- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.4.15-5.4.31
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
テウダトゥスはアマラスンタを湖の島に幽閉し、皇帝へ使節を送って弁明を試みるが、アマラスンタは怨恨を抱くゴート人たちによって殺害され、東ローマ使節ペトルスは戦争の開始を宣告する。
ἐνταῦθα Θευδάτος τὴν Ἀμαλασοῦνθαν καθείρξας ἐτήρει. δείσας δέ, ὅπερ ἐγένετο, μὴ βασιλεῖ ἀπ’ αὐτοῦ προσκεκρουκὼς εἴη,1 ἄνδρας ἐκ τῆς Ῥωμαίων βουλῆς Λιβέριόν τε καὶ Ὀπιλίωνα στείλας σὺν ἑτέροις τισί, παραιτεῖσθαι πάσῃ δυνάμει βασιλέα ἐπήγγελλεν, ἰσχυριζομένους μηδὲν πρὸς αὐτοῦ ἄχαρι τῇ Ἀμαλασούνθῃ ξυμβῆναι, καίπερ ἐς αὐτὸν ἀνήκεστα δεινὰ εἰργασμένῃ τὰ πρότερα.
テウダトゥスはアマラスンタをそこに幽閉して監視下に置いた。そして、まさに実際に起きた通り、この件で自らが皇帝の不興を買うことを恐れた彼は、ローマの元老院議員であるリベリウスとオピリオを他の数名とともに派遣し、アマラスンタは以前彼に対して取り返しのつかない非道な仕打ちを働いたとはいえ、彼女が彼から何ら不都合な目に遭っていないと断言させつつ、皇帝を全力を挙げて宥めるよう命じた。
καὶ κατὰ ταῦτα αὐτός τε βασιλεῖ ἔγραψε καὶ τὴν Ἀμαλασοῦνθαν οὔτι ἑκουσίαν ἠνάγκασε γράψαι.
そしてこれに合わせて、彼自身も皇帝に手紙を送り、アマラスンタにも全く本意ではないにもかかわらず手紙を書くよう強要した。
Ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. Πέτρος δὲ ἤδη ἐπὶ πρεσβείᾳ ἐστέλλετο προειρημένον αὐτῷ πρὸς τοῦ βασιλέως2 ἐντυχεῖν μὲν κρύφα τῶν ἄλλων ἁπάντων Θευδάτῳ καὶ ὅρκῳ τὰ πιστὰ παρεχομένῳ ὡς οὐδὲν ἂν τῶν πρασσομένων ἔκπυστον γένοιτο, οὕτω τε τὰ ἀμφὶ Τουσκίαν ἐν τῷ ἀσφαλεῖ πρὸς αὐτὸν θέσθαι, καὶ Ἀμαλασούνθῃ ξυγγενόμενον λάθρα ξυμπάσης πέρι Ἰταλίας διοικήσασθαι, ὅπη ἑκατέρῳ ξυνοίσειν μέλλει.
こうしてこれらの事態は推移していた。他方ペトルスは、すでに使節として派遣されつつあったが、彼には皇帝から、他のすべての者には内密にテウダトゥスと会見し、何らの画策も漏洩しないという誓約の確証を彼に与えた上で、トスキアに関する問題を彼と安全に取り決めるよう、またアマラスンタとも秘密裏に接触して、双方の利益となるような仕方で全イタリアに関する事柄を処置するよう、あらかじめ指示が与えられていた。
ἐς δὲ τὸ ἐμφανὲς ὑπέρ τε τοῦ Λιλυβαίου καὶ τῶν ἄλλων ὧν ἔναγχος ἐμνήσθην πρεσβεύσων ᾔει. οὔπω γάρ τι περὶ τῆς Ἀταλαρίχου τελευτῆς ἢ τῆς Θευδάτου ἀρχῆς ἢ τῶν Ἀμαλασούνθῃ ξυμπεπτωκότων βασιλεὺς ἠκηκόει.
公には、彼はリリュバイオンおよび先刻私が言及した他の諸懸案をめぐって使節を務めるために向かっていたのである。皇帝はアタラリフの死についても、テウダトゥスの即位についても、あるいはアマラスンタに降りかかった災難についても、いまだ何も耳にしていなかったからである。
Πέτρος δὲ ὁδῷ πορευόμενος πρῶτον μὲν τοῖς Ἀμαλασούνθης πρέσβεσι ξυγγενόμενος τὰ ἀμφὶ τῇ Θευδάτου ἀρχῇ ἔμαθε·
ペトルスは旅の途上で、まずアマラスンタの使節たちと遭遇し、テウダトゥスの統治に関する事態を知った。
γενόμενος δὲ ὀλίγῳ ὕστερον ἐν πόλει Αὐλῶνι, ἣ πρὸς κόλπῳ τῷ Ἰονίῳ κεῖται, ἐνταῦθά τε τοῖς ἀμφὶ Λιβέριόν τε καὶ Ὀπιλίωνα ἐντυχὼν τὰ ξυμπεσόντα ξύμπαντα ἔγνω, ἔς τε βασιλέα ταῦτα ἀνενεγκὼν αὐτοῦ ἔμεινεν.
少しのち、イオニア湾に臨むアウロン市に到着すると、そこでリベリウスやオピリオの一行と会見して生じた事態のすべてを知り、これを皇帝に報告してその場に留まった。
Ἐπεὶ δὲ ταῦτα Ἰουστινιανὸς βασιλεὺς ἤκουσε, Γότθους τε καὶ Θευδάτον ξυνταράξαι διανοούμενος, πρὸς μὲν Ἀμαλασοῦνθαν γράμματα ἔγραφε, δηλοῦντα ὅτι αὐτῆς ὡς ἔνι μάλιστα μεταποιεῖσθαι ἐν σπουδῇ ἔχοι· τῷ δὲ Πέτρῳ ἐπέστελλε ταῦτα μηδαμῆ ἀποκρύψασθαι, ἀλλ’ αὐτῷ τε Θευδάτῳ φανερὰ καὶ Γότθοις ἅπασι καταστήσασθαι.
ユスティニアヌス皇帝はこれを聞くと、ゴート人とテウダトゥスを動揺させようと考え、一方ではアマラスンタに手紙を送り、彼女の権益を可能な限り自ら擁護することに心を砕いている旨を表明した。他方でペトルスには、これらの事柄を決して隠さず、テウダトゥス自身とすべてのゴート人に対して明白にするよう指示した。
πρέσβεων δὲ τῶν ἐξ Ἰταλίας οἱ μὲν ἄλλοι, ἐπειδὴ ἐς Βυζάντιον ἐκομίσθησαν, τὸν πάντα λόγον βασιλεῖ ἤγγειλαν, καὶ πάντων μάλιστα Λιβέριος·
イタリアからの使節たちのうち、他の者たちはビザンティオンに到着すると、すべての経緯を皇帝に報告したが、とりわけリベリウスがそうであった。
ἦν γὰρ ὁ ἀνὴρ καλός τε καὶ ἀγαθὸς διαφερόντως, λόγου τε τοῦ ἀληθοῦς ἐπιμελεῖσθαι ἐξεπιστάμενος·
というのも、この男は格別に高潔な人物であり、真実を語ることに細心の注意を払うことを心得ていたからである。
Ὀπιλίων δὲ μόνος ἐνδελεχέστατα ἰσχυρίζετο μηδὲν ἐς Ἀμαλασοῦνθαν ἁμαρτεῖν Θευδάτον. Πέτρου δὲ ἀφικομένου ἐς Ἰταλίαν Ἀμαλασούνθῃ ξυνέβη ἐξ ἀνθρώπων ἀφανισθῆναι.
これに対しオピリオだけは、テウダトゥスがアマラスンタに対して何ら罪を犯していないと極めて執拗に主張した。しかしペトルスがイタリアに到着したとき、アマラスンタは世を去る運命となった。
Γότθων γὰρ συγγενεῖς τῶν ὑπ’ ἐκείνης ἀνῃρημένων Θευδάτῳ προσελθόντες οὔτε αὐτῷ οὔτε σφίσι τὸν βίον ἐν τῷ ἀσφαλεῖ ἰσχυρίζοντο εἶναι, ἤν γε μὴ αὐτοῖς Ἀμαλασοῦνθα ὅτι τάχιστα ἐκποδὼν γένηται.
彼女によって処刑されたゴート人たちの親族がテウダトゥスのもとに赴き、アマラスンタを一刻も早く排除しない限り、彼にとっても自分たちにとっても生命の安全はないと主張したからである。
ξυγχωροῦντός τε αὐτοῖς, ἐν τῇ νήσῳ γενόμενοι τὴν Ἀμαλασοῦνθαν εὐθὺς ἔκτειναν.
そして彼がこれを承認すると、彼らは島に渡り、即座にアマラスンタを殺害した。
ὅπερ Ἰταλιώτας τε ὑπερφυῶς ἅπαντας καὶ Γότθους τοὺς ἄλλους ἠνίασεν.
このことは、イタリア人すべてを甚だしく悲嘆させ、他のゴート人たちをも悲嘆に暮れさせた。
ἀρετῆς γὰρ πάσης ἡ γυνὴ ἰσχυρότατα ἐπεμελεῖτο, ὅπερ μοι ὀλίγῳ ἔμπροσθεν εἴρηται. Πέτρος μὲν οὖν Θευδάτῳ ἄντικρυς ἐμαρτύρετο καὶ Γότθοις τοῖς ἄλλοις ὅτι δὴ αὐτοῖς τοῦ δεινοῦ τούτου ἐξειργασμένου ἄσπονδος βασιλεῖ τε καὶ σφίσιν ὁ πόλεμος ἔσται.3
この女性は、私が先刻述べたように、あらゆる徳に対して極めて強い気配りをしていたからである。ペトルスはそこでテウダトゥスおよび他のゴート人たちに対し、彼らによってこの恐るべき暴挙が成し遂げられた以上、皇帝と彼らとの戦争は和解不能なものになると公然と宣した。
Θευδάτος δὲ ὑπὸ ἀβελτερίας τοὺς Ἀμαλασούνθης φονεῖς ἐν τιμῇ τε καὶ σπουδῇ ἔχων, Πέτρον τε καὶ βασιλέα πείθειν ἤθελεν ὡς αὐτοῦ οὐδαμῆ ἐπαινοῦντος, ἀλλ’ ὡς μάλιστα ἀκουσίου,4 Γότθοις ἐργασθείη τὸ μίασμα τοῦτο.
しかしテウダトゥスは、愚鈍さのあまりアマラスンタの殺害犯たちを厚遇し重用する一方で、この汚らわしい凶行は自分が全く承認したものではなく、極めて不本意な形でゴート人たちによって行われたのだと、ペトルスと皇帝を信じ込ませようとした。
- 5.4.15δείσας δέ, ὅπερ ἐγένετο, μὴ βασιλεῖ ἀπ’ αὐτοῦ προσκεκρουκὼς εἴη
畏怖動詞に導かれる懸念節(μὴ...εἴη)で、完了分詞と接続動詞希求法による迂言的完了希求法(προσκεκρουκὼς εἴη)が用いられている。主節の過去の視点から見て「(すでに)皇帝の不興を買ってしまったのではないか」という先行する完了状態への懸念を表す。挿入句 ὅπερ ἐγένετο は「まさに実際に起きた通り」と事実の現実化を注記する働きをしている。
- 5.4.17προειρημένον αὐτῷ πρὸς τοῦ βασιλέως
非人称動詞受動態の分詞中性対格を用いた対格独立構文(accusativus absolutus)。意味上の主語は後続の不定詞句(ἐντυχεῖν... θέσθαι... διοικήσασθαι)であり、「皇帝からあらかじめ彼(ペトルス)に~することが命じられていたので」という付帯状況ないし先行事象を示す。
- 5.4.30ὅτι δὴ αὐτοῖς τοῦ δεινοῦ τούτου ἐξειργασμένου ἄσπονδος βασιλεῖ τε καὶ σφίσιν ὁ πόλεμος ἔσται
τοῦ δεινοῦ τούτου ἐξειργασμένου は属格独立構文であり、αὐτοῖς は完了受動分詞 ἐξειργασμένου にかかる行為者の与格(dativus auctoris)、もしくは後続の主文全体(「彼らにとって…戦争となる」)にかかる利害の与格。ここでは行為者の与格として「彼らによってこの恐るべき所業が成し遂げられた以上」と解するのが文脈に最も合致する。
- 5.4.31αὐτοῦ οὐδαμῆ ἐπαινοῦντος, ἀλλ’ ὡς μάλιστα ἀκουσίου
属格独立構文において、現在能動分詞 ἐπαινοῦντος と形容詞 ἀκουσίου が ἀλλ’ で対比的に並列されている。形容詞 ἀκούσιος が分詞 ὄντος を省略した形で属格独立構文を構成しており、「彼(テウダトゥス)が少しも是認しておらず、むしろ全く不本意であったのに」という譲歩・状況を表す。
