← プロコピオス

戦史

§6.17.12-6.17.24

ベリサリオスの威嚇とゴート軍のラウェンナ潰走

ベリサリオスは山道を進んで敵を威圧し、負傷したゴート兵の報告と周囲の友軍の動きによりウィッティギス率いるゴート軍はパニックに陥ってラウェンナへ潰走する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.17.12

Βελισάριος δὲ διὰ τῶν ταύτῃ ὀρῶν ἐχώρει. πλήθει γὰρ παρὰ πολὺ ἐλασσούμενος τῶν ἐναντίων οὐκ ἤθελεν αὐτοῖς ἐκ τοῦ εὐθέος εἰς χεῖρας ἰέναι, ἐπεὶ καὶ θανατῶντας τοῖς ξυμπεσοῦσι1 τοὺς βαρβάρους ἑώρα·

一方、ベリサリオスはこの地の山中を進軍していた。というのも、敵に対して兵数で大きく劣っていたため、真正面から交戦することを望まなかったからであり、またバルバロイたちが降りかかった事態のために自暴自棄になっているのを見て取っていたからでもある。

§6.17.13

ᾤετο δὲ αὐτούς, ἐπειδὰν τάχιστα πύθωνται πανταχόθεν σφίσι πολεμίων ἐπιέναι στρατόν, ἀλκῆς ἂν οὐδεμιᾶς μνησθῆναι, ἀλλ’ αὐτίκα δὴ μάλα ἐς φυγὴν τρέψεσθαι. καὶ ἔτυχέ γε τῆς ἀληθοῦς δόξης, οὐκ ἔξω τοῦ ἐσομένου ὑποτοπήσας.

そして彼は、四方八方から自分たちに敵軍が押し寄せてくると彼らが知るや否や、抗戦のことなど微塵も念頭に置かず、直ちに退却へと転ずるであろうと考えた。そして彼はまさに未来を推し量って的確に予見し、正しい判断を下していたのである。

§6.17.14

ἐπειδὴ γὰρ ἐν τοῖς ὄρεσιν ἐγένοντο, ὅσον Ἀριμίνου ἀπέχειν ἡμέρας ὁδόν,2 Γότθοις τισὶν ὀλίγοις κατά τινα χρείαν ὁδῷ πορευομένοις ἐνέτυχον.

実際、アリミヌムから一日の行程ほどの距離にある山中に彼らが差しかかったとき、何らかの所用で道を急いでいた少数のゴート人たちに遭遇した。

§6.17.15

οἳ δὴ ἐκ τοῦ ἀπροσδοκήτου πολεμίων περιπεπτωκότες στρατῷ ἐκτρέπεσθαι τῆς ὁδοῦ οὐδαμῆ ἴσχυσαν, ἕως παρὰ τῶν ἔμπροσθεν ἰόντων βαλλόμενοι οἱ μὲν αὐτοῦ ἔπεσον, οἱ δὲ τραυματίαι γεγενημένοι ἐπί τινας τῶν ἐκείνῃ σκοπέλων ἀναδραμόντες διέλαθον.

彼らは不意に敵軍に出くわしたため、道から逸れることが全くできず、前衛から射掛けられて、ある者はその場で討ち死にし、負傷した者たちはその地の断崖へと駆け上がって逃げおおせた。

§6.17.16

ὅθεν σκοπούμενοι τὸν Ῥωμαίων στρατὸν ἐς πάσας δυσχωρίας ξυρρέοντας, πολλῷ πλείονας τοῦ ἀληθοῦς μέτρου ὑπετόπαζον εἶναι.

そこから彼らは、あらゆる険路へと密集して進むローマ軍を見下ろし、その数が実数よりもはるかに多いと思い込んだ。

§6.17.17

ἔνθα δὴ καὶ τὰ Βελισαρίου σημεῖα ἰδόντες, αὐτὸν ἐξηγεῖσθαι ταύτῃ τῇ στρατιᾷ ἔγνωσαν. νύξ τε ἐπέλαβε, καὶ αὐτοῦ μὲν Ῥωμαῖοι ηὐλίσαντο, τῶν δὲ Γότθων οἱ τραυματίαι λάθρα ἐπὶ τὸ τοῦ Οὐιττίγιδος στρατόπεδον ᾔεσαν.

そこでさらにベリサリオスの軍旗を目撃し、彼自身がこの軍を率いていることを知った。やがて夜が訪れ、ローマ軍はその場で宿営したが、負傷したゴート人たちは密かにウィッティギスの陣営へと向かった。

§6.17.18

οὗ δὴ ἀμφὶ μέσην ἡμέραν γενόμενοι τάς τε πληγὰς ἐπεδείκνυον καὶ Βελισάριον σφίσι ξὺν στρατῷ κρείσσονι ἢ ἀριθμεῖσθαι3 ὅσον οὔπω παρέσεσθαι ἰσχυρίζοντο.

そして真昼頃にそこへ到着すると、傷口を見せ、ベリサリオスが数え切れぬほどの大軍を率いて間もなく到着すると主張した。

§6.17.19

οἱ δὲ παρεσκευάζοντο μὲν ὡς ἐς μάχην πρὸς βορρᾶν ἄνεμον Ἀριμίνου πόλεως τετραμμένοι ʽταύτῃ γὰρ ᾤοντο τοὺς πολεμίους ἀφίξεσθαἰ, ἀεί τε ἐς τοῦ ὄρους τὰ ἄκρα ἔβλεπον ἅπαντες.

陣営の者たちはアリミヌムの町の北方を向いて戦いの準備を整え(敵はこちらからやって来ると考えていたからである)、みな絶えず山の尾根を見つめていた。

§6.17.20

ἐπεὶ δέ, νυκτὸς σφίσιν ἐπιγενομένης, καταθέμενοι τὰ ὅπλα ἡσύχαζον, πυρὰ πολλὰ ἐς τὰ πρὸς ἕω τῆς πόλεως ὅσον ἀπὸ σταδίων ἑξήκοντα εἶδον, ἅπερ τὸ ξὺν Μαρτίνῳ στράτευμα ἔκαιεν, ἐς δέος τε ἀμήχανον ἦλθον·

しかし夜が訪れ、彼らが武器を置いて休んでいたとき、町の東方およそ六十スタディオンの地点に夥しい篝火を目撃した。

§6.17.21

κυκλωθήσεσθαι γὰρ πρὸς τῶν πολεμίων ἅμα ἡμέρᾳ ὑπώπτευον. ταύτην μὲν οὖν τὴν νύκτα ξὺν δέει τοιούτῳ ηὐλίσαντο, τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ ἅμα ἡλίῳ ἀνίσχοντι στόλον νηῶν ἐπὶ σφᾶς ἰόντα ὁρῶσιν ἐξαίσιον οἷον· ἔς τε ἀφασίαν ἐμπεπτωκότες ἐς φυγὴν ὥρμηντο.

それはマルティヌス率いる部隊が焚いたものであり、彼らはどうすることもできない恐怖に陥った。 夜明けとともに敵に取り囲まれるのではないかと疑ったからである。こうして彼らはこのような恐怖を抱えて一夜を過ごしたが、明くる日、日出とともに、驚くほど莫大な艦隊が自分たちに向かって進んでくるのを目にした。

§6.17.22

ξυσκευαζόμενοί τε κατὰ τάχος τοσούτῳ θορύβῳ τε καὶ κραυγῇ εἴχοντο ὥστε οὔτε τῶν παραγγελλομένων κατήκουον οὔτε ἄλλο τι ἐν νῷ ἐποιοῦντο ἢ ὅπως ἂν αὐτὸς ἕκαστος πρῶτός τε ἀπαλλάσσοιτο τοῦ στρατοπέδου καὶ Ῥαβέννης τοῦ περιβόλου ἐντὸς γένοιτο.

そして茫然自失となって一斉に敗走し始めた。

§6.17.23

καὶ εἰ μέν τι ἰσχύος ἢ θάρσους περιεῖναι τοῖς πολιορκουμένοις τετύχηκε, πλείστους τε ἂν τῶν πολεμίων ἐπεξελθόντες αὐτοῦ ἔκτειναν4 καὶ ξύμπας ἐνταῦθα ἂν ὁ πόλεμος ἐτελεύτησε.

彼らは大急ぎで荷物をまとめたが、あまりの騒乱と怒号に包まれ、号令を聞き取ることもできず、ただそれぞれ自分が真っ先に陣営を脱出してラウェンナの城壁の内側に入ること以外は何も頭に浮かばない有様であった。

§6.17.24

νῦν δὲ τοῦτο ἐκώλυσεν ὀρρωδία τε σφίσι μεγάλη τοῖς φθάσασιν ἐπιγενομένη καὶ ἀσθένεια τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πολλοῖς ξυμπεσοῦσα. οἱ μὲν οὖν βάρβαροι θορύβου ὑπερβολῇ αὐτοῦ λειπόμενοι τῶν χρημάτων τινὰ δρόμῳ πολλῷ τὴν ἐπὶ Ῥάβενναν ἔθεον.

もし包囲されていた者たちに少しでも力や勇気が残っていたならば、出撃して敵の大部分をその場で討ち取ることができ、全戦争もここで終結したことであろう。 しかし、過去の過酷な経験から生じた大きな恐怖が彼らを襲い、また必需品の欠乏による衰弱が多くの者に重なっていたことが、これを阻んだ。こうしてバルバロイたちは過度の狼狽のあまり財宝の一部を置き去りにしたまま、ラウェンナを目指して一目散に逃げ去った。

構文注4 件
  1. 6.17.12θανατῶντας τοῖς ξυμπεσοῦσι

    動詞 θανατάω(死を欲する、自暴自棄になる)の分詞 θανατῶντας に、原因を表す与格 τοῖς ξυμπεσοῦσι(降りかかった事態・不幸)が結びついている。「自暴自棄になって死に物狂いになっている」という心理状態を示す表現である。

  2. 6.17.14ὅσον Ἀριμίνου ἀπέχειν ἡμέρας ὁδόν

    ὅσον+不定詞で距離の目安を表す構文(「アリミヌムから一日の行程ほど離れた距離」)。Ἀριμίνου は分離・基準の属格、ἡμέρας ὁδόν は長さを表す対格である。

  3. 6.17.18κρείσσονι ἢ ἀριθμεῖσθαι

    比較級+ἤ+不定詞の慣用構文で、「数えられるよりも勝る」、すなわち「数え切れないほど莫大な」を意味する。

  4. 6.17.23καὶ εἰ μέν τι ἰσχύος ἢ θάρσους περιεῖναι τοῖς πολιορκουμένοις τετύχηκε, πλείστους τε ἂν τῶν πολεμίων ἐπεξελθόντες αὐτοῦ ἔκτειναν

    反実仮想文。条件節(εἰ)の動詞に完了直説法 τετύχηκε(不定詞 περιεῖναι を伴う)を用いつつ、帰結節には ἄν+アオリスト直説法(ἔκτειναν, ἐτελεύτησε)を置く。「もし残っていたならば、討ち取って戦争は終わっていただろうに(実際には残っていなかった)」という過去の事実に反する仮定を表している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.17.12-6.17.24