← プロコピオス

戦史

§7.34.16-7.34.32

ランゴバルド使節の告発とゲピド使節の弁論

ランゴバルド族の使節はゲピド族によるシルミウム占拠や不法を非難し、宗教的一致を挙げて同盟を訴える。翌日出頭したゲピド族の使節は、自らが平和的解決を重んじていることや軍事力・歴史的同盟関係の優位性を説いてローマの同盟を要請する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.34.16

“Πῶς ἄν τις ἐφικέσθαι δύναιτο λόγῳ τῆς τοῦ πράγματος ἀτοπίας; οὐ κατεφρόνησαν τῆς Ῥωμαίων ἀρχῆς; οὐκ ἔλυσαν σπονδῶν τε καὶ συμμάχων θεσμούς;

「事のあまりの不条理さに、一体誰が言葉で尽くし得ましょうか。彼らはローマ帝国を侮蔑しなかったでしょうか。条約と同盟の法を破棄しなかったでしょうか。

§7.34.17

οὐχ ὕβρισαν εἰς οὓς ἥκιστα ἐχρῆν; οὐκ ἐβιάσαντο βασιλείαν ἧς δοῦλοι ἂν εὔξαιντο εἶναι, ἤν τις σχολὴ ὑμῖν ἐπ’ αὐτοῖς γένηται; Γήπαιδες, ὦ βασιλεῦ, Σίρμιον ἔχουσι καὶ Ῥωμαίους ἀνδραποδίζουσιν, ὅλην τε προσποιεῖσθαι Δακίαν αὐχοῦσι·

最も侮辱すべきでない者たちに対して侮辱を加えなかったでしょうか。貴殿らに彼らを討つ余暇さえできたならば、〔彼らが〕その奴隷になることを祈願するような帝国に対して、暴力を振るわなかったでしょうか。皇帝よ、ゲピド族はシルミウムを保持し、ローマ人を奴隷にしており、ダキア全土を自らのものだと豪語しているのです。

§7.34.18

τίνα πόλεμον ὑπὲρ ὑμῶν ποτε ἢ ξὺν ὑμῖν ἢ πρὸς ὑμᾶς αὐτοὺς νενικηκότες; ἢ τίνος ἀγωνίας ἆθλα τὴν χώραν ταύτην πεποιημένοι; καὶ ταῦτα ἔμμισθοι πρὸς ὑμῶν γεγονότες πολλάκις καὶ τὰ χρήματα, ὥσπερ εἴρηται, κεκομισμένοι χρόνον οὐκ ἴσμεν ὁπόσον ἄνω.

彼らは貴殿らのために、あるいは貴殿らと共に、あるいは貴殿ら自身に対して、一体いついかなる戦争に勝利したというのでしょうか。また、いかなる戦いの戦利品としてこの地を手に入れたというのでしょうか。しかも彼らは、何度も貴殿らから給金を受け取る傭兵となり、既に述べられたように、遥か遠い昔から幾年にもわたって金銭を受け取ってきたのです。

§7.34.19

καίτοι τῆς παρούσης αὐτῶν πρεσβείας οὐ γέγονε πρᾶξις μιαρωτέρα ἐκ τοῦ παντὸς χρόνου. ἐπειδὴ γὰρ ἡμᾶς πολεμησείοντας ἐπ’ αὐτοὺς εἶδον, ἐς Βυζάντιόν τε θαρσοῦσιν ἀφῖχθαι καὶ βασιλεῖ ἐς τοσόνδε περιυβρισμένῳ ἐς ὄψιν ἥκειν.

さらにまた、彼らが現在行っているこの使節派遣ほど、歴史上一貫してより忌まわしい行為は存在しませんでした。なぜなら彼らは、われらが自分たちに向かって交戦しようと熱望しているのを見るや、ビュザンティオンへ臆面もなく到着し、これほど過剰に侮辱した皇帝の御前に出頭する勇気を持ったからです。

§7.34.20

ἴσως που καὶ ἀναιδείας περιουσίᾳ ἐς ξυμμαχίαν παρακαλέσουσιν ἐφ’ ἡμῖν τοῖς οὕτω κατεσπουδασμένοις ὑμῖν.

おそらく彼らは、厚かましさの極みから、貴殿らがかほどまでに重んじているわれらを攻撃するために、同盟を結ぶよう要請することさえするでしょう。

§7.34.21

καὶ μὴν εἰ μὲν ἀποδωσείοντες ἥκουσιν ὧνπερ ἐπεβάτευσαν οὐδὲν σφίσι προσῆκον,1 Λαγγοβάρδας αἰτιωτάτους τῆς ἐνθένδε ὠφελείας λογιστέον Ῥωμαίοις, ὧνπερ τῷ δέει ἀναγκασθέντες τὴν ἀκούσιον εὐγνωμοσύνην ὀψὲ τοῦ καιροῦ μεταμπίσχονται.

もし彼らが、自分たちに全く権利のない侵奪した土地を返還するつもりでやって来ているのだとしても、このことから生じる利益について、ローマ人はランゴバルド族こそが最大の原因であると見なさねばなりません。

§7.34.22

τῷ γὰρ τὴν ἀνάγκην πεποιημένῳ τὴν χάριν εἰκότως ὁ τῆς εὐεργεσίας τυχὼν εἴσεται. εἰ δέ γε μηδὲ νῦν ἐκστῆναι τῶν οὐ προσηκόντων βεβούληνται, τίς ἂν εἴη ταύτης δὴ τῆς κακοτροπίας ὑπερβολή;”

彼ら〔ランゴバルド族〕への恐怖に強いられてこそ、ゲピド族は時機を逸して、望まぬ善意の仮面を身に纏っているのですから。 というのも、強制力をもたらした者に対してこそ、恩恵を受けた者が当然にも感謝を捧げることになるからです。しかし、もし彼らが今になっても不当に奪ったものから退去しようと欲しないのだとすれば、この邪悪さの極みはいかばかりのものでしょうか。」

§7.34.23

“Ταῦτα μὲν οὖν ἡμῖν ἀφελείᾳ βαρβαρικῇ, λόγων σπανιζούσῃ, τῶν πραγμάτων οὐδαμῆ ἐπαξίως εἰρήσθω.

「されば、われらの側からは、言辞の乏しい蛮族の率直さをもって、事態の重大さには到底及ばぬながらもこれだけ語ったものとしておきましょう。

§7.34.24

σὺ δέ, ὦ βασιλεῦ, διασκοπούμενος ὅσα ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν ἡμῖν εἴρηται, τὰ Ῥωμαίοις τε καὶ Λαγγοβάρδαις τοῖς σοῖς ξυνοίσοντα πρᾶσσε, τοῦτο πρὸς τοῖς ἄλλοις ἅπασιν ἐννοῶν, ὡς ἡμῖν μὲν ἀμφὶ τῷ θεῷ ὁμογνωμονοῦσι τὸ ἐξ ἀρχῆς συντετάξονται Ῥωμαῖοι δικαίως, τοῖς δὲ Ἀρειανοῖς οὖσι καὶ δι’ αὐτὸ τοῦτο ἀπ’ ἐναντίας χωρήσουσι.”

しかし皇帝よ、貴殿におかれましては、われらの陳述が必要に比して不足している点を熟考され、ローマ人と貴殿の味方であるランゴバルド族の双方に益となることを実行してください。他のあらゆる点に加え、神についてわれらは初めから意見を同じくしているがゆえに、ローマ人は正当にもわれらと陣営を共にするのであり、他方、アリウス派である者たちに対しては、まさにそのゆえに敵対して進軍するであろうということを心に留められよ。」

§7.34.25

Λαγγοβάρδαι μὲν τοσαῦτα εἶπον. γενόμενοι δὲ τῇ ὑστεραίᾳ παρὰ βασιλέα καὶ οἱ Γηπαίδων πρέσβεις ἔλεξαν ὧδε· “Δίκαιον, ὦ βασιλεῦ, τοὺς ἐπὶ ξυμμαχίας αἰτήσει παρὰ τοὺς πέλας ἀφικομένους ἀναδιδάξαι πρῶτον, ὡς δίκαιά τε δεησόμενοι πάρεισι καὶ ξύμφορα τοῖς ξυμμαχήσουσιν, οὕτω τε τοὺς λόγους ὧνπερ ἕνεκα πρεσβεύουσι ποιεῖσθαι.

ランゴバルド族は以上のように語った。そして翌日、皇帝の御前に出頭したゲピド族の使節たちは、次のように述べた。「皇帝よ、同盟を請願するために隣人を訪れる者は、まず第一に、自分たちの請願が正当であり、同盟を結ぶ側にとっても有益であることを教え諭し、その上で使節として遣わされた目的の事柄について発言を行うのが正当であります。

§7.34.26

ὡς μὲν οὖν ἠδικήμεθα πρὸς Λαγγοβαρδῶν, αὐτόθεν δῆλον· δίκῃ γὰρ διαλύειν τὰ διάφορα ἐν σπουδῇ ἔχομεν, δικάζεσθαι δὲ οἷς ἂν σπουδάζηται βιάζεσθαι οὐδαμῆ πρόσεστιν.2

われらがランゴバルド族によって不正を被ったことは、事態そのものから明白であります。われらは裁判によって対立を解決することに腐心しておりますが、 法廷での審理に熱意を注ぐ者たちには、暴力を振るうことなど決して相容れないからです。また、人口においても武勇においても、ゲピド族がランゴバルド族より遥かに優っていることについては、 すでに熟知されている方々の前で、誰が長々と語る必要がありましょうか。

§7.34.28

ὡς δὲ πολυανθρωπίᾳ τε καὶ ἀρετῇ Γήπαιδες παρὰ πολὺ Λαγγοβαρδῶν κρείσσους τυγχάνουσιν ὄντες, τί ἄν τις ἐν εἰδόσι μακρολογοίη; τὸ δὲ ξὺν τοῖς καταδεεστέροις ἐς τὴν ἀγωνίαν καθισταμένους ἐς κακόν τι προὖπτον ἰέναι, παρὸν τὴν νίκην ξὺν τοῖς δυνατωτέροις ταττομένους ἀκίνδυνον ἔχειν, οὐκ ἄν τινας οἰόμεθα τῶν καὶ κατὰ βραχὺ σωφρονούντων ἑλέσθαι.3

劣勢な者たちと共に戦いに加わって火を見るより明らかな災厄へと向かうことなど、より強力な者たちの側に身を置くことで安全な勝利を手にすることが可能であるにもかかわらず、わずかでも分別のある者であれば誰も選ばないであろうとわれらは考えます。したがってゲピド族は、貴殿らが他の誰かに向かって進軍する際にも、以後は貴殿らと陣を共にし、なされたことに対する恩義を負うとともに、自らの軍事力の優勢によって、当然のことながら敵を制圧することを共に成し遂げるでありましょう。 さらにまた、貴殿らはこのことも考慮されるのがふさわしいと考えます。

§7.34.30

ὥστε καὶ ὑμῖν ἐφ’ ἑτέρους τινὰς ἰοῦσι ξυντετάξονται τὸ λοιπὸν Γήπαιδες, χάριν μὲν τῶν πεπραγμένων ὀφείλοντες, δυνάμεως δὲ περιουσίᾳ ξυμποριζόμενοι τὴν τῶν πολεμίων, ὡς τὸ εἰκός, ἐπικράτησιν.

すなわち、ランゴバルド族はつい最近ローマ人の友となったにすぎませんが、ゲピド族は古くから貴殿らの条約を結んだ同盟者であり、知己であるということです。

§7.34.31

καὶ μὴν καὶ τοῦτο λογίζεσθαι ὑμᾶς ἂν πρέποι, ὡς Λαγγοβάρδαι μὲν ἐξ ὑπογυίου Ῥωμαίοις γεγένηνται φίλοι, Γήπαιδας δὲ ὑμῖν ἐνσπόνδους τε τὸ ἀνέκαθεν καὶ γνωρίμους γεγονέναι ξυμβαίνει.

そして、長い時間をかけて結ばれた友情は、容易には解消され得ないものです。

§7.34.32

φιλία δὲ χρόνου μήκει ξυμπλεκομένη τὴν διάλυσιν οὐκ εὐπετῆ ἔχει. ὥστε ξυμμάχους οὐ δυνατοὺς μόνον, ἀλλὰ καὶ βεβαίους κεκτήσεσθε.

したがって貴殿らは、単に強力であるだけでなく、確固とした同盟者を獲得されることになるのです。

構文注3 件
  1. 7.34.21ὧνπερ ἐπεβάτευσαν οὐδὲν σφίσι προσῆκον

    関係代名詞 ὧνπερ は動詞 ἐπιβατεύω(属格支配で「〜に乗り込む、〜を不法占拠する」)の補足語となる属格形。続く οὐδὲν σφίσι προσῆκον は中性分詞句による副詞的・対格絶対的用法(または先行詞への同格的補足)で、「彼らに何ら相応しくない/権利のないのに」という譲歩・付帯状況を表す。

  2. 7.34.27δικάζεσθαι δὲ οἷς ἂν σπουδάζηται βιάζεσθαι οὐδαμῆ πρόσεστιν

    主語は不定詞 βιάζεσθαι(「実力行使・暴力を用いること」)。述語動詞は πρόσεστιν(与格支配「〜に伴う、〜の性質である」)。与格部分 οἷς ἂν σπουδάζηται は関係節で、先行詞 τούτοις が省略されている(δικάζεσθαι は中動態不定詞で σπουδάζηται の補足語「裁判を受ける/法的に争うことに熱心である者たち」)。全体で「裁判で争うことに熱心な者たちに、暴力を振るうことなど決して伴わない」という主文構造をなす。

  3. 7.34.29τὸ δὲ ξὺν τοῖς καταδεεστέροις ἐς τὴν ἀγωνίαν καθισταμένους ἐς κακόν τι προὖπτον ἰέναι, παρὸν τὴν νίκην ξὺν τοῖς δυνατωτέροις ταττομένους ἀκίνδυνον ἔχειν, οὐκ ἄν τινας οἰόμεθα τῶν καὶ κατὰ βραχὺ σωφρονούντων ἑλέσθαι

    主節の骨格は οὐκ ἄν τινας οἰόμεθα ... ἑλέσθαι(「〜を選ぶ者など誰もいないとわれらは考える」)で、τινας τῶν καὶ κατὰ βραχὺ σωφρονούντων が不定詞 ἑλέσθαι の意味上の主語。文頭の冠詞付き不定詞句 τὸ ... ἰέναι が ἑλέσθαι の目的語。挿入されている παρὸν ... ἔχειν は非人称絶対分詞(παρόν)構文で、「〜することが可能であるのに(譲歩)」を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.34.16-7.34.32