- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.32.1-7.32.16
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
反逆罪で処刑を免れたアルサケスは皇帝への復讐を企て、不満を抱くアルタバネスと言葉巧みに結託し、さらに青年カナランゲスを引き入れた後、皇帝に怨恨を抱くゲルマノス父子を陰謀に巻き込むべく長男ユスティヌスに秘密裏に接触する。
Βασιλεῖ μὲν οὖν τά τε ἀμφὶ Ἀρταβάνῃ καὶ Γερμανῷ ταύτῃ πη εἶχεν. ἦν δέ τις Ἀρσάκης ὄνομα ἐν Βυζαντίῳ, Ἀρμένιος γένος, Ἀρσακίδης ἀνήρ, τῷ Ἀρταβάνῃ κατὰ γένος προσήκων.
皇帝とアルタバネスおよびゲルマノスとの関係は、このように推移していた。ところで、ビザンティオンにアルサケスという名のアルメニア出身の男がいた。アルサケス王統に連なる人物で、血統においてアルタバネスの同族であった。
ὃς δὴ κακουργῶν ἐς τὴν πολιτείαν οὐ πολλῷ ἔμπροσθεν ἐφωράθη καὶ προδοσίας διαφανῶς ἑάλω ἅτε δὴ ἐς Χοσρόην τὸν Περσῶν βασιλέα πράγματα ἐπὶ Ῥωμαίοις νεώτερα πράσσων.
この男は少し前、国家に対する謀計を露見させられ、ペルシア王コスロエスと気脈を通じてローマ人に対する反逆を企てていたとして、明白に国家反逆罪で有罪判決を受けていた。
βασιλεύς τε αὐτὸν ἄλλο μὲν εἰργάσατο οὐδὲν ἄχαρι, ξάνας δὲ οὐ πολλὰς κατὰ νώτου ἐπόμπευσε καμήλῳ ἀνὰ τὴν πόλιν ὀχούμενον,1 οὐδὲν μέντοι αὐτὸν οὔτε τοῦ σώματος οὔτε τῆς οὐσίας ἀφείλετο, οὐ μὴν οὐδὲ φυγῇ ἐζημίωσε. δυσφορούμενος δὲ ὅμως τοῖς ξυμπεπτωκόσιν Ἀρσάκης δολώσεις ἐπί τε Ἰουστινιανῷ καὶ τῇ πολιτείᾳ ἐπινοεῖν ἤρξατο.
皇帝は彼にそれ以外の過酷な処遇を加えることはなく、背中にわずかな鞭打ちを加えたうえでラクダに乗せ、市内を引き回して見せしめにしただけで、身体も財産も何一つ奪うことはしなかったし、国外追放の刑に処すことすらしなかった。しかし、身に起こった事態に憤懣を抱いていたアルサケスは、ユスティニアヌスと国家に対して陰謀を巡らし始めた。
ἐπειδή τε ξυναχθόμενόν οἱ τὸν Ἀρταβάνην ἅτε ξυγγενῆ εἶδεν, ἔτι μᾶλλον ἠρέθιζέ τε καὶ λόγων ἐνέδραις τὸν ἄνθρωπον καταλαβὼν ἐκάκιζεν, οὔτε νύκτα οὔτε ἡμέραν τινὰ ἀνιείς, ἀνδρεῖόν τε καὶ ἀνδρόγυνον ἀπὸ καιροῦ γεγονότα2 ὠνείδιζεν.
そして、アルタバネスが同族として自分に同情を寄せているのを見ると、彼をいっそう煽り立て、言葉の罠でこの男を捕らえては罵倒し、夜となく昼となく休むことなく、時宜を違えて勇士とも女々しき者ともなったと非難した。
ἐπὶ μὲν γὰρ κακοῖς ἀλλοτρίοις γενναῖόν τε καὶ τῆς τυραννίδος διαλυτὴν αὐτὸν γεγονέναι, φίλον τε ὄντα καὶ ἑστιάτορα Γόνθαριν αὐτοχειρὶ λαβόντα κτεῖναι οὐδενὶ λόγῳ.
すなわち、他人の災厄に際しては勇敢にして僭主政治の打倒者となり、友であり饗応者であったゴンタリスを、正当な理由もないのに自らの手で捕らえて殺害したのに対し、現下の状況においては、そのように女々しく怯えて当地に座視しているというのである。
ἐν δέ γε τῷ παρόντι ἀποδειλιάσαντα οὕτως ἀνάνδρως ἐνταῦθα καθῆσθαι, τῆς μὲν πατρίδος οἱ φρουρουμένης τε ἐνδελεχέστατα καὶ δασμοῖς ἐκτετηκυίας ἀήθεσι, τοῦ δὲ πατρὸς ἀνῃρημένου ἐπὶ ξυνθηκῶν τε καὶ ξυμβάσεως λόγῳ, παντὸς δὲ τοῦ ξυγγενοῦς δεδουλωμένου τε καὶ σκεδαννυμένου ἀεὶ πανταχόσε τῆς Ῥωμαίων ἀρχῆς.
アルタバネスの祖国は執拗極まりない警備下に置かれ、前例のない貢納に疲弊し、父は条約と協定の約束のもとに殺害され、一族の全員がローマ帝国の各地で隷属させられ、離散させられ続けているというのに。
ἀλλὰ τούτων τοιούτων ὄντων αὐτῷ Ἀρταβάνης ἀποχρῆν οἴεται, εἰ στρατηγός τε Ῥωμαίων εἴη καὶ ὕπατος καλοῖτο μόνον. “Καὶ σὺ μὲν” ἔφη “ξυγγενεῖ τέ μοι ὄντι καὶ πεπονθότι ἀνήκεστα ἔργα οὐδαμῆ συναλγεῖς· ἐγὼ δέ σε οἰκτείρω τῆς ἐπ’ ἀμφοῖν ταῖν γυναικοῖν, ὦ βέλτιστε, τύχης, ἧς τε οὐ δέον ἐστέρησαι καὶ ᾗ ξυνοικεῖν ἠναγκάσθης.
それにもかかわらず、自身にとって事態がこのような状況にあるのに、アルタバネスはローマ人の将軍となり、執政官の名で呼ばれさえすれば十分であると考えているのだ、と。「そしてそなたは」と彼は言った。「同族であり、取り返しのつかない仕打ちを受けた私に対しては少しも痛みを分かち合おうとしない。だが私の方は、二人の女にまつわるそなたの不運を気の毒に思っているのだ、良き友よ。不当にも奪われてしまった女と、同居を強いられている女という二人にまつわる不運を。
καίτοι οὐδένα εἰκός, ὅτῳ φρονήματος καὶ κατὰ βραχύ τινος μέτεστι, τὸν Ἰουστινιανοῦ ἀναδύεσθαι φόνον οὔτε ὀκνήσει οὔτε ὀρρωδίᾳ τινί, ὃς δὴ κάθηται ἀφύλακτος ἐς ἀεὶ ἐπὶ λέσχης τινὸς ἀωρὶ νύκτωρ, ὁμοῦ τοῖς τῶν ἱερέων ἐσχατογέρουσιν ἀνακυκλεῖν τὰ Χριστιανῶν λόγια σπουδὴν ἔχων.
もっとも、少しでも気概の持ち合わせがある者ならば、いかなる躊躇や恐怖によってもユスティニアヌスの殺害をためらうはずがない。彼という男は、夜更けの集会所で護衛もつけずに常に座し、司祭らの最高齢の老人たちとともにキリスト教の聖なる教えを講究することに没頭しているのだから。
ἀλλὰ γὰρ” ἔφη “οὐδέ τίς σοι ἀντιστήσεται τῶν Ἰουστινιανοῦ ξυγγενῶν. ὁ μέντοι γε πάντων δυνατώτατος Γερμανός, οἶμαι, ξυλλήψεταί σοι προθυμούμενος ξὺν τοῖς παισὶ τοῖς αὑτοῦ, νεανίαις τε οὖσι καὶ τῇ τε ἡλικίᾳ καὶ τῷ θυμῷ ἐπ’ αὐτὸν ζέουσιν, οὕς γε καὶ τὴν πρᾶξιν αὐτοματίσειν ἐλπίδα ἔχω.3
それにまた」と彼は言った。「ユスティニアヌスの親族でそなたに敵対する者など誰もいない。それどころか、誰よりも力のあるゲルマノスが、思うに、自らの息子たちとともに喜んでそなたに助力するはずだ。息子たちは若者であり、年齢の点でも気性の点でも皇帝に対して怒りをたぎらせており、私は彼らが自発的に行動を起こすとさえ期待しているのだ。
ἠδικημένοι γὰρ πρὸς ἐκείνου τυγχάνουσιν ἤδη ὅσα οὔτε ἡμεῖς οὔτε τις ἄλλος Ἀρμενίων οὐδείς.” τοιούτοις Ἀρσάκης ἀεὶ καταγοητεύων τὸν Ἀρταβάνην, ἐπειδή ποτε αὐτὸν ἐνδόντα εἶδεν, ἐπί τινα Περσαρμένιον ἕτερον, Χαναράγγην ὄνομα, τὸ πρᾶγμα ἦγεν. ἦν δὲ οὗτος ὁ Χαναράγγης νεανίας μέν, καλὸς δὲ τὸ σῶμα, οὐ μέντοι κατεσπουδασμένος, ἀλλ’ ἐπὶ πλεῖστον παιδαριώδης.
彼らはすでに、我々や他のいかなるアルメニア人にもまさるほどの不当な扱いをあの男から受けているのだから。」アルサケスはこのような言葉で絶えずアルタバネスを籠絡し、彼が屈服したのを見るや、別のペルサルメニア人で、カナランゲスという名の男にこの計画を持ちかけた。このカナランゲスは若者で、容姿は優れていたが、沈着な思慮深さには欠け、極めて子供染みたところがあった。
Ἐπεὶ οὖν Ἀρσάκης αὐτόν τε καὶ Ἀρταβάνην τά τε ἐς τὴν γνώμην καὶ ἐς τοὺς λόγους ξυνέμιξεν, ἀπηλλάσσετο ἐπαγγειλάμενος Γερμανόν τε καὶ τοὺς αὐτοῦ παῖδας ὁμογνώμονας ἐς τὸ ἔργον θήσεσθαι σφίσι.
そこでアルサケスは、彼とアルタバネスとの意見と談判を一致させると、ゲルマノスとその息子たちを彼らの計画に同調させると請け合って立ち去った。
καὶ ἦν γὰρ Ἰουστῖνος ὁ πρεσβύτερος τῶν Γερμανοῦ παίδων νεανίας μὲν καὶ πρῶτον ὑπηνήτης, δραστήριος δὲ καὶ ἐς τὰς πράξεις ὀξύτερος·
さて、ゲルマノスの息子たちのうち年長者であるユスティヌスは、若者で髭が生え始めたばかりであったが、活動的で実務において果断であった。
ὥστε καὶ ἐς τῶν ὑπάτων τὸν δίφρον οὐ πολλῷ ἔμπροσθεν ἀναβεβήκει. ἀφικόμενός τε παρ’ αὐτὸν Ἀρσάκης ἔφασκέν οἱ λάθρα ἐν ἱερῷ τινι ἐντυχεῖν βούλεσθαι.
そのため、少し前には早くも執政官の椅子に昇っていたのである。彼の元を訪れたアルサケスは、ある聖堂の中で密会したいと告げた。
ἐπεί τε ἐν τῷ ναῷ ἐγενέσθην ἄμφω, ἠξίου πρῶτον Ἀρσάκης τὸν Ἰουστῖνον δι’ ὅρκων ἰσχυρίσασθαι μή ποτε τοὺς λόγους ἔς τινα τῶν πάντων ἀνθρώπων ὅτι μὴ ἐς τὸν πατέρα μόνον4 ἐξοίσειν.
そして双方が神殿の中に赴くと、アルサケスはまず、決して誰に対しても、ただ父に対して以外にはこの話を漏らさないと誓いによって確約するようユスティヌスに求めた。
- 7.32.3ξάνας δὲ οὐ πολλὰς κατὰ νώτου ἐπόμπευσε καμήλῳ ἀνὰ τὴν πόλιν ὀχούμενον
ξάνας は動詞 ξαίνω(梳く、打つ)のアオリスト能動態分詞・男性主格単数形で主語 βασιλεύς に一致し、女性対格複数 οὐ πολλὰς は πληγάς(打撃、鞭打ち)を省略した内目的語(「背中に多くの鞭打ちを加えることなく」、すなわちわずかに鞭打っただけで)。ἐπόμπευσε は他動詞的に機能して対格補語 ὀχούμενον(乗せられた彼を)を取り、「市中を引き回して見せしめにした」の意となる。
- 7.32.5ἀνδρεῖόν τε καὶ ἀνδρόγυνον ἀπὸ καιροῦ γεγονότα
前置詞句 ἀπὸ καιροῦ は「時宜を得ずに」「時を違えて(不適当な時に)」を意味する慣用句。ここでは直後の文で敷衍されているように、他人の事柄では不相応に勇壮(ἀνδρεῖον)に振る舞いながら、自らの名誉や祖国の危急に直面した現在では女々しく(ἀνδρόγυνον)腰砕けになっているという、時期を誤った対照的振る舞いを難じている。
- 7.32.10οὕς γε καὶ τὴν πρᾶξιν αὐτοματίσειν ἐλπίδα ἔχω
動詞 αὐτοματίζω は「自発的に動く」「独力・自発的に行動を起こす」の意。関係代名詞 οὕς が不定詞 αὐτοματίσειν の意味上の主語(対格不定詞構文)となっており、「彼ら自身が自発的にこの企てに着手するであろう」という強い期待を表す。
- 7.32.16ὅτι μὴ ἐς τὸν πατέρα μόνον
接続詞 ὅτι と否定詞 μή の組み合わせ ὅτι μή は「〜を除いて(except)」を意味する定型句。直前の全否定 ἐς τινα τῶν πάντων ἀνθρώπων(全人類の誰に対しても)を例外規定として限定し、「ただ父親ひとりに対して以外には」の意をなす。
