← プロコピオス

戦史

§6.21.29-6.21.42

メディオラヌムの降伏とゴート軍による破壊

包囲されたメディオラヌムで、ムンディラスは住民の虐殺を免れるため決死の突撃を兵に呼びかけるが拒絶され、降伏した都市はゴート軍により破壊され市民は虐殺・奴隷化された。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.21.29

ὡς δὲ οἱ πολέμιοι Μουνδίλᾳ τε καὶ τοῖς στρατιώταις τὰ πιστὰ ἔδοσαν, θυμῷ τε πολλῷ ἐς Λιγούρους ἐχόμενοι ἅπαντας ἀπολοῦντες ἔνδηλοι ἦσαν, συγκαλέσας Μουνδίλας τοὺς στρατιώτας ἅπαντας ἔλεξε τοιάδε·

しかし敵は、ムンディラスと兵士たちには誓約を与えたものの、リグーリア人たちに対しては激しい怒りを抱いており、彼らを皆殺しにする構えであることが明白であったため、ムンディラスは兵士全員を呼び集め、次のように語った。

§6.21.30

“Εἴ τινες καὶ ἄλλοι πώποτε, παρὸν αἰσχρῶς βιῶναι, οἱ δὲ μᾶλλον εὐκλεῶς ἀποθανεῖν εἵλοντο1 σωτηρίας τῆς παραυτίκα τὴν εὐπρεπῆ τοῦ βίου καταστροφὴν ἀλλαξάμενοι, τοιούτους δή τινας ἐν τῷ παρόντι βουλοίμην ἂν καὶ ὑμᾶς εἶναι καὶ μὴ τῷ φιλοψύχῳ τὸν μετὰ τῆς αἰσχύνης βίον διώκειν, καὶ ταῦτα ἀπὸ τῆς Βελισαρίου διδασκαλίας, ἧς ἐκ παλαιοῦ μετασχοῦσιν ὑμῖν μὴ οὐχὶ γενναίοις τε καὶ λίαν εὐτόλμοις εἶναι οὐχ ὅσιον.

「もし、恥辱のうちに生き延びることができたにもかかわらず、目前の安全を名誉ある生涯の幕引きと引き換えにして、むしろ立派に死ぬ道を選んだ人々がかつて他にいたとすれば、今この時において諸君にもまさにそのような者であってほしいと私は望む。命を惜しむあまり恥辱にまみれた生を追うようなことはしてはならない。ましてや諸君は、昔からベリサリオスの教えに与ってきたのであり、気高く極めて勇敢でないことは道に背くのである。

§6.21.31

τοῖς μὲν γὰρ εἰς φῶς ἥκουσι μία τις ἅπασι προέρχεται τύχη, τοῖς καθήκουσι τεθνήξεσθαι χρόνοις· τρόπῳ δὲ τῆς τελευτῆς ἄνθρωποι ἀλλήλων ὡς τὰ πολλὰ διαλλάσσουσι.

というのも、光ある世界に生まれた者たちには皆、定められた時に死ぬという一つの共通の運命が待ち受けているからである。だが、死に際してそのあり様によって人間は互いに大いに異なる。

§6.21.32

διαφέρει δέ, ὅτι ἄνανδροι μέν, ὡς τὸ εἰκός, ἅπαντες ὕβριν τε καὶ γέλωτα ὀφείλοντες τοῖς ἐχθροῖς πρότερον, εἶτα τοῖς ἄνωθεν διωρισμένοις καιροῖς οὐδὲν ἧσσον ἀναπιμπλᾶσι τὴν πεπρωμένην, γενναίοις δὲ ἀνδράσι ξύν τε τῇ ἀρετῇ καὶ δόξης ἀγαθῆς περιουσίᾳ τοῦτο ξυμβαίνει πάσχειν.

そしてその差とは、臆病な者たちはすべて、当然のことながら、まず敵の侮辱と嘲笑の的となり、そののちに上から定められた時に同じように課せられた運命を満たすのに対し、高潔な男たちには、卓越した徳と善き名声の豊かさとともにこの運命を受けることが巡ってくるという点にある。

§6.21.33

ἄνευ δὲ τούτων εἰ μὲν ἀνθρώπους τούσδε ξυνδιασώζουσιν ἡμῖν δουλεύειν τοῖς βαρβάροις παρῆν, ἔφερεν ἂν τοῦτο γοῦν τινα τῆς αἰσχρᾶς ταύτης ἡμῖν σωτηρίας συγγνώμην.

これらを別にしても、もし我々が蛮族に屈服することでこの都市の人々をも救うことができるのであれば、そのことは少なくとも、この恥ずべき生還に対するある程度の弁解をもたらしたであろう。

§6.21.34

ἢν δέ γε Ῥωμαίους τοσούτους τὸ πλῆθος ἐπιδεῖν ἀνάγκη ταῖς τῶν πολεμίων διαφθειρομένους χερσίν, ὅτου τις ἂν εἴποι τοῦτο θανάτου πικρότερον ἔσται.2

しかし、かくも多くのローマ人が敵の手に倒れるのを目の当たりにせざるを得ないとなれば、これは誰かが口にしうるいかなる死よりも苦いものとなるであろう。

§6.21.35

οὐ γὰρ ἄλλο οὐδὲν ἢ τοῖς βαρβάροις ξυγκατεργάζεσθαι τὸ δεινὸν δόξαιμεν. ἕως οὖν ἔτι ἐσμὲν ἡμῶν αὐτῶν κύριοι ἀρετῇ τὴν ἀνάγκην κοσμήσασθαι,3 εὔδοξον τὴν προσπεσοῦσαν θώμεθα τύχην.

なぜなら、我々が蛮族とともにその恐ろしい業に加担したと見なされるほかないからである。それゆえ、この必然を徳によって飾る自由がまだ我々自身の手にあるうちに、身に降りかかった運命を名誉あるものとしようではないか。

§6.21.36

φημὶ δὲ χρῆναι ὡς ἄριστα ἐξοπλισαμένους ἡμᾶς ἅπαντας ἐπὶ τοὺς πολεμίους οὐ προσδεχομένους χωρεῖν.

私は、我ら全員が最善の武装を施し、予期していない敵に向かって突撃すべきであると主張する。

§6.21.37

δυοῖν γὰρ ἡμῖν περιέσται θάτερον· ἢ τὴν τύχην ἐφ’ ἡμῖν εἰργάσθαι τι κρεῖσσον ἐλπίδος ἢ τελευτῆς τετυχηκότας εὐδαίμονος εὐκλεῶς μάλιστα τῶν παρόντων ἀπηλλάχθαι κακῶν.”

というのも、我々には二つのうちいずれか一つの結果が残されることになるからである。すなわち、運命が我々にとって望外の事態をもたらすか、あるいは幸運な死を遂げて、何にもまして名誉のうちに現在の苦難から解放されるかのどちらかである。」

§6.21.38

Μουνδίλας μὲν τοσαῦτα εἶπε, τῶν δὲ στρατιωτῶν ὑποστῆναι τὸν κίνδυνον οὐδεὶς ἤθελεν, ἀλλ’ ἐφ’ οἷς παρεκάλουν οἱ πολέμιοι σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ἐνέδοσαν.

ムンディラスはこれだけのことを語ったが、兵士たちのうち誰もこの危険を引き受けようとは望まず、敵が求めていた条件に従って自らと都市を明け渡した。

§6.21.39

καὶ αὐτοὺς μὲν οἱ βάρβαροι οὐδὲν ἄχαρι ἐργασάμενοι ἐν φυλακῇ ξὺν Μουνδίλᾳ εἶχον, τὴν δὲ πόλιν ἐς ἔδαφος καθεῖλον, ἄνδρας μὲν κτείναντες ἡβηδὸν ἅπαντας οὐχ ἧσσον ἢ μυριάδας τριάκοντα, γυναῖκας δὲ ἐν ἀνδραπόδων ποιησάμενοι λόγῳ, αἷς δὴ Βουργουζίωνας δεδώρηνται χάριν αὐτοῖς τῆς ξυμμαχίας ἐκτίνοντες.

蛮族たちは彼ら自身には何の害も加えず、ムンディラスとともに拘置したが、都市を基礎に至るまで破壊し、成人男性をことごとく、三十万を下らない数虐殺し、女たちを奴隷として扱い、同盟への返礼としてブルグント人に授けた。

§6.21.40

Ῥεπάρατον δὲ εὑρόντες τὸν τῆς αὐλῆς ἔπαρχον, ἔκοψάν τε κατὰ βραχὺ καὶ αὐτοῦ τὰ κρέα τοῖς κυσὶν ἔρριψαν.

また、宮廷長官のレパラトゥスを見つけ出すと、彼を八つ裂きにしてその肉を犬に投げ与えた。

§6.21.41

Βηργεντῖνος δὲ (καὶ γὰρ ἐντὸς ὢν Μεδιολάνου ἔτυχε) διὰ τε Βενετίων καὶ τῶν ταύτῃ ἐθνῶν ξὺν τοῖς ἑπομένοις ἐς Δαλματίαν κομίζεται. καὶ παρὰ βασιλέα ἐνθένδε ἦλθε, πάθος ἀγγέλλων μέγα τοῦτο ὃ Ῥωμαίοις ξυνέπεσε γενέσθαι.

一方、ウェルゲンティヌスは(たまたまメディオラヌムの市内にいたのであるが)、ウェネティア地方および現地の部族の地を通って、従者たちとともにダルマティアへと逃れた。そしてそこから皇帝のもとへ赴き、ローマ人たちを襲ったこの大いなる惨劇を報告した。

§6.21.42

καὶ ἀπ’ αὐτοῦ οἱ Γότθοι πόλεις τε τὰς ἄλλας ὁμολογίᾳ εἷλον αἳ Ῥωμαίων ἔτυχον φρουρὰς ἔχουσαι, καὶ Λιγουρίας αὖθις ὅλης ἐκράτησαν. Μαρτῖνος δὲ καὶ Οὐλίαρις ξὺν τῷ στρατῷ ἐπὶ Ῥώμης ἀνέστρεφον.

そしてこの後、ゴート軍はローマ人の守備隊を抱えていた他の諸都市も降伏によって陥落させ、再びリグーリア全土を支配した。一方、マルティヌスとウリアリスは軍勢とともにローマへ退却した。

構文注3 件
  1. 6.21.30Εἴ τινες καὶ ἄλλοι πώποτε, παρὸν αἰσχρῶς βιῶναι, οἱ δὲ μᾶλλον εὐκλεῶς ἀποθανεῖν εἵλοντο

    条件節 εἴ τινες ... の内部において主語が οἱ δέ によって再開・対比的に引き継がれている。παρὸν は非人称動詞 πάρεστι(πάρειμι)の絶対対格で「〜することが可能であったのに」という譲歩的ニュアンスを帯び、これに対して οἱ δέ が「その人々はむしろ」と節頭の主語を受けて条件節の述語を力強く推し進める倒置的構文となっている。

  2. 6.21.34ὅτου τις ἂν εἴποι τοῦτο θανάτου πικρότερον ἔσται

    比較級 πικρότερον に対する比較の属格 θανάτου に、関係代名詞節 ὅτου τις ἂν εἴποι が融合した慣用的倒置構文。語順を平易に直せば τοῦτο ἔσται πικρότερον θανάτου, ὅτου (= οὑτινοσοῦν) τις ἂν εἴποι となり、「誰かが名指しうるいかなる死よりも苦痛なものとなる」という意味を表す。

  3. 6.21.35ἀρετῇ τὴν ἀνάγκην κοσμήσασθαι

    不定詞 κοσμήσασθαι は直前の名詞的句 ἡμῶν αὐτῶν κύριοι(「自分たち自身の主人である」)にかかり、何についての決定権・支配権を持っているかを限定・補足する(「〜する力を自ら持っている」)。文脈上「避けられない死という必然(τὴν ἀνάγκην)を、自発的な武勇の徳(ἀρετῇ)によって飾る」という格言的修辞表現をなしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.21.29-6.21.42