνάμενον, οἱ δὲ λοιποὶ ἅπαντες, ὥσπερ ἐρρήθη, ἐπὶ τοὺς πολεμίους ἐχώρησαν.

突如燃え上がった炎を見て、ローマ軍のうち少数の兵がそこへ救援に駆けつけ、多大な苦労の末に幾分の損害を出したものの火を消し止め、残る兵は全員、すでに述べた通り敵に向かって進軍した。

§8.14.29

Ἐμπεσόντες δὲ αὐτοῖς ἐκ τοῦ αἰφνιδίου καὶ τῷ ἀπροσδοκήτῳ ἐκπλήξαντες πολλοὺς ἔκτεινον, οὔτε ἀμυνομένους οὔτε χεῖρας αὐτοῖς ἀνταίρειν τολμῶντας.

そして不意に彼らに襲いかかり、予期せぬ奇襲で恐慌に陥れ、防戦もせず刃向かおうともしない敵を多数討ち取った。

§8.14.30

Πέρσαι γὰρ ὀλίγους κομιδῆ τοὺς πολεμίους ὄντας ἐπεξιέναι σφίσιν ἐν ἐλπίδι οὐδεμιᾷ ἔχοντες ἀλλήλων διεστηκότες ὡς ἐς τειχομαχίαν ἐτετάχατο ξὺν ἀκοσμίᾳ.

というのも、ペルシア軍は敵が極めて少数であることから出撃してくるとは毛頭予想しておらず、城攻めのために隊列を乱して互いに散開していたからである。

§8.14.31

καὶ οἱ μὲν ἐπὶ τῶν ὤμων τοὺς κριοὺς φέροντες ἄνοπλοί τε καὶ τὰ ἐς μάχην ἀπαράσκευοι, ὡς τὸ εἰκός, ἦσαν, οἱ δὲ δὴ ἄλλοι τὰ τόξα ἐντεταμένα ἐν χερσὶν ἔχοντες συσταδὸν ἐγκειμένους τοὺς πολεμίους ἀμύνεσθαι μηχανῇ οὐδεμιᾷ εἶχον.

そして破城槌を肩に担いでいた者たちは、当然ながら丸腰で戦闘の用意がなく、その他の者たちも弦を張った弓を手にしていたため、白兵戦で迫り来る敵を防ぐ術が全くなかった。

§8.14.32

οὕτω δὴ κόπτοντες Ῥωμαῖοι ἐπιστροφάδην αὐτοὺς διεχρῶντο. ξυνέβη δὲ τότε καὶ τῶν ἐλεφάντων ἕνα πληγέντα, ὡς ἔνιοί φασιν, ἢ ἀπὸ ταὐτομάτου ξυνταραχθέντα, περιστρέφεσθαί τε οὐδενὶ κόσμῳ καὶ ἀναχαιτίζειν, καὶ τοὺς μὲν ἐπιβάτας ῥίπτειν, τῶν δὲ δὴ ἄλλων τὴν τάξιν ἐκλύειν.

こうしてローマ兵は四方に向き直りながら彼らを斬りつけて討ち滅ぼした。その時さらに、象の一頭が、ある者の言うところによれば傷を負い、あるいは自然に混乱に陥って、乱暴に旋回して跳ね上がり、背に乗っていた兵を振り落とし、他の隊列を乱すという事態が起きた。

§8.14.33

καὶ ἀπ’ αὐτοῦ οἱ μὲν βάρβαροι ἀνεπόδιζον, Ῥωμαῖοι δὲ ἀδεέστερον τοὺς ἐν ποσὶν ἀεὶ διεχρῶντο.

このために異民族の軍勢は後退し、ローマ軍はより恐れなく足元にいる敵を打ち倒し続けた。

§8.14.34

θαυμάσειε δ’ ἄν τις ἐνταῦθα δικαίως, εἰ3 Ῥωμαῖοι μέν, ἐξεπιστάμενοι καθ’ ὅ τι χρὴ ἀποκρούσασθαι τῶν πολεμίων τὴν διὰ τῶν ἐλεφάντων ἐπίθεσιν, τῶν δεόντων οὐδὲν ἔδρασαν, τοῖς παροῦσι δηλονότι ξυνταραχθέντες, ἀπὸ ταὐτομάτου δὲ τὸ τοιοῦτον σφίσι ξυνηνέχθη γενέσθαι. ὅ τι δὲ τοῦτό ἐστιν, αὐτίκα δηλώσω.

ここで人は、ローマ軍が象による敵の攻撃をどのように撃退すべきか熟知していたにもかかわらず、明らかに目前の事態に混乱して必要な手を何一つ打たず、偶然によってこのような事態が生じたことについて、もっともにも驚くかもしれない。それがどういうことであるか、直ちに説明しよう。

§8.14.35

Ἡνίκα Χοσρόης τε καὶ ὁ Μήδων στρατὸς ἐτειχομάχουν ἀμφὶ τὸν Ἐδέσσης περίβολον, τῶν τις ἐλεφάντων, ἐπιβεβηκότος οἱ ὁμίλου πολλοῦ τῶν ἐν Πέρσαις μαχιμωτάτων, ἀγχοῦ τοῦ περιβόλου γενόμενος ἐπίδοξος ἦν ὅτι δὴ δι’ ὀλίγου βιασάμενος τοὺς ἀπὸ τοῦ ἐκείνῃ πύργου ἀμυνομένους ἅτε κατὰ κορυφὴν συχνὰ βαλλομένους τὴν πόλιν αἱρήσει.4

ホスローとメディアの軍勢がエデッサの城壁を攻めていた時、ペルシア軍の中で最も戦闘に長けた兵の群れを背に乗せた象の一頭が城壁に近づき、そこの塔から防戦する者たちは頭上からしきりに射撃を浴びていたので、まもなく彼らを制圧して都市を攻略するかに見えた。

§8.14.36

ἐδόκει γάρ τις μηχανὴ τὸ τοιοῦτον ἑλέπολις εἶναι. ἀλλὰ Ῥωμαῖοι χοῖρον ἐκ τοῦ πύργου ἐπικρεμάσαντες τὸν κίνδυνον τοῦτον διέφυγον.

その姿はあたかも攻城塔の兵器のように見えたからである。しかしローマ軍は塔から豚を吊り下げることによって、この危機を脱したのである。

構文注4 件
  1. 8.14.20ὧν ἐνθυμηθέντες

    動詞 ἐνθυμέομαι(心に留める、熟考する)が中性複数関係代名詞 ὧν を属格で支配している構文。先行する論拠全体を指示代名詞的に総括する目的格的属格として機能している。

  2. 8.14.25δυοῖν γενήσεσθαι τὸ ἕτερον λογισάμενος

    分詞 λογισάμενος に導かれる対格不定詞構文。δυοῖν は部分の属格で τὸ ἕτερον が γενήσεσθαι の対格主語。後続の ἢ γὰρ ... ἢ ... はこの二者択一の内実を説明しており、それぞれ未来不定詞 ἐνδώσειν と ποιήσεσθαι が対格主語(Ῥωμαίους)を伴って λογισάμενος に従属している。

  3. 8.14.34θαυμάσειε δ’ ἄν τις ἐνταῦθα δικαίως, εἰ

    ἄν を伴う希求法(θαυμάσειε δ’ ἄν τις)による潜在表現(「人は当然怪しむであろう」)。後続の εἰ は条件節ではなく、驚きを表す動詞 θαυμάζω の目的語節(「〜という事実について」)を導く接続詞として機能している。

  4. 8.14.35ἐπίδοξος ἦν ὅτι δὴ δι’ ὀλίγου ... τὴν πόλιν αἱρήσει

    形容詞 ἐπίδοξος(〜の見込みがある)が主語 τῶν τις ἐλεφάντων に呼応する人称構文を形成し、後続の ὅτι 節(ὅτι ... αἱρήσει)が期待される内容を直接法未来で述べる。不定詞をとる構文(ἐπίδοξος ἦν αἱρήσειν)に代えて ὅτι 節が用いられている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.14.19-8.14.36