← プロコピオス

戦史

§7.22.1-7.22.13

ルカニアでの敗北とトティラによる城壁破壊の着手

トティラはルカニアの隘路でアンテス人と農民連合軍に敗北を喫すると、報復としてローマ城壁の破壊に着手し都市全体の灰燼化を企てるが、ベリサリウスから都の保存を訴える書簡を受け取る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.22.1

Ἐν ᾧ δὲ οἱ πρέσβεις οὗτοι ἐς Βυζάντιον καὶ αὖθις ἐς Ἰταλίαν ἐστέλλοντο, ἐν τούτῳ ἐν Λευκανοῖς τάδε ξυνηνέχθη γενέσθαι.

これらの使節がビザンティオンへ、そして再びイタリアへと派遣されていた間に、ルカニア地方では次のような出来事が生じた。

§7.22.2

Τουλλιανὸς τοὺς ἐκείνῃ ἀγροίκους ἀγείρας τὴν εἴσοδον στενοτάτην οὖσαν ἐφύλασσεν, ὅπως μὴ οἱ πολέμιοι κακουργήσοντες ἴοιεν ἐς τὰ ἐπὶ Λευκανίας χωρία.

トゥリアヌスは現地の農民たちを集めて、敵が略奪のためにルカニア地方の諸村へ進入してこないよう、極めて狭い入口を警備していた。

§7.22.3

καὶ Ἄνται δὲ αὐτοῖς τριακόσιοι ξυνεφύλασσον, οὕσπερ Ἰωάννης ἐνταῦθα δεηθέντι Τουλλιανῷ ἀπολιπὼν πρότερον ἔτυχεν· ἀγαθοὶ γὰρ οἱ βάρβαροι οὗτοι μάχεσθαι ἐν δυσχωρίαις πάντων μάλιστα.

また、かつてヨハネスがトゥリアヌスの懇願を受けてそこに残しておいた三百人のアンテス人も彼らと共に警備に当たっていた。というのも、これらの蛮族は難所において戦うことにおいて誰よりも優れていたからである。

§7.22.4

ἅπερ ἐπεὶ ὁ Τουτίλας ἔμαθε, Γότθους μὲν ἐς τὸ ἔργον καθεῖναι ἀξύμφορον ᾤετο εἶναι, ἀγροίκων δὲ πλῆθος ἀγείρας, Γότθων τε ξυμπέμψας αὐτοῖς ὀλίγους τινάς, ἐκέλευε τῆς εἰσόδου σθένει παντὶ ἀποπειρᾶσθαι.

トティラはこれを知ると、ゴート人をその作戦へ送り出すのは得策ではないと考え、多数の農民を集め、彼らに少数のゴート人を添えて、全力でその隘路を攻略するよう命じた。

§7.22.5

οἵπερ ἐπειδὴ ἀλλήλοις ξυνέμιξαν, ὠθισμὸς μὲν ἀμφοτέρων πολὺς ἐγεγόνει, Ἄνται δὲ τῇ σφετέρᾳ ἀρετῇ, ἅμα δὲ καὶ τῆς δυσχωρίας σφίσι ξυλλαμβανούσης, ξὺν τοῖς ἀμφὶ Τουλλιανὸν ἀγροίκοις τοὺς ἐναντίους ἐτρέψαντο.

両軍が衝突したとき、双方の間で激しい押し合いが生じたが、アンテス人は自らの武勇と、地形の険しさが味方したことにも助けられ、トゥリアヌスの率いる農民たちと共に敵を敗走させた。

§7.22.6

φόνος τε αὐτῶν ἐγεγόνει πολύς. Γνοὺς δὲ ταῦτα ὁ Τουτίλας ἔγνω Ῥώμην μὲν καθελεῖν ἐς ἔδαφος, τοῦ δὲ στρατοῦ τὸ μὲν πλεῖστον ἐνταῦθά πη ἀπολιπεῖν, τῷ δὲ ἄλλῳ ἐπί τε Ἰωάννην καὶ Λευκανοὺς ἰέναι.

そして敵の多くが討ち取られた。これを知ったトティラは、ローマを徹底的に破壊し、軍の大半をこの地に残し、残りの兵を率いてヨハネスとルカニア人たちに向かって進軍することを決断した。

§7.22.7

τοῦ μὲν οὖν περιβόλου ἐν χώροις πολλοῖς τοσοῦτον καθεῖλεν ὅσον ἐς τριτημόριον τοῦ παντὸς μάλιστα. ἐμπιπρᾶν δὲ καὶ τῶν οἰκοδομιῶν τὰ κάλλιστά τε καὶ ἀξιολογώτατα ἔμελλε, Ῥώμην τε μηλόβοτον καταστήσεσθαι,1 ἀλλὰ Βελισάριος μαθὼν πρέσβεις τε καὶ γράμματα παρ’ αὐτὸν ἔπεμψεν.

そこで城壁の各所を、全体の約三分の一に及ぶほど破壊した。さらに壮麗で最も注目すべき建造物の数々を焼き払い、ローマを羊の放牧地と化そうとしていた。しかしそれを知ったベリサリウスは、使節と書簡を彼のもとへ送った。

§7.22.8

οἵπερ ἐπειδὴ Τουτίλᾳ ἐς ὄψιν ἦλθον, εἶπόν τε ὧν ἕνεκα ἥκοιεν καὶ τὰ γράμματα ἐνεχείρισαν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Πόλεως μὲν κάλλη οὐκ ὄντα ἐργάζεσθαι ἀνθρώπων ἂν φρονίμων εὑρήματα εἶεν2 καὶ πολιτικῶς βιοτεύειν ἐπισταμένων, ὄντα δὲ ἀφανίζειν τούς γε ἀξυνέτους εἰκὸς καὶ γνώρισμα τοῦτο τῆς αὑτῶν φύσεως οὐκ αἰσχυνομένους χρόνῳ τῷ ὑστέρῳ ἀπολιπεῖν.

使節たちはトティラに謁見すると、自分たちの来訪の理由を述べ、書簡を手渡した。その書簡には次のように記されていた。「存在しない美を都市にもたらすことは、思慮深く市民的生活を営む心得のある人々の営みでありましょうが、現に存在する美を破壊することは、愚昧な者たち、そして後世に自らの本性の証拠を残すことを恥じない者たちこそが為すことであります。

§7.22.9

Ῥώμη μέντοι πόλεων ἁπασῶν, ὅσαι ὑφ’ ἡλίῳ τυγχάνουσιν οὖσαι, μεγίστη τε καὶ ἀξιολογωτάτη ὡμολόγηται εἶναι.

言うまでもなくローマは、日の下にあるあらゆる都市の中で最大かつ最も注目に値するものと認められています。

§7.22.10

οὐ γὰρ ἀνδρὸς ἑνὸς ἀρετῇ εἴργασται οὐδὲ χρόνου βραχέος δυνάμει ἐς τόσον μεγέθους τε καὶ κάλλους ἀφῖκται, ἀλλὰ βασιλέων μὲν πλῆθος, ἀνδρῶν δὲ ἀρίστων συμμορίαι πολλαί, χρόνου τε μῆκος καὶ πλούτου ἐξουσίας ὑπερβολὴ τά τε ἄλλα πάντα ἐκ πάσης τῆς γῆς καὶ τεχνίτας ἀνθρώπους ἐνταῦθα ξυναγαγεῖν ἴσχυσαν.

なぜなら、一人の男の武勇によって築かれたのではなく、わずかな時間の力によってこれほどの規模と美に達したわけでもなく、多くの皇帝たち、卓越した人々の数々の集団、悠久の歳月、そして圧倒的な富の蓄えが、全世界から他のあらゆる物資と技術者たちをここに結集させ得たからであります。

§7.22.11

οὕτω τε τὴν πόλιν τοιαύτην, οἵανπερ ὁρᾷς, κατὰ βραχὺ τεκτηνάμενοι, μνημεῖα τῆς πάντων ἀρετῆς τοῖς ἐπιγενησομένοις ἀπέλιπον, ὥστε ἡ ἐς ταῦτα ἐπήρεια εἰκότως ἂν ἀδίκημα μέγα ἐς τοὺς ἀνθρώπους τοῦ παντὸς αἰῶνος δόξειεν εἶναι·

こうして彼らは徐々にそなたが目にするような都市を築き上げ、すべての人々の美徳の記念碑を後世の人々のために残しました。それゆえ、これらを損なう行為は、あらゆる時代の人間に対する重大な不正とみなされるのが当然でしょう。

§7.22.12

ἀφαιρεῖται γὰρ τοὺς μὲν προγεγενημένους τὴν τῆς ἀρετῆς μνήμην, τοὺς δὲ ὕστερον ἐπιγενησομένους τῶν ἔργων τὴν θέαν.3

過去の人々からはその美徳の記憶を奪い、のちに生まれてくる人々からはその作品を仰ぎ見る機会を奪うからです。

§7.22.13

τούτων δὲ τοιούτων ὄντων ἐκεῖνο εὖ ἴσθι, ὡς δυοῖν ἀνάγκη τὸ ἕτερον εἶναι. ἢ γὰρ ἡσσηθήσῃ βασιλέως ἐν τῷδε τῷ πόνῳ, ἢ περιέσῃ, ἂν οὕτω τύχοι.

このような次第ですから、次のことをよく知っておくべきです。すなわち二つのうちどちらか一つが必然的に起こるということです。というのも、そなたはこの戦いにおいて皇帝に敗れるか、あるいは運が良ければ勝利を収めるかのどちらかだからです」

構文注3 件
  1. 7.22.7Ῥώμην τε μηλόβοτον καταστήσεσθαι

    καταστήσεσθαι は中動態未来不定詞で、先行する不定詞 ἐμπιπρᾶν と並列されて ἔμελλε に従属しており、トティラがローマをそのような状態に「変じるつもりであった」という意図を表す。Ῥώμην は対格の直接目的語、μηλόβοτον は述語対格(「羊の放牧地に」)である。

  2. 7.22.8Πόλεως μὲν κάλλη οὐκ ὄντα ἐργάζεσθαι ἀνθρώπων ἂν φρονίμων εὑρήματα εἶεν

    主語は冠詞を伴わない不定詞句 πόλεως μὲν κάλλη οὐκ ὄντα ἐργάζεσθαι であり、述語は希求法+ἄν(潜在)を伴う εὑρήματα ἂν εἶεν である。属格 ἀνθρώπων φρονίμων は述語名詞 εὑρήματα にかかる属格で「分別ある人々の(創案・営み)」の意をなす。後続の ὄντα δὲ ἀφανίζειν τούς γε ἀξυνέτους εἰκός では、非人称述語 εἰκός [ἐστι] が対格不定詞構文(τούς γε ἀξυνέτους ... ἀφανίζειν)を支配する構造へと対比的に移行している。

  3. 7.22.12ἀφαιρεῖται γὰρ τοὺς μὲν προγεγενημένους τὴν τῆς ἀρετῆς μνήμην, τοὺς δὲ ὕστερον ἐπιγενησομένους τῶν ἔργων τὴν θέαν

    動詞 ἀφαιρέω は「人(対格)から物(対格)を奪う」という二重対格をとる。前半の τοὺς μὲν προγεγενημένους(人・対格)と τὴν τῆς ἀρετῆς μνήμην(物・対格)、後半の τοὺς δὲ ὕστερον ἐπιγενησομένους(人・対格)と τὴν θέαν(物・対格、これに属格 τῶν ἔργων がかかる)が整然と二重対格の対称構造を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.22.1-7.22.13