← プロコピオス

戦史

§7.37.1-7.37.15

トティラのローマ再建とケントゥムケラエ包囲

フランク王から求婚を拒絶されたトティラはローマの再建に着手し、シチリア遠征を企てるが、ユスティニアヌス帝への講和使節は拒絶され、ディオゲネスが守るケントゥムケラエを包囲する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.37.1

Τουτίλας οὐ πολλῷ πρότερον παρὰ τῶν Φράγγων τὸν ἄρχοντα πέμψας, τὴν παῖδά οἱ γυναῖκα ἐδεῖτο γαμετὴν δοῦναι.

トティラはこれより少し前、フランク族の統治者のもとへ使者を送り、その娘を妻として娶らせてほしいと請うていた。

§7.37.2

ὁ δὲ τὴν αἴτησιν ἀπεσείσατο, Ἰταλίας αὐτὸν οὔτε εἶναι οὔτε ἔσεσθαί ποτε βασιλέα φάσκων, ὅς γε Ῥώμην ἑλὼν ἔχεσθαι μὲν αὐτῆς οὐδαμῆ ἴσχυσε,1 μοῖραν δὲ αὐτῆς καθελὼν τοῖς πολεμίοις μεθῆκεν αὖθις.

しかし王はその要請を拒絶し、トティラはイタリアの王ではなく、今後も決して王にはならないであろうと言い放った。ローマを占領しながらもそれを保持することがまったくできず、その一部を破壊したうえで再び敵に引き渡してしまった男にほかならない、というのがその理由であった。

§7.37.3

διὸ δὴ τὰ ἐπιτήδεια ἐν τῷ παρόντι ἐς αὐτὴν ἐσκομίζεσθαι διὰ σπουδῆς εἶχε καὶ ἀνοικοδομεῖσθαι ὅτι τάχιστα πάντα ἐκέλευεν, ὅσα καθελών τε καὶ πυρπολήσας αὐτὸς ἔτυχεν, ἡνίκα Ῥώμην τὸ πρότερον εἷλε· τῶν τε Ῥωμαίων τοὺς ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοὺς ἄλλους ἅπαντας οὕσπερ ἐπὶ Καμπανίας ἐφύλασσε μετεπέμπετο.

それゆえトティラは、目下のところローマに生活物資を運び入れることに腐心し、かつてローマを占領した際に自らが破壊し焼き払ってしまったすべての箇所を、できる限り速やかに再建するよう命じた。そして元老院議員や他のすべてのローマ市民で、カンパニア地方に留め置いていた者たちを呼び戻した。

§7.37.4

ἐνταῦθά τε ἀγῶνα τὸν ἱππικὸν θεασάμενος, τὴν στρατιὰν ἡτοίμαζε πᾶσαν, ὡς ἐπὶ Σικελίαν στρατεύσων.

また当地で戦車競走を観戦したのち、シチリアへ遠征する腹積もりで全軍を整えた。

§7.37.5

ἅμα δὲ καὶ τὰ μακρὰ πλοῖα τετρακόσια ὡς ἐς ναυμαχίαν ἐν παρασκευῇ ἐποιεῖτο, καὶ στόλον νεῶν μεγάλων τε καὶ πολλῶν ἄγαν, ἅσπερ ἐκ βασιλέως ἐκ τῆς ἑῴας ἐνταῦθα σταλείσας αὐτοῖς ἀνδράσι τε καὶ φορτίοις πάντα τοῦτον τὸν χρόνον ἑλὼν ἔτυχε.

それと同時に、海戦用として四百隻の軍船を艤装し、またこれまで長きにわたって皇帝によって東方から当地へと派遣され、乗組員や積荷もろとも自らが拿捕してきた、極めて多数の巨大な艦船からなる艦隊も整えた。

§7.37.6

Στέφανόν τε ἄνδρα Ῥωμαῖον παρὰ βασιλέα πρεσβευτὴν ἔπεμψε, τὸν μὲν πόλεμον τόνδε καταλύειν αἰτῶν, ἐνσπόνδους δὲ Γότθους ποιεῖσθαι, ἐφ’ ᾧ δὴ αὐτῷ ξυμμαχήσουσιν2 ἐπὶ πολεμίους τοὺς ἄλλους ἰόντι.

さらにステファヌスという名のローマ人を皇帝のもとへ使節として派遣し、この戦争を終結させ、ゴート族と和親を結ぶことを要請した。その条件として、皇帝が他の敵を攻撃する際にはゴート族が同盟軍として戦うというのであった。

§7.37.7

βασιλεὺς δὲ Ἰουστινιανὸς οὔτε τὸν πρεσβευτήν οἱ ἐς ὄψιν ἐλθεῖν ξυνεχώρησεν οὔτε τινὰ τῶν λεγομένων ἐντροπὴν τὸ παράπαν πεποίηται.

しかし皇帝ユスティニアヌスは、使節が自らの前に進み出ることを許さず、その申し入れに対しても一切顧みることがなかった。

§7.37.8

Ἅπερ ἐπεὶ Τουτίλας ἤκουσεν, αὖθις τὰ ἐς τὸν πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο. ξύμφορον δέ οἱ ἔδοξεν εἶναι, Κεντουκελλῶν ἀποπειρασαμένῳ πρότερον οὕτω δὴ ἐπὶ Σικελίαν ἰέναι.

トティラはこの報を聞くと、再び戦争の準備に取りかかった。そして、まずケントゥムケラエを攻略しようと試み、そのうえでシチリアへ向かうのが得策であると判断した。

§7.37.9

ἦρχε δὲ τότε τοῦ ἐνταῦθα φυλακτηρίου Διογένης, ὁ Βελισαρίου δορυφόρος, δύναμιν ἀξιόχρεων ξὺν αὑτῷ ἔχων.

当時その地の守備隊を指揮していたのは、ベリサリウスの槍持ち衛兵であったディオゲネスであり、相当な兵力を率いていた。

§7.37.10

καὶ ὁ μὲν Γότθων στρατός, ἐπειδὴ ἐς Κεντουκέλλας ἀφίκοντο, ἄγχιστα τοῦ περιβόλου ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο.

ゴート軍はケントゥムケラエに到着すると、城壁のすぐ近くに陣を敷き、包囲戦に入った。

§7.37.11

πρέσβεις δὲ πέμψας παρὰ Διογένην ὁ Τουτίλας αὐτόν τε προὐκαλεῖτο καὶ τοὺς ἀμφ’ αὐτὸν στρατιώτας, ἢν μὲν σφίσι βουλομένοις ᾖ3 μάχῃ πρὸς αὐτοὺς διακρίνεσθαι, ἔργου ἔχεσθαι αὐτίκα δὴ μάλα.

トティラはディオゲネスのもとに使者を派遣し、彼と彼に従う兵士たちに対し、もし彼らが戦闘によって決着をつけることを望むのであれば、直ちに戦端を開くよう呼びかけた。

§7.37.12

ἐν ἐλπίδι τε παρῄνει μηδεμιᾷ ἔχειν, δύναμιν ἑτέραν τινὰ ἐκ βασιλέως σφίσιν ἀφίξεσθαι·

また、皇帝から新たな援軍が到来するなどという希望は決して抱かないよう忠告した。

§7.37.13

ἀδύνατον γὰρ Ἰουστινιανὸν τὸ λοιπὸν εἶναι πόλεμον πρὸς Γότθους τόνδε διενεγκεῖν, εἴ τῳ ἱκανὰ τεκμηριῶσαι τὰ χρόνου τοσούτου ἐπὶ τῆς Ῥώμης ξυμβάντα.4

なぜなら、これほど長い歳月の間にローマで生じた出来事が誰にとっても証拠として十分であるとするなら、ユスティニアヌスが今後ゴート族に対してこの戦争を戦い抜くことなど不可能だからである。

§7.37.14

αἵρεσιν οὖν προὐτείνετο ἑλέσθαι ὁποτέραν ἂν αὐτοὶ βούλοιντο, ἢ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ τῷ Γότθων στρατῷ ἀναμίγνυσθαι, ἢ κακῶν ἀπαθέσιν ἐνθένδε ἀπαλλασσομένοις ἐπὶ Βυζαντίου κομίζεσθαι.

そこでトティラは、二つのうち彼ら自身が望むいずれか一方を選択するよう提示した。すなわち、対等平等の条件でゴート軍に合流するか、あるいは危害を受けずにこの地を退去してビザンティオンへ赴くか、のいずれかである。

§7.37.15

Ῥωμαῖοι δὲ καὶ Διογένης οὔτε μάχῃ διακρίνεσθαι βουλομένοις σφίσιν αὐτοῖς ἔφασκον εἶναι οὔτε μέντοι ἀναμίγνυσθαι τῷ Γότθων στρατῷ, ἐπεὶ παίδων τε καὶ γυναικῶν τῶν σφετέρων χωρὶς βιοτεύειν οὐκ ἂν δύναιντο.

しかしローマ兵たちとディオゲネスは、戦闘で決着をつけることも望んでおらず、またゴート軍に合流することも望んではいないと答えた。自分たちの妻や子から離れては生きられないからである、と。

構文注4 件
  1. 7.37.2ὅς γε Ῥώμην ἑλὼν ἔχεσθαι μὲν αὐτῆς οὐδαμῆ ἴσχυσε

    関係代名詞 ὅς に小辞 γε が付加された ὅς γε は、先行詞(αὐτόν = トティラ)がイタリアの王に値しない理由・根拠を叙述する理由的関係節を導いている。また ἔχεσθαι αὐτῆς は「それを掌握・保持する」の意で、中動態 ἔχομαι が「つかまる、離さない」の義から属格補語(αὐτῆς)をとる構文。

  2. 7.37.6ἐφ’ ᾧ δὴ αὐτῷ ξυμμαχήσουσιν

    前置詞句 ἐφ’ ᾧ(ἐπὶ τούτῳ ὥστε に相当)に未来直説法 ξυμμαχήσουσιν が後続し、「〜という条件で」という約定・条件節を形成している。

  3. 7.37.11ἢν μὲν σφίσι βουλομένοις ᾖ

    与格(σφίσι)に分詞(βουλομένοις)が一致して動詞 εἰμί と結びつく慣用構文(「もし彼らが望むなら」)。後続の不定詞 διακρίνεσθαι(決着をつける)がその目的語として機能している。

  4. 7.37.13εἴ τῳ ἱκανὰ τεκμηριῶσαι τὰ χρόνου τοσούτου ἐπὶ τῆς Ῥώμης ξυμβάντα

    条件文の主語は中性複数名詞句 τὰ ... ξυμβάντα(生じた出来事)、述語は ἱκανά(十分である)であり、動詞 ἐστί が省略されている。不定詞 τεκμηριῶσαι は形容詞 ἱκανά を修飾する限定的不定詞(「〜を証拠立てるのに」)で、与格 τῳ は判断の主体(「誰にとっても」)を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.37.1-7.37.15